Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 9.13, ed. Kühn, 1825, vol. 10, p. 642-645. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.13

16. Ἕξει τοίνυν καὶ ἡ δύναμις ἀεὶ τὴν ἔνδειξιν
17. μίαν, ἥτις ἐστὶν ἑαυτῆς φυλακή. ἐκ τίνων οὖν φυλαχθήσεται;
18. κατὰ μὲν πρῶτον λόγον ἐκ τοῦ τῆς οὐσίας αὐτῆς τὸ κενούμενον
1. ἢ ἀλλοιούμενον ἐπανορθοῦσθαι, κατὰ δεύτερον δ’ ἐκ
2. τοῦ κωλύειν ἡμᾶς τὰ κενοῦν ἢ ἀλλοιοῦν τὴν οὐσίαν αὐτῆς
3. δυνάμενα. περιλαμβανέσθω δ’ ἐν τοῖς ἀλλοιοῦσι βραχυλογίας
4. ἕνεκα καὶ τὰ τὴν συνέχειαν ἑαυτῆς διασπῶντα. ταῦτ’ οὖν ἀεὶ
5. τῆς δυνάμεως ἐνδεικνυμένης, ἐπὶ μὲν τῶν ὑγιαινόντων, ὡς
6. εἴρηται, συμφωνία τῶν πραττομένων ἁπάντων ἐστὶν εἰς τὴν
7. διαμονὴν αὐτῆς, ἐπὶ δὲ τῶν νοσούντων οὐκ ἀεί. κᾀν τούτῳ
8. χρὴ σκοπεῖσθαι τὸ ἐπικρατοῦν ἤτοι κατὰ τὸ μέγεθος ἢ καὶ
9. κατὰ τὴν ἀξίαν, ὡς καὶ πρόσθεν ἐλέγετο. μέγιστον μὲν οὖν
10. ἀξίωμα τὸ τῶν δυνάμεών ἐστιν· αὐτὸ γὰρ τὸ ζῇν ἡμῖν ἐκ
11. τῆς τούτων ὑπάρχει φυλακῆς, ἐπειδὴ καὶ τὴν ζωὴν ἀναγκαῖον
12. ἤτοι αὐτὰς τὰς δυνάμεις ἢ τὰς ἐνεργείας αὐτῶν ὑπάρχειν·
13. οὐδὲν δ’ ἂν εἴη τῆς ζωῆς πρότερον ἐν τοῖς ζώων σώμασιν,
14. ὅτι μηδ’ ὑγιαίνειν οἷόν τε χωρὶς τοῦ ζῇν. ἡ δύναμις οὖν
15. ἁπάντων πρῶτον φυλακτέα τοῖς ἀνθρώποις ἐστὶν ἐκ τοῦ
16. μήτε κενοῦσθαι τὴν οὐσίαν αὐτῆς μήτ’ ἀλλοιοῦσθαι τοσαύτην
17. ἀλλοίωσιν, ὅση πλησιάσει φθορᾷ. καὶ ταύτης τῆς φυλακῆς
18. ἐστὶ μόριον, ὅταν τὴν εὐκρασίαν ἤτοι φυλάττομεν οὖσαν
1. ἢ οὐκ οὖσαν ἐργαζόμεθα. μετὰ δὲ τὴν δύναμιν ἡ ἀπὸ τῶν
2. διαθέσεών ἐστιν ἔνδειξις, ἃς θεραπεύειν πρόκειται, κᾄπειτα
3. ἑξῆς τἄλλα. πᾶν οὖν ὅπερ ἂν μάχηται τῇ ἀπὸ τῆς δυνάμεως
4. ἐνδείξει, δεύτερόν ἐστι καὶ ὕστερον ὧν ἐκείνη κελεύει. τὰ δ’
5. εἰς ταὐτὸ συμβαίνοντα τοῖς ἐκείνῃ συμφέρουσιν ἀμφοτέρας
6. ἔχει τὰς ψήφους, καὶ τὴν τῶν πρωτείων ὡς ἂν εἴποι τις καὶ
7. τὴν τῶν δευτερείων. ὥστε ταῦτα μὲν ἀναμφισβητήτως ποιητέα,
8. τὰ δ’ ἐναντιούμενα ποτὲ μὲν οὐδ’ ὅλως ἐστὶ ποιητέα,
9. ἐνίοτε δ’ ἐπ’ ὀλίγον. εἰ γὰρ ἡ διάθεσις ἣν θεραπεύειν προαιρούμεθα
10. χρῄζει κενώσεως, ἄῤῥωστος δ’ ἡ δύναμις ἐσχάτως
11. ὑπάρχει τῶν τὴν διάθεσιν ἰωμένων, οὐδὲν τῷ κάμνοντι προσάξωμεν
12. ἐν ἐκείνῳ τῷ χρόνῳ παντὶ, καθ’ ὅσον ἀνατρέφομεν
13. τὴν δύναμιν. ὅταν δ’ εἰς τοσοῦτον ἰσχύος ἥκειν αὐτὴν
14. ὑπολάβωμεν ὡς ἤτοι μηδὲν ἢ ὀλίγον ὑπὸ τῆς κενώσεως βλάπτεσθαι,
15. τηνικαῦτα καὶ πρὸς τὴν τῆς διαθέσεως ἴασιν ἀφιξόμεθα.
16. πρῶτος μὲν οὖν ἁπάντων σκοπὸς ὁ τῆς δυνάμεώς
17. ἐστιν· οὐ μὴν ὡς θεραπευτικός γε πρῶτος, ὅς γε τὴν ἀρχὴν
18. οὐδὲ τῶν θεραπευτικῶν ἐστιν, ἀλλ’ ὡς ἂν εἴποι τις τῶν ζωτικῶν.
1. οὐ γὰρ ἵν’ ὑγιαίνωμεν, οὐδ’ ἵν’ ἀπαλλαγῶμεν νόσων,
2. ἐξ αὐτῆς τι πρώτως λαμβάνομεν, ἀλλ’ ἵνα ζῶμεν. πρόσκειται
3. δ’ ἐν τῷ λόγῳ τὸ πρώτως, ὅτι γε καὶ κατὰ συμβεβηκός ποτε
4. τῆς δυνάμεως ἡ ῥῶσις εἰς τὴν τῆς διαθέσεως ἴασιν ὑπάρχει
5. χρήσιμος. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς ἐπιδειξόμεθα.

Cliquer un n° de page pour en afficher l’image