6. Ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἐπανέλθωμεν,
7. εἰς ὀλίγα κεφάλαια συνόψεως ἕνεκα τὸ πᾶν ἀθροίσαντες. οἱ
8. θεραπευτικοὶ σκοποὶ παρά τε τοῦ νοσήματός εἰσι καὶ τῆς τοῦ
9. σώματος κράσεως καὶ τρίτου τοῦ περιέχοντος ἡμᾶς ἀέρος.
10. εἰ δ’ ἔμπροσθεν ἕτεροί τινες εἶεν, ἢ καὶ αὖθις οὐχ οὗτοι
11. μόνον, ἀλλὰ καὶ ἄλλοι ῥηθεῖεν ἐκ τῆς τούτων τομῆς ἅπαντες
12. φανοῦνται γιγνόμενοι. ἡ μὲν γὰρ κρᾶσις τοῦ σώματος ἡ
13. κατ’ ἐκεῖνον τὸν καιρὸν, ἡνίκα νοσεῖν ἤρξατο, πρὸς τὴν εὕρεσιν
14. τῶν ἰαμάτων ὑπάρχουσα χρήσιμος, ἐκ φύσεως καὶ ἡλικίας
15. καὶ ἐθῶν καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γεννᾶται. τὸ περιέχον
16. δ’ αὐτὸ τοιοῦτον εἰργάσθη διά τε τὴν χώραν καὶ τὴν
17. ὥραν καὶ τὴν κατάστασιν. ἓν τοίνυν ἑκάτερον αὐτῶν ὑπάρχον
18. ἐκ πολλῶν γίνεται τοιοῦτον. ἡ δέ γε διάθεσις οὐχ ὡς
1. εἰς αἰτίας τέμνεσθαι πέφυκεν, ἀλλ’ ὡς εἰς διαφοράς· ἤτοι γὰρ
2. ἐν τοῖς ὁμοιομερέσιν ἐστὶν, ἢ ἐν τοῖς ὀργανικοῖς συνίσταται
3. μορίοις. ἐν μὲν οὖν τοῖς ὁμοιομερέσιν ἤτοι γ’ ἁπλῆ τις ἢ
4. σύνθετος ὑπάρχουσα δυσκρασία, ἐν δὲ τοῖς ὀργανικοῖς περὶ
5. τὴν τῶν ἁπλῶν μορίων γιγνομένη θέσιν, ἢ διάπλασιν, ἢ
6. ἀριθμὸν, ἢ μέγεθος, ὅσαι τε καθ’ ἕκαστον τούτων ἐδείχθησαν
7. οὖσαι διαφοραί. ταῦτ’ οὖν ἐστι τρία τὰ πρῶτα τὰ τὴν θεραπείαν
8. ἐνδεικνύμενα, τὸ περιέχον ἅμα ταῖς διτταῖς τοῦ
9. σώματος ἤτοι διαθέσεσιν ἢ κατασκευαῖς ἥδιόν σοι φάναι,
10. μιᾷ μὲν τῇ κατὰ φύσιν, ἑτέρᾳ δὲ τῇ παρὰ φύσιν, ἥτις τὸ
11. νόσημά ἐστιν. ὅτι δ’ οὐκ ἐνδέχεται αὐτὰ τὰ πρῶτα γένη τῶν
12. θεραπευτικῶν σκοπῶν πλείω τῶν εἰρημένων τριῶν ὑπάρχειν
13. ἐξ αὐτῆς τῆς τῶν πραγμάτων οὐσίας ἔνεστί σοι μαθεῖν. τὸ
14. μὲν γὰρ νόσημα καὶ ἡ ὑγεία διαθέσεις εἰσὶ τοῦ σώματος, ἡ
15. μὲν τὴν ἀναίρεσιν ἐνδεικνυμένη τὴν ἑαυτῆς, ἡ δὲ τὴν τήρησιν·
16. τὸ περιέχον δὲ, οὗ χωρὶς οὔτ’ ἀνελεῖν οἷόν τε τὴν νόσον οὔτε
17. κτήσασθαι τὴν ὑγείαν, τουτὶ μὲν οὖν τὸν ὧν οὐκ ἄνευ λόγον
18. ἐπέχει. τὸ νοσοῦν δ’ ἀλλοιοῦντες, εἰ μὴ γινώσκοιμεν εἰς ὅ τι
1. μεθιστῶμεν οὐδ’ ὁπότε παυσόμεθα τῆς ἀλλοιώσεως εἰσόμεθα.
2. καθόλου οὖν ἐπὶ πάσης τῆς θεραπείας ἐν τούτοις τοῖς τρισὶ
3. γένεσιν οἱ σκοποὶ τοῖς πλείστοις εἰσί. κατὰ μέρος δὲ, ὡς ἔμπροσθεν
4. εἴρηται, τινὲς μὲν τῶν ἁπλῶν μορίων εἰσὶν ἴδιοι, τινὲς
5. δὲ τῶν συνθέτων. ἓν δή τι τῶν ἐγγινομένων τοῖς ἁπλοῖς ἐστιν
6. ἡ κατὰ τὸ θερμὸν δυσκρασία. ταύτης δ’ εἰς ὅλον ἐκταθείσης
7. τὸ σῶμα πυρετὸς τοὔνομα. καὶ τοίνυν ἅπαντος πυρετοῦ,
8. καθόσον ἐστὶ πυρετὸς, ὑγρότης καὶ ψύξις ἰάματα. μόνου
9. μὲν οὖν ὄντος αὐτοῦ σκοπὸς ἁπάντων τῶν βοηθημάτων
10. κοινὸς ὁ νῦν εἱρημένος, ὥστε οὐδὲν ἔτι δεῖ πρὸς τὴν
11. ἴασιν ἀλλ’ ἢ τὰς ὕλας ἐξευρεῖν ἐν αἷς ὁ σκοπὸς, εὑρόντας
12. δὲ τὰς ὕλας τὸν μὲν καιρὸν ἐξ αὐτῶν τῶν τεσσάρων τοῦ
13. πυρετοῦ λαμβάνειν καιρῶν, τὸ ποσὸν δ’ ἐκ τοῦ παραβάλλειν
14. τῷ κατὰ φύσιν τὴν νόσον. εἰς ὅσον γὰρ ἀποκεχώρηκε τοῦ
15. κατὰ φύσιν, εἰς τοσοῦτον χρὴ ψύχειν τε καὶ ὑγραίνειν τὸν
16. κάμνοντα. τὸ περιέχον δὲ, εἰ μὲν ἐναντίαν ἔχοι τῷ νοσήματι
17. τὴν κρᾶσιν, ἕν τι τῶν βοηθημάτων ἐστίν· εἰ δὲ ὁμοίαν, ἕν τι
18. τῶν νοσωδῶν αἰτίων. διότι δὲ τὰς μὲν ἄλλας ὕλας ἐκλέξασθαί
1. τε καὶ φυγεῖν δυνάμεθα, τὴν δ’ ἐκ τοῦ περιέχοντος οὐχ
2. οἷόν τ’ ἐστὶ φυγεῖν, ἀλλ’ ἀναγκαῖον χρῆσθαι τῇ παρούσῃ
3. καταστάσει, διὰ τοῦτο καὶ ταύτῃ προσέχειν ἀναγκαζόμεθα,
4. πολλάκις μὲν ὁμολογούσῃ τῇ κατὰ τὸ νόσημα ἐνδείξει, ὡς
5. εἴπομεν, πολλάκις δ’ ἐναντιουμένῃ τε καὶ ἀντιπραττούσῃ.
6. λόγον μὲν οὖν ἕξει τὸ περιέχον, ὡς εἴπομεν, ἐνίοτε μὲν ὕλης
7. ἰωμένης, ἐνίοτε δὲ ὡς αἰτίου νοσάζοντος. εἰ μὲν γὰρ ὑγραίνεσθαι
8. καὶ ψύχεσθαι δεομένης τῆς νόσου ταῦτ’ ἐργάζοιτο,
9. λόγον ὕλης ἔχει θεραπευτικῆς· εἰ δὲ θερμαίνοι καὶ ξηραίνοι,
10. νοσῶδες αἴτιον γίγνεται. συμφωνοῦντος μὲν οὖν αὐτοῦ
11. ταῖς θεραπευτικαῖς ἐνδείξεσιν ἀσμενιστέον, ἐναντιουμένου δὲ
12. κωλυτέον τὴν βλάβην, ἐπιτείνοντάς τε καὶ παραυξάνοντας
13. τῶν ἄλλων βοηθημάτων τήν θ’ ὑγρότητα καὶ τὴν ψύξιν. ἐπιτηδευτέον
14. δὲ καθ’ ὅσον ἐγχωρεῖ αὐτὸ τὸ περιέχον οἷον χρὴ
15. κατασκευάζειν, ὑγροτέρους τε καὶ ψυχροτέρους οἴκους αἱρούμενόν
16. τε καὶ κατασκευάζοντα· καθάπερ εἰ καὶ ψυχρὸν καὶ
17. ὑγρὸν εἴη τὸ εἶδος τῆς νόσου, τὸ θερμαίνειν καὶ ξηραίνειν
18. ἐνδεικνυμένης, αἱρεῖσθαί τε καὶ κατασκευάζειν οἴκους θερμαίνοντάς
1. τε καὶ ξηραίνοντας. αἱρεῖσθαι μὲν οὖν λέγω τοὺς ἐξ
2. ἑαυτῶν τοιούτους, κατασκευάζειν δὲ ἐπιτεχνώμενον, ἐν μὲν
3. τῷ θέρει καταγείους τε καὶ πρὸς ἄρκτον ἐστραμμένους αὐτοὺς,
4. ῥαίνοντα συνεχῶς τὸ ἔδαφος αὐτῶν, ἐξ εὐρίπου τέ
5. τινος αὔραν εἰσπνεῖν ἐπιτεχνώμενον, ἄνθη τε καὶ βλαστήματα
6. δυνάμεως ὑγρᾶς τε καὶ ψυχρᾶς ἐπὶ τοῦ ἐδάφους καταῤῥίπτοντα,
7. χειμῶνος δὲ τἀναντία τούτων ἐπιτεχνώμενον, ὅταν
8. γε τὸ νόσημα κελεύῃ ποιεῖν, ὡς εἴρηται· μὴ κελεύοντος δὲ,
9. τὴν ἀμετρίαν μόνην ἑκατέρας τῆς ὥρας κωλυτέον. ὑπὲρ ἧς
10. ἐξ ἀνάγκης μοί τι καὶ μετὰ ταῦτα λεχθήσεται. νυνὶ γὰρ οὐ
11. τὰς ὕλας τῶν βοηθημάτων ἔγνωκα κρίνειν, ἀλλὰ τὰς μεθόδους
12. ἐκδιδάσκειν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 9.14, ed. Kühn, 1825, vol. 10, p. 645-649. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩