9. Ἐπεὶ τοίνυν ἐν δυοῖν τούτοιν ἐστι τὸ
10. φυλάττεσθαι τὸν πυρετὸν, τῷ τε μὴ διαπνεῖσθαι πᾶσαν τὴν
11. ἀτμίδα καὶ τῷ συνεκθερμαίνειν τὰ ψαύοντα, τρεῖς ἀνάγκη
12. διαφορὰς ἐν τοῖς συνόχοις γίγνεσθαι πυρετοῖς, ἤτοι διαμένοντος
13. ἴσου τοῦ μεγέθους, ὃ κατὰ τὸν πρῶτον παροξυσμὸν
14. ἔσχεν ἀκμάσας, ἢ προστιθέντος, ἢ ἀφαιροῦντος ἀεί τι σμικρὸν,
15. καὶ ταῦτα ποιοῦντος ἢ ὁμαλῶς, ἢ ἀνωμάλως. ἂν μὲν
16. οὖν ἴσον ᾖ τῷ διαπνεομένῳ τὸ ἀναπτόμενον, οὔτ’
17. αὔξησιν οὔτε μείωσιν ἕξει τὸ πυρετῶδες θερμὸν, ἀλλ’ οὕτως
18. ἑαυτῷ διαμενεῖ παραπλήσιον ὡς εἰ μήτε προσετίθετο μηδὲν
1. αὐτῷ μήτ’ ἀφῃρεῖτο. διαφέρει γὰρ οὐδὲν εἴς γε τὴν τῆς ἰσότητος
2. διαμονὴν ἢ διαφυλάττεσθαι τὴν αὐτὴν οὐσίαν διαπαντὸς,
3. ἢ τῷ ἐκκενουμένῳ τὸ προστιθέμενον ἴσον ὑπάρχειν· εἰ
4. δέ γε θάτερον αὐτῶν ἐπικρατήσειεν, εἰ μὲν τὸ κενούμενον,
5. ἐλαττοῦσθαι τὸν πυρετὸν ἀναγκαῖόν ἐστιν· εἰ δὲ τὸ προστιθέμενον,
6. αὐξάνεσθαι πάντως. εὔδηλον δὲ καὶ ὡς τὸ μᾶλλόν
7. τε καὶ τὸ ἧττον ἕτερον ἑτέρου τὸν πυρετὸν αὐξάνεσθαί τε
8. καὶ μειοῦσθαι διὰ τὸ τῆς πλεονεξίας ἄνισον ἀναγκαῖόν ἐστι
9. γίγνεσθαι. ποτὲ μὲν γὰρ πλέονι μέτρῳ, ποτὲ δ’ ἥττονι πλεονεκτούσης
10. ἤτοι τῆς γενέσεως τῶν πυρετῶν ἢ τῆς διαπνοῆς,
11. οὔτε τοῖς αὐξανομένοις ἅπασιν ἴσην τὴν αὔξησιν οὔτε τοῖς
12. μειουμένοις τὴν καθαίρεσιν οἷόν τε γίγνεσθαι· παμπόλλην
13. δ’ εἶναι τὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφοράν. ἓν μὲν δὴ
14. τοῦτο τὸ γένος ἢ εἶδος ἢ ὅ τί περ ἂν ὀνομάζειν ἐθέλῃς
15. ἐστὶ συνόχων πυρετῶν, ἐκ τῆς αὐτῆς ὑπάρχον φύσεως τοῖς
16. ἐφημέροις. ἕτερον δ’ ὅταν ἐν ἅπασι τοῖς ἀγγείοις καὶ μάλιστα
17. τοῖς μεγίστοις ὁμοτίμως οἱ χυμοὶ διασήπωνται. τῶν τοιούτων
18. πυρετῶν οὐδέτερον ἐν ἰσχνῷ καὶ ψυχρῷ σώματι φιλεῖ συνίστασθαι,
1. τὰ πολλὰ δ’ ἐν πολυαίμοις τε καὶ πολυσάρκοις ἡ γένεσις
2. αὐτῶν. αἵ τε γὰρ ἐμφράξεις οὐχ ἱκαναὶ γεννῆσαι πυρετὸν
3. ἄνευ σήψεως, εἰ μὴ τὸ διαπνεόμενον εἴη πολὺ καὶ θερμὸν,
4. ἥ τε σηπεδὼν τῶν χυμῶν εἰς ἁπάσας τὰς μεταξὺ βουβώνων
5. τε καὶ μασχαλῶν φλέβας ὁμοτίμως τε καὶ διὰ ταχέων ἐκταθῆναι
6. κατὰ τὰς ψυχρὰς ἕξεις οὐ δύναται. δεῖται γὰρ ἀεὶ τὰ
7. σηπόμενα θερμά τ’ εἶναι καὶ ὑγρὰ καὶ δυσδιάπνευστα. διὰ
8. τοῦτο οὖν οὔτ’ ἐν ψυχραῖς ἡλικίαις οὔτ’ ἐν κράσεσι σωμάτων
9. ψυχραῖς, εἴτ’ οὖν ἔξ ἀρχῆς εἴτε καὶ νῦν εἴη γεγονότα ψυχρὰ,
10. σύνοχοι γεννῶνται πυρετοὶ, καθάπερ οὐδ’ ἐν ἰσχνοῖς ἢ
11. ἀραιοῖς, ἀλλὰ καὶ τῶν ἡλικιῶν ταῖς θερμαῖς καὶ τῶν φύσεων
12. καὶ τῶν ἐπικτήτων κράσεων ταῖς ὁμοίαις ἐγγίγνονται καὶ μᾶλλον
13. ὅταν εὔσαρκοί τε καὶ πολύαιμοι καὶ πυκνοὶ τὰς ἕξεις οἱ
14. κάμνοντες ὦσιν, ἢ περιττώμασι θερμοῖς πεπληρωμένοι. ταῦτ’
15. ὄρα τοῖς οὕτω πυρέττουσιν ὁ σφυγμὸς μέγιστός ἐστι, ὁμαλὸς
16. καὶ σφοδρός· καὶ τὴν σύστασιν τῆς ἀρτηρίας οὔτε σκληροτέραν
17. οὔτε μαλακωτέραν τοῦ κατὰ φύσιν ἔχων, τάχους δ’ εἰς
1. τοσοῦτον ἥκει καὶ πυκνότητος εἰς ὅσον ἂν ὁ πυρετὸς αὐτὸς
2. ἥκοι μεγέθους. κοινὰ μὲν οὖν ἀμφοῖν ταῦτα· πρόσεστι δ’
3. ἐξαίρετα θατέρῳ σημεῖα τὰ τῆς σήψεως, ἐν οὔροις τε καὶ
4. σφυγμοῖς καὶ τῷ τῆς θερμασίας ἀηδεῖ.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 9.3, ed. Kühn, 1825, vol. 10, p. 605-608. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩