Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 9.1, ed. Kühn, 1825, vol. 10, p. 599-603. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.1

ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ

ΒΙΒΛΙΟΝ Ι.

1. Τῶν ἐφημέρων πυρετῶν, ὧ Εὐγενιανὲ, τὴν
2. τῆς θεραπείας μέθοδον ἐν τῷ πρὸ τούτου γράμματι διῆλθον
3. ὀγδόῳ τῆς ὅλης ὄντι πραγματείας. ἔστι δὲ τοῦ γένους
4. τοῦδε τῶν πυρετῶν εἷς ὁ παροξυσμὸς, ἡμέρᾳ μιᾷ περιγραφόμενος
5. ὡς τὸ πολὺ κατά γε τὴν ἑαυτοῦ φύσιν. ὅσα γὰρ ἢ
6. διὰ τὴν τῶν ἰατρῶν ἀμαθίαν ἢ διὰ τὴν τῶν καμνόντων ἀκολασίαν
7. ἢ διὰ τὴν τῶν ὑπηρετούντων πλημμέλειαν ἁμαρτανόμενα
8. περὶ τοὺς τοιούτους πυρετοὺς εἰς ἕτερόν τι γένος
9. αὐτοὺς μεθίστησιν, οὐ κατὰ τὴν οἰκείαν αὐτῶν ἀποβαίνουσι
1. φύσιν. οὐδὲν γὰρ δήπου θαυμαστὸν ἐκ τῶν ἁμαρτανομένων
2. οὐ μηκύνεσθαι μόνον ἢ μεταπίπτειν εἰς ἕτερόν τι γένος
3. ἡντινοῦν τῶν νόσων, ἀλλὰ καὶ γεννᾶσθαι νῦν ἔμπροσθεν οὐκ
4. οὖσαν. ὅπου γὰρ οὐδὲ τοῖς ὑγιαίνουσιν ἁμαρτάνειν ἀσφαλὲς,
5. σχολῇ γ’ ἀκίνδυνον ἄν ποτε τοῖς κάμνουσι γένοιτο. λοιπῶν δ’
6. ὑπαρχόντων δυοῖν γενῶν, ὡς ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν
7. πυρετῶν ὑπομνήμασιν ἐπιδέδεικται, τὸ μὲν ἕτερον ἐπὶ χυμοῖς
8. σηπομένοις ἐδείκνυτο γίνεσθαι, τὸ δ’ ἕτερον αὐτὰ τὰ στερεὰ
9. τοῦ ζώου μόρια κατειληφὸς ἑκτικὸν ὀνομάζεται. μεταπίπτουσι
10. δ’ εἰς ἑκάτερα γένη πολλάκις οἱ ἐφήμεροι πυρετοὶ, καθάπερ
11. ἔμπροσθεν ἐδείκνυμεν, εἰ μή τις αὐτοὺς προσηκόντως
12. μεταχειρίζοιτο. ὥσπερ δ’ ἐν τοῖς ἄλλοις ἅπασι πράγμασιν
13. ὅσα κοινωνεῖ ταῖς φύσεσιν ἑνὶ περιλαμβανόμενα γένει καὶ διὰ
14. τοῦτ’ εἰς ἄλληλα μεταπίπτειν δυνάμενα, τρίτη τις ἰδέα κατὰ
15. τὴν μετάπτωσιν αὐτῶν συνίσταται, μηδετέρου τῶν ἄκρων
16. ἀκριβοῦσα τὸν τύπον, οὕτω κᾀν ταῖς τῶν ἐφημέρων πυρετῶν
17. μεταπτώσεσι φαντασθείη τις ἂν ἕτερόν τι γένος ἐν τῇ μεταπτώσει
18. συνίστασθαι, μηδετέρῳ τῶν ἄκρων ταὐτόν. καί μοι
1. δοκεῖ περὶ τοῦδε πρώτου διοριστέον εἶναι, ἵν’ ὥσπερ καὶ
2. τἄλλα καὶ τοῦτο γνωρίζοιτό τε συνιστάμενον αὐτίκα καὶ κωλύοιτο
3. κατὰ τὴν πρώτην γένεσιν, ὡς μηδὲ δυσίατον ἢ ἀνίατον
4. αὐξηθὲν γενέσθαι. μέσον δ’ αὐτὸ συνιστάμενον οὔτε
5. γνωρίσαι δυνατὸν οὔτε ἰάσασθαι τοῖς ἀγνοοῦσι τὴν ἰδέαν τῶν
6. ἄκρων ὧν ὑπάρχει μέσον. ἀλλά σοί γ’ ἐπισταμένῳ τά τε τῶν
7. ἐφημέρων πυρετῶν γνωρίσματα καὶ τὰ τῶν ὑπολοίπων δύο
8. γενῶν, ἐπειδὰν ἤτοι νοθεύηται κατά τι ἢ παρεμφαίνηται τὰ
9. τῶν ἄλλων, οὐδὲν ἂν εἴη χαλεπὸν ὑποπτεύειν ἤδη τὴν μετάπτωσιν.
10. ἐπ’ ἐγκαύσεσι μὲν οὖν, ἢ ἀπεψίαις, ἢ κόποις, ἢ
11. ἀγρυπνίαις, ἢ πάθεσι ψιχικοῖς, ἢ βουβῶσιν τοῖς διά τινα
12. αἰτίαν προφανῆ γεγενημένοις, μέχρι τρίτης ἡμέρας οὐκ ἄν
13. ποτε προέλθοι πυρετοῦ παροξυσμὸς, ἄνευ τοῦ πλημμεληθῆναί
14. τι περὶ τὸν κάμνοντα. τοῖς δ’ ἐπὶ στεγνώσει πυρέξασιν
15. ἐγχωρεῖ καὶ ταύτης ἐξωτέρω προβῆναι τὸν παροξυσμόν.
16. ἐπειδὴ γὰρ ἡ στέγνωσις ἤτοι φραχθέντων ἢ μυσάντων γίγνεται
17. τῶν πόρων, ἢ καὶ τοῦ σώματος αὐτοῦ πιληθέντος ἀμετρότερον,
18. εὐλόγως ἔφαμεν ἐπί τε κρύει καὶ λουτροῖς ἤτοι τῇ
1. θίξει ψύχουσιν, ἢ τῇ δυνάμει καὶ φαρμάκοις τοῖς τοιούτοις,
2. ἔτι δὲ τοῖς ξηραίνουσι τὸ δέρμα, καθάπερ ἡλίῳ διακαεῖ καὶ
3. τοῖς πιλοῦσιν, ὡς τῇ σκληρᾷ τρίψει μετὰ τῶν ψυχόντων
4. κατέχεσθαι μὲν ἐντὸς τοῦ σώματος τὰς οἷον καπνώδεις ἢ
5. λιγνυώδεις ἀποῤῥοὰς, ἀνάπτεσθαι δ’ ἐπ’ αὐτοῖς τὸν πυρετόν.
6. ἀλλ’ ἐπὶ τούτοις μὲν, ὡς εἴρηται, πίλησίν τέ τινα γίγνεσθαι
7. τῶν σωμάτων αὐτῶν καὶ μύσιν τῶν πόρων, ἔμφραξιν δὲ διὰ
8. γλίσχρους ἢ παχεῖς ἢ πολλοὺς χυμούς. καὶ τοίνυν καὶ τοὺς
9. πυρετοὺς ὅσοι μὲν ἐπὶ μύσει τῶν πόρων ἢ πιλήσει προσφάτῳ
10. τῶν σωμάτων ἐγένοντο, παύεσθαί τε μετὰ τὸν πρῶτον παροξυσμὸν,
11. ἐάν τις ὀρθῶς αὐτοῖς προσφέρηται καὶ ὄντως τούτους
12. ἐφημέρους γίγνεσθαι καὶ προσαγορεύεσθαι· ὅσοι δ’ ἐπ’
13. ἐμφράξει τὴν γένεσιν ἔσχον, εἰ μὲν ὀλίγη τις αὕτη συσταίη,
14. λύεσθαι καὶ τούτους ὁμοίως γε τοῖς ἄλλοις ἐφημέροις, ἐὰν
15. ἰάσηταί τις αὐτοὺς προσηκόντως· εἰ δ’ ἰσχυρῶς οἱ χυμοὶ
16. σφηνωθεῖεν, ὡς μοχλείας δεῖσθαι σφοδροτέρας, ἐκτείνεσθαι
17. μὲν ἀνάγκη τοὺς τοιούτους πυρετοὺς ὑπὲρ τὴν μίαν ἡμέραν,
18. ἐκπεπτωκέναι δὲ δοκεῖν ἤδη τοῦ γένους τῶν ἐφημέρων.
1. πῶς γὰρ ἂν ἐφήμερος ἔτι δύναιτο λέγεσθαι πυρετὸς ὁ μέχρι
2. τρίτης ἡμέρας ἐκτεινόμενος; ἐν γὰρ τῇ δευτέρᾳ τῶν
3. ἡμερῶν προσήκει παύεσθαι τὸν τοιοῦτον πυρετὸν, ὅσον ἐπὶ
4. τῇ προσηγορίᾳ. λέλεκται γὰρ ἔμπροσθεν ὡς τεττάρων
5. καὶ εἴκοσιν ὡρῶν ὁ χρόνος ἐστὶ τῆς οὕτω λεγομένης ἡμέρας,
6. ὡς συναριθμεῖσθαι καὶ τὴν νύκτα τῷ ὀνόματι τῆς ἡμέρας.
7. καὶ μὴν εἰ μήτε σῆψις εἴη χυμῶν μήτ’ αὐτὸ τὸ σῶμα
8. τὴν πυρεκτικὴν θερμασίαν ἑκτικῶς ἀναδέξαιτο, τῶν δύο
9. γενῶν ἐκπεπτωκὸς ἂν εἴη. ἢ τοίνυν ἄλλο γένος ἐπὶ τοῖς εἰρημένοις
10. τρισὶν ἀναγκαῖόν ἐστι λέγειν ἐν τῇ πρώτῃ διαιρέσει τῶν
11. πυρετῶν, ἢ καταφρονοῦντα τῆς προσηγορίας ἐφημέρους ὀνομάζειν
12. αὐτούς. οὐ γὰρ δὴ τῆς γ’ οὐσίας ἦν αὐτῆς τῶν τοιούτων
13. πυρετῶν ὁ ἐφήμερος ὄνομα· προσηγορίας δ’ οἰκείας
14. ἀποροῦντες ἕνεκα σαφοῦς καὶ συντόμου διδασκαλίας ἀπὸ τοῦ
15. πολλάκις αὐτοῖς ἑπομένου τοὔνομα ἐθέμεθα. φύσις μὲν οὖν
16. αὐτῶν ἡ αὐτὴ τοῖς ἐφημέροις ἐστὶν, ὄνομα δὲ οὐ ταὐτόν.

Cliquer un n° de page pour en afficher l’image