Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 9.15, ed. Kühn, 1825, vol. 10, p. 649-653. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.15

13. Ἀνάγωμεν οὖν αὖθις ἐπὶ ταύτας τὸν λόγον,
14. ἐπιδεικνύντες ὅπως ὀλίγοι τε καὶ πολλοὶ γίγνονται σκοποὶ
15. θεραπευτικοὶ κατὰ διαφόρους τομάς. τρεῖς τε γὰρ οἷόν τε
16. ποιῆσαι τοὺς πάντας, ὡς ἀρτίως ἐποιήσαμεν, εἰς ὀλίγα κεφάλαια
17. τὸ πᾶν ἀνάγοντες· ἕκαστόν τε πάλιν αὐτῶν τέμνοντες
18. πολλοὺς ἐξ αὐτῶν ποιήσασθαι, καθάπερ καὶ τοῦτο ἤδη δέδεικται.
1. καὶ μέντοι καὶ αὐτῶν τῶν τμημάτων ἕκαστον οἷόν τε
2. τέμνειν αὖθις, ἄχρις ἂν ἐπί τι τῶν ἀτμήτων ἀφικώμεθα. καὶ
3. τὰ πρῶτα δὲ πάντων εἰρημένα τρία δυνατὸν εἰς ἐλάττω συναγαγεῖν,
4. ὡς εἶναι δύο τὰ πάντα κεφάλαια τῶν τὴν θεραπείαν
5. ἐνδεικνυμένων σκοπῶν τήν τ’ ἐνεστῶσαν διάθεσιν, ἣν νόσον
6. ὀνομάζομεν, ἣν τ’ ἔμπροσθεν εἶχεν, ἣν ὑγείαν τε καὶ τὸ κατὰ
7. φύσιν ἐκαλοῦμεν. οὐ γὰρ δὴ ἄλλο γέ τι τὸ ὑγιάζειν
8. ἐστὶ παρὰ τὸ τὴν νῦν οὖσαν ἐν τῷ σώματι διάθεσιν εἰς τὸ
9. κατὰ φύσιν ἄγειν· ἐναντίων δ’ οὐσῶν τῶν διαθέσεων ἀναγκαῖόν
10. ἐστι δι’ ἐναντίαν γίγνεσθαι τὴν εἰς ἀλλήλας αὐτῶν μετάπτωσιν.
11. καὶ οὕτως αὖ πάλιν εἷς μόνος ὁ γενικώτατος ἔσται
12. σκοπὸς τῶν ἰαμάτων ἡ ἐναντίωσις. ἐντεῦθεν οὖν πάλιν ἀρξάμενοι
13. τοὺς κατὰ μέρος ἐξεύρωμεν. ἐπειδὴ τὸ νοσοῦν ἐναντίον
14. ἐστὶν ὑγιαίνοντι, δι’ ἐναντίων ἡ ὁδὸς ἐπ’ αὐτῶν. πῶς
15. δ’ εὑρεθήσεται τὸ ποσὸν ἐν τοῖς ἐναντίοις; οὐ γὰρ ἀρκεῖ δήπου
16. προσαγαγεῖν τὰ ψύχοντα ταῖς θερμαῖς διαθέσεσιν ἄνευ
17. τοῦ προσήκοντος μέτρου· κίνδυνος γὰρ ἐλλείποντας μὲν ἀπολιπεῖν
1. τι καὶ τῆς νόσου λείψανον, ὑπερβάλλοντας δὲ γένος
2. ἐναντίον ἀπεργάσασθαι νοσήματος. ὁ γὰρ ἐπὶ πλέον ἢ χρὴ
3. ψύχων τὸ θερμὸν νόσημα τὴν ὑγιεινὴν ὑπερβὰς συμμετρίαν,
4. ἕτερον ἐργάσεται νόσημα ψυχρόν. ὅπως οὖν τοῦτο μὴ γίγνοιτο,
5. τὴν φύσιν ἐπίστασθαι χρὴ τοῦ θεραπευομένου σώματος,
6. ἵν’ ὁπόσον ἀφέστηκεν αὐτοῦ ἡ νόσος τῆς συμμετρίας
7. γνόντες ἐπιθῶμεν τῷ ψύχοντι βοηθήματι τὸ μέτρον. ἀλλ’
8. οὐχ οἷόν τε τὴν ἀπόστασιν αὐτῶν ἐξευρεῖν, εἰ μὴ γνοίημεν
9. εἰς ὅσον ἦν ὑγρὸν, ἢ ξηρὸν, ἢ θερμὸν, ἢ ψυχρὸν ὅθ’
10. ὑγίαινεν, εἰς ὅσον δ’ ἐξέστηκεν ἐν τῷ νοσεῖν. τὸ μὲν γὰρ
11. ἐπὶ πλεῖστον προκεχωρηκὸς τοῦ κατὰ φύσιν ἰσχυρῶν δεῖται
12. τῶν ἐναντίων, τὸ δ’ οὐκ ἐπὶ πλεῖστον ἀσθενῶν. ἐπὶ πλεῖστον
13. μὲν οὖν ἀφέστηκε τὸ ψυχρὸν νόσημα τοῦ φύσει θερμοῦ
14. σώματος, ὥσπερ γε καὶ τὸ θερμὸν τοῦ ψυχροῦ· ἔλαττον δὲ
15. ἀφέστηκε τὸ μὲν θερμὸν τοῦ θερμοῦ, τὸ δὲ ψυχρὸν τοῦ ψυχροῦ,
16. ὥστ’ ἐξ ἀμφοῖν ἡ ἔνδειξις. ἀλλ’ ἐπεὶ τῶν μὲν ἄλλων
17. ἁπάντων βοηθημάτων τῆς ὕλης ἡ ἔκλεξις ἐφ’ ἡμῖν ἐστι, τῆς
18. δὲ τοῦ περιέχοντος οὐκ ἐφ’ ἡμῖν, εὔλογον δήπου κᾀκ τούτου
1. τὴν ἔνδειξιν λαμβάνειν. ἀλλ’ ἐπεὶ διαγινώσκειν προσήκει τὰς
2. κράσεις τῶν σωμάτων ἀκριβῶς, ἔστι δὲ πάνυ χαλεπὸν τὸ
3. τοιοῦτον, πειρατέον μὲν δήπου καὶ ἐκ τῶν ἐν τοῖς περὶ κράσεων
4. εἰρημένοις ἐξευρίσκειν αὐτάς· ἐξ ἐπιμέτρου δὲ πρὸς
5. ἐπιστημονικωτέραν διάγνωσιν, ἀπό τε τῆς ἡλικίας καὶ τοῦ
6. προηγουμένου βίου παντὸς, ὃς ἐξ ἐπιτηδευμάτων τε καὶ διαίτης
7. συνέστηκε καὶ τῆς ἐν τῷ τοιῷδε χωρίῳ καὶ ὥρᾳ τῇδε
8. καὶ καταστάσει τῇδε διατριβῆς. εἰ μὲν γὰρ ἰσχνὸς φύσει καὶ
9. θερμὸς ἁπτομένῳ καὶ χολώδης καὶ θυμικὸς καὶ δασὺς, θερμὸς
10. οὗτός ἐστι καὶ ξηρὸς τὴν κρᾶσιν, οὐ μὴν ἐξ ἀνάγκης γε
11. καὶ νῦν, ὁπότε νοσεῖν ὑπήρξατο, τὴν αὐτὴν ἀκριβῶς ἔχει διάθεσιν.
12. ἐγχωρεῖ γὰρ αὐτῷ βίον ἀργὸν ἐν ὑγροῖς καὶ ψυχροῖς
13. ἐδέσμασί τε καὶ ποτοῖς γεγονέναι· καὶ πρὸς τούτοις ἔτι καὶ
14. βαλανείοις ἐπὶ τροφαῖς καὶ ὕπνοις πολλοῖς ἐν ὑγρῷ καὶ
15. ψυχρῷ χωρίῳ χειμῶνος, ὑγρᾶς καὶ ψυχρᾶς ἐπικρατούσης
16. καταστάσεως, ὥσπερ γε τἀναντία τούτων ἐγχωρεῖ προηγήσασθαι,
17. τουτέστι τὰ θερμαίνοντα καὶ ξηραίνοντα καθ’ ἕκαστον
18. τῶν εἰρημένων γενῶν. ἐξ αὐτῶν οὖν τῶν προηγησαμένων
1. ἀναπληρώσομεν ὅσον ἂν ἐνδεὲς ἔχωμεν εἰς τὴν τῆς ἐνεστώσης
2. διάγνωσιν κράσεως, ἐξ ἐκείνης δὲ εὑρεθείσης τὴν τῶν ποιητέων
3. ἔνδειξιν ἕξομεν.

Cliquer un n° de page pour en afficher l’image