6. Διοικοῦσι τὸ ζῶον, ὡς ἐν τοῖς περὶ τῶν
7. Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπεδείκνυτο, τρεῖς
8. ἑτερογενεῖς ἀλλήλων δυνάμεις, ὥσπερ ἐκ πηγῆς τινος ἰδίας
9. ἑκάστη παντὶ τῷ σώματι διανεμόμεναι. καλεῖ δ’ αὐτὰς ὁ
10. Πλάτων ψυχὰς, ἰδίαν ἑκάστης εὑρίσκων τὴν οὐσίαν. ἔστι δ’
11. ἡ μέν τις αὐτῶν εἰς τὸ τρέφεσθαι τὸ ζῶον ἀναγκαία καὶ κοινὴ
12. πρὸς τὰ φυτὰ, τὴν μὲν οἷον πηγὴν ἔχουσα τὸ ἧπαρ, ὀχετοὺς
13. δ’ ἐξ αὐτῆς εἰς ὅλον τὸ σῶμα διασπειρομένους τὰς φλέβας·
14. ἣν εἴτ’ ἐπιθυμητικὴν, εἴτε φυσικὴν, εἴτε θρεπτικὴν ὀνομάζοις,
15. οὐδὲν διοίσει, καθάπερ οὐδὲ εἰ ψυχὴν ἢ δύναμιν. ἑτέρα
16. δ’ οὐ μόνον ὡς φυτοῖς ἡμῖν ἢ ζῶσιν, ἀλλὰ καὶ ὡς ζώοις
17. ὑπάρχουσα ψυχὴ, κατὰ τὴν καρδίαν ἵδρυται πηγή τις
18. οὖσα καὶ ἥδε τῆς ἐμφύτου θερμασίας· ὀχετοὶ δὲ καὶ ταύτης
1. τῆς πηγῆς αἱ ἀρτηρίαι, καλουμένης καὶ αὐτῆς ὀνόμασι
2. πολλοῖς· καὶ γὰρ δύναμις ζωτικὴ καὶ δύναμις θυμοειδὴς καὶ
3. ψυχὴ ζωτικὴ καὶ ψυχὴ θυμοειδὴς ὀνομάζεται. τρίτη δ’ ἐν
4. ἐγκεφάλῳ καθίδρυται ψυχὴ λογικὴ, τῶν κατὰ προαίρεσιν
5. ἐνεργειῶν ἅμα ταῖς αἰσθήσεσιν ἐξηγουμένη, χρῆται δὲ μορίοις
6. καὶ ἥδε καθάπερ ὀχετοῖς τισι τοῖς νεύροις, αἴσθησίν τε καὶ
7. κίνησιν ἐπιπέμπουσα δι’ αὐτῶν τῷ ζώῳ παντί. τὸ μὲν δὴ
8. ταύτας φυλάττειν τὰς δυνάμεις οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ φυλάττειν
9. τὴν ζωήν· ἐδείχθη γὰρ ὅπως ἀπολομένης ἡστινοσοῦν ἐξ
10. αὐτῶν μιᾶς ἀναγκαῖόν ἐστι καὶ τὰς λοιπὰς συναπόλλυσθαι.
11. καὶ διὰ τοῦτο κατὰ τὴν ὑγιεινὴν πραγματείαν ὁ σκοπὸς ἡμῖν
12. οὗτος ἦν. ἐπὶ δὲ τῆς θεραπευτικῆς ὁ μὲν πρῶτος σκοπὸς
13. ἀνάλογον τῷ κατὰ τὴν ὑγιεινὴν ἡ τοῦ νοσήματος ἀναίρεσίς
14. ἐστιν· οἷον γὰρ ἐπ’ ἐκείνης τὸ φυλάξαι τὴν ὑγείαν ὑπάρχει,
15. τοιοῦτον ἐπὶ ταύτης ἐκκόψαι τὴν νόσον. ἓν δ’ ἀμφοτέραις
16. αὐταῖς κοινὸν ἡ φυλακὴ τῆς ζωῆς· ἐπὶ μὲν τῆς ὑγιεινῆς πραγματείας
17. ἑπομένη τῇ φυλακῇ τῆς ὑγείας· ὃ γὰρ ἂν ὑγείας
18. ἕνεκα πράττηται, τοῦτ’ εὐθέως ἐστὶ καὶ τῆς ζωῆς φυλακτικόν·
1. ἐπὶ δὲ τῆς θεραπευτικῆς οὐκέτι, διὰ τὸ τὰ λυτικὰ τῶν
2. παρὰ φύσιν ἐν ἡμῖν διαθέσεων οὐκ ἐξ ἅπαντος φυλάττειν
3. τὴν ζωήν· ἔνια γὰρ ἐξ αὐτῶν ἐστι τοιαῦτα ταῖς δυνάμεσιν,
4. ὥστε ἀμετρότερον ἢ ἀκαιρότερον αὐτοῖς χρησαμένων ἀπόλλυσθαι
5. τὴν ζωήν. ἐπὶ γοῦν τῆς φλεβοτομίας, ἣν ὀλίγον
6. ἔμπροσθεν ἄχρι λειποθυμίας ἐλέγομεν χρῆναι ποιεῖσθαι, χάριν
7. τοῦ σβέσαι τὴν φλόγα τῶν ἐπὶ στεγνώσει συνόχων, οὐ σμικρόν
8. τι τὸ βλάβος εἰκὸς ἀκολουθήσειν, εἰ μὴ κατὰ τὸν προσήκοντα
9. καιρὸν ἢ τὸ δέον ἀποτελεσθείη μέτρον. δύο οὖν ἀνθρώπους
10. ἀπολλυμένους εἶδον ἐν αὐταῖς τῶν ἰατρῶν ταῖς χερσὶ,
11. λειποθυμήσαντας μὲν, ἀνακομισθέντας δ’ οὐκέτι. πολλοὶ δὲ
12. εἰ καὶ μὴ παραχρῆμα διεφθάρησαν, ἀλλ’ ἐξ ὑστέρου γε διὰ
13. τὸν τῆς δυνάμεως κάματον· οὓς εἴ τις ἐκένωσεν ἄνευ τοῦ
14. καταλῦσαι τὴν δύναμιν, οὐκ ἂν ἀπώλοντο. καὶ μέν γε καὶ
15. εἰς νόσον ἔνιοι μακρὰν ἐξέπεσον, ἐπὶ κενώσεσιν ἀμέτροις
16. ἐκλυθείσης τῆς δυνάμεως. ἄλλοι δ’ εἰς τὸν ἐφεξῆς βίον ἅπαντα
17. τὴν κρᾶσιν ὅλην τοῦ σώματος ἔσχον ψυχροτέρον, οὐ δυνηθέντες
18. οὐκέτ’ ἀνακαλέσασθαι τὴν ἐκ τῆς ἀμέτρου κενώσεως
1. βλάβην· ἐξ ἧς ψυχρότητος οἱ μὲν ἄχροοί τε καὶ καχέκται καὶ
2. ῥᾳδίως ἐπὶ παντὶ βλαπτόμενοι διετέλεσαν, ἄλλοι δ’ ἐξ αὐτοῦ
3. τούτου νοσήμασιν ἑάλωσαν ὀλεθρίοις, ὑδέροις καὶ ὀρθοπνοίαις
4. καὶ ἥπατος ἀτονίαις καὶ γαστρὸς, ἀποπληξίαις τε
5. καὶ παραπληξίαις. εἰς τοσοῦτον οὖν ἀναγκαίας οὔσης τῆς
6. δυνάμεως, ἁπάντων δ’ αὐτὴν τῶν κενωτικῶν βοηθημάτων
7. ὅταν ἀμετρότερον αὐτοῖς τις χρήσοιτο βλαπτόντων, ἐναντιούμεναι
8. δηλονότι πρὸς ἀλλήλαις αἱ ἐνδείξεις γίγνονται κατὰ
9. τὰ τοιαῦτα τῶν σωμάτων ἐν οἷς ἡ μὲν διάθεσις ἵνα λυθῇ
10. δεῖται κενώσεως ἀξιολόγου, φέρειν δ’ αὐτὴν ἡ δύναμις οὐ
11. δύναται. πολλάκις δ’ οὐδὲν ὑπὸ τῆς κενώσεως ἡ δύναμις
12. βλαπτομένη παρορᾶται τοὐντεῦθεν ὑπὸ τῶν ἀσκέπτων τε
13. ἅμα καὶ προπετῶν ἰατρῶν, ὡς οὐδέποτε οὐδὲν ἐνδεικνυμένη.
14. σφάλλονται δὲ, ὡς εἴρηται, διὰ τὸ μὴ γινώσκειν ὡς ἄλλου μέν
15. τινος ἕνεκεν ἡ δύναμις σκοπὸς τῶν ποιητέων ἐστὶν, εἰς δὲ
16. τὴν λύσιν τῆς διαθέσεως οὐδὲν ἐνδείκνυται. ὥσπερ οὖν ἐπὶ
17. τῶν ὑγιαινόντων ἕπεται διὰ παντὸς τοῖς ἕνεκα τῆς ὑγείας
18. πραττομένοις καὶ οὐδὲν ἔστιν εὑρεῖν τὸ φυλακτικὸν ὑγείας
1. ἀναιρετικὸν τῆς δυνάμεως, οὕτως ἐπὶ τῶν νοσούντων ἐνίοτε
2. μὲν ἕπεται τοῖς ὡς πρὸς τὴν λύσιν αὐτοῦ πραττομένοις,
3. ἐνίοτε δ’ ἀναιρεῖται πρὸς αὐτῶν. εἰ μὲν γὰρ ὀλίγον τῆς
4. δυνάμεως εἴη τὸ πλῆθος ἰσχυρότερον, ἐπὶ ταῖς συμμέτροις
5. κενώσεσιν οὐ μόνον οὐδεμία βλάβη τῆς δυνάμεως, ἀλλὰ καὶ
6. ὠφέλεια μεγίστη γίνεται τοῦ βαρύνοντος αὐτὴν ἀρθέντος. εἰ
7. δ’ ἵνα μὲν ἡ διάθεσις ἰαθῇ, πολλὴ χρεία τῆς κενώσεως εἴη,
8. καταλύοιτο δὲ ὑπὸ τῆς τοσαύτης ἡ δύναμις, οὐ μόνον αὖ
9. πάλιν οὐδὲν ὀνήσεται πρὸς αὐτῆς ὁ ἄνθρωπος, ἀλλὰ καὶ κινδυνεύσει
10. τὰ μέγιστα. κατὰ μὲν οὖν τοὺς ἐπὶ στεγνώσει συνόχους
11. ἰσχυρᾶς οὔσης ὡς τὰ πολλὰ τῆς δυνάμεως ἀκίνδυνος ἡ
12. κένωσις, ἐν ἑτέροις δὲ νοσήμασιν ἐσχάτως ἐστὶ κινδυνώδης,
13. οἷον ἐπὶ τῆς διαφθορᾶς εἰ τύχοι τῶν χυμῶν· ἐν καιρῷ γὰρ
14. ἂν εἴη μνημονεύειν αὐτῆς ὑπὲρ τοῦ καὶ τοὺς τῆς φλεβοτομίας
15. ἅπαντας σκοποὺς ἐν τούτῳ τῷ βιβλίῳ διορίζειν. τὸ
16. τοίνυν διεφθαρμένον ἀλλότριόν ἐστι τῇ φύσει, τὸ τοιοῦτον
17. δ’ ἐνδείκνυται τὴν ἄρσιν. ἐὰν οὖν ἡ διαφθορά ποτε μετὰ
18. δυνάμεως ἀσθενοῦς συμπέσῃ, μάχεται τῆς διαθέσεως τὸ βοήθημα
1. τῇ φυλακῇ τῆς δυνάμεως. ἡ μὲν γὰρ διάθεσις ἐνδείκνυται
2. τὴν κένωσιν ἤτοι διὰ φλεβοτομίας ἢ καθάρσεως· οὐδετέραν
3. δ’ αὖ ἡ ἄῤῥωστος οἴσει δύναμις. ἐπεὶ τοίνυν ἐν ἁπάσαις
4. ταῖς τοιαύταις μάχαις ἄπορος ἡ βοήθεια γίνεται, ποτὲ
5. μὲν ὅλως ἀνίατος ἡ διάθεσις ἔσται, ποτὲ δὲ ἐν χρόνῳ καὶ
6. μόγις ἰατροῦ μεγάλου τυχοῦσα δύναιτ’ ἂν ἰαθῆναι. χρὴ γὰρ
7. δηλονότι κατὰ τὰς τοιαύτας ἐναντιώσεις τῶν ἐνδείξεων κατὰ
8. βραχὺ μὲν ἐκκενοῦν τὸ μοχθηρὸν, κατὰ βραχὺ δ’ ἀντ’ αὐτοῦ
9. τὸ χρηστὸν ἐντιθέναι. καλεῖται δ’ ἐπίκρασις ὑπὸ τῶν ἰατρῶν
10. ἡ τοιαύτη θεραπεία τῆς κακοχυμίας.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 9.10, ed. Kühn, 1825, vol. 10, p. 635-640. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩