17. Πρόσχες γάρ μοι κᾀνταῦθα τὸν νοῦν τῇ
18. διαφορᾷ τῶν σωμάτων. ἡ μὲν τῶν λίθων οὐσία μόνιμός ἐστι
1. διὰ ξηρότητα καὶ ψύξιν· οὕτως δὲ ἡ τοῦ χαλκοῦ καὶ τοῦ σιδήρου
2. καὶ ἡ τοῦ χρυσοῦ καὶ συνελόντι φάναι πάντων τῶν γεωδῶν
3. σωμάτων. ἡ δέ γε τῶν ὑγρῶν καὶ θερμῶν εἰς τὸ περιέχον
4. ἀεὶ σκίδναται τάχιστα, ποτὲ μὲν εἰς αἰσθητοὺς ἀτμοὺς
5. λυομένη, ποτὲ δ’ εἰς ἀδήλους μὲν τῇ ὄψει, τῷ λόγῳ δὲ γνωστὰς
6. ἀποῤῥοάς. αὗται μὲν οὖν αἱ φύσεις τῶν σωμάτων οἷον
7. ἐκ διαμέτρου πρὸς ἀλλήλας ἀντίκεινται· τῶν δ’ ἄλλων ἁπασῶν
8. ἐν μὲν τῇ ξηρᾷ καὶ ψυχρᾷ φύσει πλησιέστερον ὑπάρχουσαι
9. δυσδιαφόρητοι μέν εἰσιν, ἀλλ’ ἧττον σιδήρου καὶ
10. λίθου καὶ ἀδάμαντος. ἐν δὲ τῇ θερμῇ καὶ ὑγρᾷ διαφοροῦνται
11. μὲν ἑτοιμότερον, ἀλλ’ ἧττον καὶ αὗται τοῦ θερμανθέντος
12. ὕδατος. χωρὶς μὲν γὰρ θερμότητος οὐχ οἷόν τ’ ἐστι διαφορεῖσθαί
13. τι σῶμα, μενούσης αὐτοῦ τῆς οὐσίας ἐσφιγμένης τε
14. καὶ πεπιλημένης· ὑπὸ θερμότητος δ’ οὐχ ἅπαν, ἀλλ’ ὅσον
15. ἐπιτήδειόν ἐστιν εἰς ἀτμοὺς λύεσθαι· τοιοῦτον δ’ ἐστὶ δήπου
16. τὸ ὑγρόν. ἡ τοίνυν τῶν παιδίων οὐσία ῥᾷστα διαφορεῖται
17. καὶ σκεδάννυται, διότι πασῶν μέν ἐστιν ὑγροτάτη, ψυχροτάτη
1. δὲ οὐδεμιᾶς. ὥστε οὐ χρῄζει κενωτικοῦ βοηθήματος, ἐξ
2. ἑαυτῆς ἔχουσα τὸ κενοῦσθαι σύμφυτον. γίγνεται δὲ δήπου
3. καὶ διὰ χώραν θερμὴν καὶ ξηρὰν, ὥραν τε θερινὴν καὶ κατάστασιν
4. ἱκανῶς θερμὴν καὶ ξηρὰν ἡ διὰ τῆς ἐπιφανείας τοῦ
5. σώματος ἀξιόλογος κένωσις, ὥσπερ καὶ διὰ ταύτην τοὺς
6. δεομένους αἵματος ἀφαιρέσεως ἢ οὐδ’ ὅλως φλεβοτομήσομεν
7. ἢ ὀλίγον ἀφαιρήσομεν. ἔσονται δὲ καὶ κατὰ τὴν τομὴν
8. τήνδε πολλοὶ σκοποὶ, ἡ φύσις ἡ ἐξ ἀρχῆς, τὸ ἔθος, ἡλικία,
9. τὸ χωρίον, ἡ ὥρα τοῦ ἔτους, ἡ κατάστασις, ἔτι τε πρὸς τούτοις
10. ἡ νοσώδης διάθεσις ἣν θεραπεύομεν, ἑτέρῳ τε τρόπῳ
11. πρὸ αὐτῆς ἡ τοῦ κάμνοντος δύναμις. οὐσῶν δὲ δηλονότι
12. πολλῶν τῶν διαθέσεων ἰδίᾳ καθ’ ἑκάστην αὐτῶν ἡ ἔνδειξις·
13. ἀπὸ μὲν τῆς θερμῆς ἡ τοῦ ψύχειν, ἀπὸ δὲ τῆς ψυχρᾶς ἡ τοῦ
14. θερμαίνειν, ἑκάστης τε τῶν ἄλλων ὑπεναντίωσις, ὥστε ὀκτὼ
15. δυσκρασιῶν οὐσῶν ὀκτὼ καὶ τοὺς κατὰ μέρος εἶναι σκοποὺς
16. ἁπάντων τῶν ἐπιγιγνομένων νοσημάτων τοῖς ἁπλοῖς σώμασιν,
17. ἐξ ἐπιμέτρου δὲ τὸν κοινὸν πρὸς τὰς τῶν ὀργανικῶν
18. διαθέσεις, οὗ μηδὲν ὄνομα ἦν τοῖς ἔμπροσθεν, ἀλλ’ ἡμεῖς
1. ἀναγκασθέντες ἑρμηνεύειν αὐτὸ συνεχείας λύσιν ἐκαλέσαμεν,
2. ἐπεδείξαμέν τε τὸν κοινὸν κᾀνταῦθα τῆς θεραπείας σκοπὸν
3. εἶναι τὴν ἕνωσιν. ὅσοι δ’ ἐξ αὐτοῦ τούτου πάλιν τεμνόμενοι
4. κατὰ μέρος συνίστανται, διὰ τῶν τεττάρων ὑπομνημάτων
5. ἐδείχθησαν, τοῦ τρίτου τῶν ἐν τῇδε τῇ πραγματείᾳ καὶ τετάρτου
6. καὶ πέμπτου καὶ ἕκτου. νυνὶ μὲν οὖν ἔτι τὸν
7. περὶ τῶν δυσκρασιῶν ἐν τοῖς ἑξῆς ὑπομνήμασι ποιήσομαι
8. λόγον. συντελέσας δ’ αὐτὸν ἐπὶ τὰ τῶν ὀργανικῶν μορίων
9. ἀφίξομαι νοσήματα καὶ δείξω κατὰ τὴν αὐτὴν μέθοδον ἐν
10. αὐτοῖς τούς τε πρώτους ἁπάντων σκοποὺς, οὓς γενικωτάτους
11. ὀνομάζειν οὐδὲν κωλύει, καὶ τοὺς ἐκ τῆς τούτων τομῆς γενομένους·
12. εἶτ’ αὖθις τοὺς ἐξ ἐκείνων, ἄχρι περ ἂν ἐπί τι τῶν
13. μηκέτι ἐγχωρούντων τομὴν ἀφικώμεθα· ταύτην γὰρ ἡμᾶς ὁ
14. Πλάτων ἐδίδαξε μέθοδον ἁπάσης τέχνης συστάσεως. ἀλλὰ
15. περὶ μὲν τῶν ὀργανικῶν, ὡς ἔφην, αὖθις εἰρήσεται· νυνὶ δ’
16. ἀναμνησθέντες ἐν τίνι μέρει τῆς προκειμένης πραγματείας
17. ἐσμὲν, ἐπιθῶμεν ἤδη τῇ παρούσῃ διεξόδῳ τὴν προσήκουσαν
18. τελευτήν. ἓν δή τι γένος ἐστὶ νοσήματος ἐγγινόμενον τοῖς
1. ὁμοιομερέσι καὶ ἁπλοῖς ὀνομαζομένοις τοῦ ζώου μορίοις, ὃ
2. καλεῖται δυσκρασία. ταύτης τῆς δυσκρασίας ἐνίας μὲν ἐδείξαμεν
3. ἀλλοιουμένων τῶν σωμάτων κατὰ ψιλὰς ποιότητας,
4. ἐνίας δὲ μεθ’ ὕλης τινὸς εἰς αὐτὰ κατασκηπτούσης ἀποτελεῖσθαι,
5. γίγνεσθαι δ’ ἑκατέρας αὖ πάλιν ἤτοι περὶ ἓν ἢ πλείω
6. μόρια τῶν ζώων ἢ καὶ σύμπαν τὸ σῶμα. διελθόντες οὖν ἐν
7. τῷ τῆσδε τῆς πραγματείας ἑβδόμῳ γράμματι τὰς περὶ τὰ
8. μόρια συνισταμένας δυσκρασίας ἀλλοιουμένων μόνων τῶν
9. ποιοτήτων, ἑξῆς ἐν δυοῖν τούτοιν ἐπὶ τὰς εἰς ὅλον ἐκτεταμένας
10. τὸ ζῶον ἀφικόμενοι περὶ πρώτων ἔγνωμεν διαλεχθῆναι
11. τῶν πυρετῶν. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μὲν ἔτι γίνονται,
12. τῆς ἐργαζομένης αὐτοὺς αἰτίας ἐν τῷ σώματι περιεχομένης,
13. ἔνιοι δ’ ἐγένοντο μὲν, οἴχεται δ’ αὐτῶν τὸ ποιῆσαν αἴτιον,
14. ἄμεινον ἐδόκει τὸν λόγον ἐπὶ τούτους πρώτους ἄγειν, ἁπλῆν
15. τὴν πρώτην ἔνδειξιν ἔχοντας, εἶθ’ ἑξῆς αὐτῶν ἅψασθαι τῷ
16. λόγῳ κᾀκείνων τῶν πυρετῶν ὧν ἐν τῷ σώματι τὸ ποιοῦν
17. ἐστιν αἴτιον.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 9.17, ed. Kühn, 1825, vol. 10, p. 656-660. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩