4. Ἐλέγετο γοῦν ἔμπροσθεν ἐπὶ τῆς τοῦ ψυχροῦ
5. δόσεως ἕν τι καὶ τοῦτο ἐπισκεπτέον εἶναι, μή τι τῶν
6. μορίων φύσει ψυχρὸν ὂν ἐκ τῆς πόσεως αὐτοῦ βλαβείη
7. μεγάλως. ἆρ’ οὖν ἐγχωρεῖ τὴν κρᾶσιν ἑκάστου τῶν μορίων
8. ἐπὶ τοῦ κάμνοντος ἀνθρώπου, χωρὶς ὧν εἴπομεν σημείων ἐν
9. ταῖς περὶ τούτων πραγματείαις ἐξευρεῖν; ἐκεῖνοι μὲν οὖν
10. οὔτε ζητοῦσιν οὔτε ἴσασιν, ἀλλὰ καὶ κατὰ τὴν παροιμίαν
11. ἑνὶ καλόποδι πάντας ὑποδέουσιν. ἡμεῖς δὴ ζητήσαντες εὕρομεν
12. ὅτι διὰ πολλῶν καὶ δυσκόλων γνωσθῆναι γνωρισμάτων
13. ἑκάστου τῶν μορίων ἡ κρᾶσις εὑρίσκεται, στοχαστικῶς μᾶλλον
14. ἢ ἐπιστημονικῶς. ἐὰν τοίνυν φανῇ τι γνωρισμάτων
15. πολλῶν τε καὶ μακρῶν ἀκριβέστερον ἓν, οὐκ ἂν ἀποῤῥίψαντες
16. ἐκεῖνα τοῦτο ἀντὶ πάντων ἑλοίμεθα; πᾶς, οἶμαι, νοῦν
17. ἔχων ὁμολογήσει. καὶ μὴν οὐδ’ ἐγγύς ἐστι τῇ πίστει τὰ γνωρίσματα
18. τῶν κράσεων ἅπαντα συνελθόντα πρὸς τὴν ἐκ τοῦ
1. ἔθους ἔνδειξιν. εἰ γὰρ ὑγιαίνων τις ἔπινεν ἀεὶ ψυχρὸν, οὔθ’
2. ἧπαρ οὔτε κύστιν οὔτε κοιλίαν οὔτ’ ἄλλο τι τῶν τοιούτων
3. βλαπτόμενος, εὔδηλον ὡς ἰσχυρά τ’ ἐστὶν ἅπαντα ταῦτα
4. καὶ οὐδ’ ἂν νῦν ὑπὸ τοῦ ψυχροῦ βλαβείη. μὴ τοίνυν μικρόν
5. τινα καὶ φαῦλον σκοπὸν εἰς βοηθημάτων εὕρεσιν ὑπολαμβάνωμεν
6. εἶναι τὸ ἔθος, ὥσπερ οὐδ’ εἰς ὑγείας φυλακήν. οὐδεὶς
7. γὰρ ἀνθρώπων οὕτως ἐστὶν ἔμπληκτος ὡς μεγάλως βλαπτόμενος
8. ὑπὸ τῆς τοῦ ψυχροῦ πόσεως εἰς πολυχρόνιον ἔθος
9. ἀγαγεῖν τὴν χρῆσιν· ἐν γὰρ τῷ μεταξὺ βλαβεὶς ἐναργῶς ὑπ’
10. αὐτοῦ καὶ νοσήσας ἀποστήσεται πάντως. ὥσπερ οὖν ἄλλα
11. πολλὰ παρὰ τὰς κοινὰς ἐννοίας ἐνίοις ἐῤῥέθη τῶν ἰατρῶν,
12. οὕτω καὶ τὸ μηδεμίαν εὕρεσιν ἢ διαίτης ὑγιεινῆς ἢ θεραπείας
13. νοσούντων ἐξ ἔθους γίγνεσθαι. φαίνεται γὰρ οὐχ
14. ὥσπερ ἄλλ’ ἄττα σμικρὰν καὶ φαύλην ἔχον τὴν δύναμιν,
15. ἀλλὰ μεγίστην τε καὶ κυριωτάτην, ὡς ἂν ἐνδεικνύμενον
16. ἑκάστου τῶν σωμάτων τὴν φύσιν. ἡμεῖς μὲν οὖν ἐξ αὐτοῦ
17. μεθόδῳ προερχόμενοι, τὴν διάθεσιν τῶν μορίων εὑρίσκεσθαί
18. φαμεν, εἶτ’ ἐξ ἐκείνης αὖθις ἐπὶ τὴν ἔνδειξιν ἔρχεσθαι τῶν
1. ποιητέων. ὁ δ’ ἐμπειρικὸς ὑπερβαίνειν φησὶ τὴν ζήτησιν τῆς
2. φύσεως, ἐφ’ ὃ γὰρ ἂν ὑπ’ αὐτῆς ἤχθη, τοῦτο ἔχειν ἤδη γνῶσιν
3. τοῦ μὴ βλάπτεσθαι τὸ τοῦ κάμνοντος σῶμα πόσει ψυχροῦ,
4. τοῦτο δ’ εἶναι τὸ ἐξ ἀρχῆς ἡμῖν προκείμενον οὐ τῷ
5. γνῶναι τὴν φύσιν. εἶτ’, οἶμαι, προσηκόντως ἡμᾶς μὲν ὡς μακρὰν
6. ὁδὸν εἰκῆ περιερχομένους ἐπισκώψειεν· τοῖς δ’ ὅλως
7. ἄχρηστον εἶναι λέγουσι τὸ ἔθος, ὡς μηδὲ τὸν κοινὸν νοῦν
8. ἔχουσιν, εἰκότως μέμψαιτο. τί ποτ’ οὖν φήσεις πρὸς αὐτοὺς
9. ἐροῦμεν ἡμεῖς οἱ μεθόδῳ τὴν τέχνην συνιστάμενοι; τί δ’
10. ἄλλο γε ἢ ὅτι τἀληθῆ λέγουσιν ἐπὶ τῶν οὕτως ἐναργῆ τὴν
11. ὠφέλειαν ἢ βλάβην ἐχόντων ἐθῶν; ἴσασι γὰρ ἅπαντες αὐτὰ
12. καὶ πρὸ τῆς μεθόδου. τῶν δ’ ἄλλων ἐθῶν ἔνια τῶν κατὰ
13. βραχὺ μεγάλην ἀθροιζόντων τὴν βλάβην οὐκέθ’ οἶόν τ’ ἐστὶ
14. δι’ ἐμπειρίας ἐξευρεῖν· εἴρηται δὲ περὶ τῶν τοιούτων ἐπὶ
15. πλέον ἐν τοῖς ὑγιεινοῖς. ὅθεν εἰ κᾀν τῇ τοῦ ψυχροῦ δόσει
16. χωρὶς τῆς μεθόδου τὸ ἔθος ἱκανὸν, οὐδ’ ἡμεῖς δήπου τὴν
17. ἐμπειρίαν ἐκφεύγομεν, ἀλλ’ ὅσα περ ἐκεῖνοι πάντα ἐξ αὐτῆς
1. ὠφελούμενοι προστίθεμεν ἔξωθεν, οἵ γε προστιθέναι δυνάμενοι,
2. τὴν ἐκ τῆς τῶν πραγμάτων φύσεως ἔνδειξιν. ἐν δὲ τῷ
3. παρόντι λόγῳ τὴν ἀκολουθίαν τῆς μεθόδου φυλάττοντες
4. ὁμολογοῦμεν ὁδῷ μακροτέρᾳ ταὐτὸν εὑρίσκειν, ὃ διὰ βραχυτέρας
5. ἐνῆν ἐξευρεῖν ἀναλογισμοῦ χωρίς. ἑωρακότες γὰρ,
6. οἶμαι, πολλάκις ἤδη πολλοὺς τῶν καυσουμένων ἐν πυρετοῖς,
7. ὅταν ἤδη μετρίως ὦσιν οἱ χυμοὶ πεπεμμένοι, παραχρῆμα
8. λύσαντας ἤδη τὸν πυρετὸν ἐπὶ τῇ πόσει τοῦ ψυχροῦ, κᾂν
9. ἀήθεις ὦσιν αὐτοῦ, πολὺ δήπου μᾶλλον ἐλπίσομεν ἐπὶ τῶν
10. εἰθισμένων ἄνευ πάσης βλάβης ἔσεσθαι τὴν ὠφέλειαν. ἔχεις
11. οὖν ἤδη καὶ τὸν περὶ τῶν ἐθῶν λόγον, εἰ καὶ κατὰ τὸ πάρεργον,
12. ἀλλ’ ἱκανῶς διωρισμένον. ἓν γάρ τι καὶ τοῦτό ἐστι
13. τῶν ἐνδεικνυμένων τὰς ἰάσεις διὰ μέσης τῆς τοῦ νοσήματος
14. φύσεως, ὥσπερ γε καὶ ἡ ἡλικία. καὶ γὰρ καὶ αὕτη διὰ μέσης
15. τῆς κράσεως ἔχει τὴν ἔνδειξιν, οἷον ἡ τῶν παιδίων ὑγρὰν καὶ
16. θερμὴν ἔχουσα τὴν κρᾶσιν ἑτοίμως διαφορεῖται.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 9.16, ed. Kühn, 1825, vol. 10, p. 653-656. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩