Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 9.4, ed. Kühn, 1825, vol. 10, p. 608-616. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.4

5. Καὶ δὴ παραδείγματος ἕνεκα ἀναμνήσω
6. σε δυοῖν νεανίσκοιν οὓς ἐθεάσω μεθ’ ἡμῶν. ἦν δὲ ὁ μὲν ἕτερος
7. αὐτῶν ἐλεύθερος καὶ γυμναστικὸς, ὁ δ’ ἕτερος δοῦλος
8. οὐκ ἀγύμναστος μὲν, οὐ μὴν τά γε κατὰ παλαίστραν δεινὸς,
9. ἀλλ’ ὅσα δούλῳ πρέπει, τὰ ἐφήμερα γυμνάσιά τε ἅμα καὶ
10. ἔργα μεταχειρίζεσθαι. ὁ μὲν οὖν ἐλεύθερος τὸν χωρὶς σήψεως
11. ἐπύρεξε σύνοχον, ὁ δὲ δοῦλος τὸν μετὰ σήψεως. ὁποίαν
12. δ’ ἑκατέρῳ τὴν ἴασιν ἐποιησάμεθα καιρὸς ἂν εἴη λέγειν,
13. ἐπειδὴ μάλιστα μὲν χρὴ γυμνάζεσθαι τοὺς μανθάνοντας
14. ὁτιοῦν ἐπὶ παραδειγμάτων· οὐ γὰρ ἀρκοῦσιν αἱ καθόλου
15. μέθοδοι πρὸς τὴν ἀκριβῆ γνῶσιν. ἀμείνω δὲ τῶν παραδειγμάτων
16. ἐστὶν ὧν αὐτόπται γεγόναμεν· ὡς εἴ γε πάντες οἱ
17. διδάσκειν ἢ γράφειν ὁτιοῦν ἐπιχειροῦντες ἔργοις ἐπεδείκνυντο
1.
2. πρότερον αὐτὰ, παντάπασιν ἂν ὀλίγ' ἄττα ψευδῶς ἦν λεγόμενα.
3. νυνὶ δ' οἱ πλεῖστοι διδάσκειν ἄλλους ἐπιχειροῦσιν ἃ
4. μήτ' αὐτοί ποτ' ἔπραξαν μήτ' ἄλλοις ἐπεδείξαντο. τοὺς
5. μὲν οὖν πολλοὺς τῶν ἰατρῶν οὐδὲν θαυμαστὸν ἀμελήσαντας
6. ἤθους χρηστοῦ δοξοσοφίαν μᾶλλον ἢ ἀλήθειαν σπουδάσαι.
7. τὸ δ' ἡμέτερον οὐχ ὧδ' ἔχει. οὐ γὰρ δὴ χθὲς ἢ πρώην,
8. ἀλλ' εὐθὺς ἐκ μειρακίου φιλοσοφίας ἐρασθέντες ἐπ' ἐκείνην
9. ἥξαμεν πρῶτον. εἶθ' ὕστερον τοῦ πατρὸς ὀνείρασιν ἐναργέσι
10. προτραπέντος ἐπὶ τὴν τῆς ἰατρικῆς ἄσκησιν ἀφικόμεθα καὶ
11. δι' ὅλου τοῦ βίου τὰς ἐπιστήμας ἑκατέρας ἔργοις μᾶλλον ἢ
12. λόγοις ἐσπουδάσαμεν. οὐδὲν οὖν θαυμαστὸν ἐν ᾧ προσαγορεύουσιν
13. ἄλλοι, περιθέοντες ὅλην τὴν πόλιν ἐν κύκλῳ καὶ
14. συνδειπνοῦσι καὶ παραπέμπουσι τοὺς πλουτοῦντάς τε καὶ δυναμένους,
15. ἐν τούτῳ τῷ χρόνῳ παντὶ φιλοπονοῦντας ἡμᾶς
16. ἐκμαθεῖν μὲν πρῶτον ὅσα καλῶς εὕρηνται τοῖς παλαιοῖς,
17. ἔπειτα διὰ τῶν ἔργων αὐτὰ κρῖναί τε ἅμα καὶ ἀσκῆσαι. τὸν
18. τοίνυν γυμναστικὸν νεανίσκον ἀρξάμενον πυρέττειν ὥρας
19. πρώτης τῆς νυκτὸς ἐθεασάμεθα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν
1. ὥρας που τρίτης. εὑρόντες δὲ πυρετὸν ἱκανῶς μὲν θερμὸν,
2. ἀλλὰ καὶ τούς τε σφυγμοὺς ὁμαλοὺς καὶ μεγίστους καὶ ταχεῖς
3. καὶ πυκνοὺς καὶ σφοδροὺς καὶ τὴν τῆς θερμασίας ποιότητα
4. τὸ διαβρωτικὸν τῆς ἁφῆς οὐκ ἔχουσαν, ἔτι δὲ καὶ τὰ οὖρα τῇ
5. τε συστάσει καὶ τῇ χροιᾷ τῶν κατὰ φύσιν οὐ πάνυ λειπόμενα,
6. πυθόμενοί τε τοῦ τῶν γυμνασίων ἔθους ἠμεληκότα τὸν ἄνθρωπον
7. ἡμέραις ὡς τριάκοντα, τῇ δὲ προτεραίᾳ μόνῃ γεγυμνάσθαι
8. σφοδρότερον μὲν, ἀλλ’ οὐκ ἐπὶ πολὺ, προσενηνέχθαι
9. τε τὰ συνήθη σιτία καὶ ταῦτα πεπέφθαι μὲν, ἀλλὰ βραδέως
10. καὶ μόγις, ὡς ἂν ἐπιγενομένου κατὰ τὴν ἑσπέραν τοῦ
11. πυρετοῦ, φαινομένου δὲ ἐρυθροῦ καὶ μεστοῦ τοῦ ἀνθρώπου
12. καὶ μέντοι καὶ πληρώσεως αὑτῷ τινα αἴσθησιν εἶναι λέγοντος,
13. ἐν τούτῳ τε φθεγξαμένου περὶ φλεβοτομίας τῶν παρόντων
14. τινὸς, ἔδοξεν ἡμῖν ἀναβάλλεσθαι τὴν περὶ τοῦ βοηθήματος
15. σκέψιν εἰς ἕτερον καιρὸν, ἅμα μὲν ἵνα ἀκριβέστερον
16. διαγνῶμεν ἐκ ποίου γένους ἐστὶν ὁ πυρετὸς, ἅμα δ’ ἐξ ἀνάγκης
17. διὰ τὴν προγεγενημένην βραδυπεψίαν. ἐπεὶ δὲ καὶ κατὰ τὴν
18. ἑσπέραν ὁμοίως ἀκμάζειν ὁ πυρετὸς ἐφαίνετο μηδὲν ἀφαιρῶν
1. αἰσθητῶς, ὕποπτος ἦν ἤδη σύνοχος ὑπάρχειν ἐπ’ ἐμφράξει τε
2. καὶ πολυαιμίᾳ καὶ τῇ διὰ τὸ πλῆθος τῶν σαρκῶν στεγνώσει.
3. διαφυλαχθέντος δὲ τοῦ μεγέθους ἴσου δι’ ὅλης τῆς νυκτὸς,
4. ἐπὶ τῆς ὑστεραίας ἐδόκει τοῖς ἐπισκοπουμένοις αὐτὸν ἰατροῖς
5. ἅπασι φλεβοτομητέος εἶναι. στάσεως δ’ ἐγγινομένης περὶ τοῦ
6. καιροῦ καὶ κρατησάντων τῶν εἰς τὴν ἐπιοῦσαν ἀναβάλλεσθαι
7. συμβουλευόντων, ὁ πυρετὸς ἐναργῶς ἐφάνη δι’ ὅλης τῆς ἡμέρας
8. ἐπακμάζων ἑαυτῷ. κᾄπειτα τῆς ἐπιούσης νυκτὸς τῆς
9. τρίτης ἄλλος μὲν οὐκ ἐγένετο παροξυσμὸς ὡς πρὸς τὸ πρῶτον
10. ἐξ ἀναλογίας, ἀφόρητον δ’ ἦν τὸ καῦμα τῷ κάμνοντι,
11. καὶ τάσις ὅλου τοῦ σώματος ὡς πεπληρωμένου καὶ σφυγμὸς
12. τῆς κεφαλῆς, ἀγρυπνία τε διὰ ταῦτα δεινὴ καὶ μεταῤῥιπτοῦντος
13. ἑαυτὸν ἄλλοτ’ εἰς ἄλλο σχῆμα τοῦ νεανίσκου. καὶ τοίνυν
14. ὡς οὐκέτ’ ἔφερεν, ὥρας που τῆς νυκτὸς ὀγδόης, ἐκπέμψας
15. οἰκέτην πρός με δεῖται παρ’ αὐτὸν ἀφικέσθαι διὰ ταχέων. ὑπακούω
16. δὴ καὶ ἀπέρχομαι καὶ καταλαμβάνω θερμότατόν τε τὸν
17. πυρετὸν καὶ τοὺς σφυγμοὺς οἵους ἔμπροσθεν εἶπον. ἐπεὶ δ’
18. οὔτ’ ἐν τούτοις οὔτε ἐν τοῖς οὔροις οὔτ’ ἐν αὐτῇ τῇ τῆς
1. θερμότητος ποιότητι σημεῖόν τι σηπεδόνος ἐφαίνετο χυμῶν,
2. ἐδόκει κάλλιον εἶναι τεμεῖν τὴν φλέβα, πρὶν ἄρξασθαι
3. τὴν σῆψιν. ἀφαιρῶ τοίνυν αὐτοῦ τοσοῦτον ἐξεπίτηδες,
4. ὡς λειποθυμίαν ἐπιγενέσθαι, μέγιστόν τι βοήθημα τοῦτο
5. πυρετῶν συνόχων ἐν ἰσχυρᾷ δυνάμει καὶ τῷ λόγῳ καὶ τῇ πείρᾳ
6. δεδιδαγμένος. πρῶτον μὲν γὰρ εἰς ἐναντίαν κατάστασιν ἀφικνεῖται
7. τάχιστα ψυχόμενον ἐν τῇ λειποθυμίᾳ τὸ σῶμα. τούτου
8. δ’ οὔτε τοῖς κάμνουσιν οὔτ’ αὐτῇ τῇ διοικούσῃ τὰ ζῶα φύσει
9. δύναιτ’ ἄν τις εὑρεῖν ἥδιον ἢ χρηστότερον. ἔπειτα δ’ ἐξ
10. ἀνάγκης ἐν τοῖς τοιούτοις σώμασιν ἕπεται διαχώρησις γαστρὸς,
11. ἔστι δὲ ὅτε καὶ χολῆς ἔμετος, ἐφ’ οἷς αὐτίκα νοτίδες
12. ἀπὸ παντὸς τοῦ σώματος, ἢ ἱδρῶτες. ἅπερ οὖν κᾀκείνῳ
13. πάνθ’ ἑξῆς γενόμενα παραχρῆμα τὸν πυρετὸν ἔσβεσαν, ὥστε
14. τινὰς τῶν παρόντων εἰπεῖν, ἔσφαξας ἄνθρωπε τὸν πυρετόν·
15. ἐπὶ τούτου μὲν δὴ πάντες ἐγελάσαμεν. ὅπως δὲ πληρώσαιμι
16. τὴν διήγησιν, οὐδὲν ἂν εἴη χεῖρον ὀλίγα προσθεῖναι. μετὰ
17. δύο γὰρ τῆς φλεβοτομίας ὥρας βραχύ τι προσδοὺς τροφῆς τῷ
18. κάμνοντι καὶ κελεύσας ἡσυχάζειν ἀπηλλαττόμην. ἀφικόμενος
1. δὲ πέμπτης ὥρας τῆς ἡμέρας οὕτω βαθέως ὑπνοῦντα κατέλαβον
2. ὡς ἁπτομένου μου μηδ’ ὅλως αἰσθάνεσθαι. λεγόντων
3. δὲ καὶ τῶν ὑπηρετουμένων αὐτῷ βαθὺν οὕτως εἶναι τὸν
4. ὕπνον ὡς μηδ’ ὅταν ἀπομάττωσιν αὐτοῦ τὰς νοτίδας ἐξεγείρεσθαι,
5. συνεβούλευον οὕτω πράττειν, εἶναι γὰρ ἀκριβῶς
6. ἤδη τὸν ἄνθρωπον ἀπύρετον. ἀφικόμενος δ’ αὖθις ὥρας δεκάτης
7. εὗρον ἔτι καὶ τότε κοιμώμενον αὐτόν. ἐξελθὼν δὲ
8. πάλιν ἐπ’ ἄλλους ἀῤῥώστους ἐπανῆλθον ὥρας πρώτης νυκτὸς
9. ὁ κάμνων διεγερθείη τοῦ ὕπνου. καὶ τοίνυν οὕτω γενομένου
10. ὅπως ὁ κάμνων διεγερθείη τοῦ ὕπνου. καὶ τοίνυν οὕτω γενομένου
11. πτισάνης χυλῷ μόνῳ θρέψας αὐτὸν ἀπηλλαττόμην.
12. ἐπιμετρήσας δὲ τὴν ὑστεραίαν ἐπὶ τὸ λουτρὸν ἀπέλυσα τῇ
13. μετ’ αὐτήν. τὰ μὲν δὴ κατὰ τοῦτον οὕτως ἐπράχθη. τὰ δὲ
14. κατὰ τὸν ἕτερον, ἤδη σοι δίειμι. δι’ ὅλης ἡμέρας ἐκεῖνος ὁ
15. ἄνθρωπος καμὼν πολλὰ, κᾄπειτα λουσάμενος ὀλίγα τε προσενεγκάμενος
16. ὑπήρξατο πυρέττειν ἐν τῇ νυκτὶ συνάψας αὐτῇ
17. καὶ τὴν ἑπομένην ἡμέραν. ἐθεασάμεθα δ’ ἡμεῖς αὐτὸν μετὰ
18. τὴν δευτέραν νύκτα τὰ μὲν οὖν ἄλλα πάντα τῷ προειρημένῳ
1. παραπλησίως διακείμενον, ἐναργῆ δὲ τὰ τῆς σηπεδόνος τῶν
2. χυμῶν ἔχοντα γνωρίσματα. φλέβα τοίνυν αὐτῷ παραχρῆμα
3. διελόντες ἄχρι λειποθυμίας ἐκενώσαμεν. ἐφ’ ᾗ διαλιπόντες
4. αὔταρκες ἐθρέψαμεν, μελικράτῳ μὲν πρῶτον, μετὰ δὲ ὥραν
5. ἐκείνου. μίαν πτισάνης χυλῷ. καὶ πάντ’ ἐπέπρακτο ταῦτα
6. πέμπτης ὥρας ἐντός. ὁμοίου δὲ αὐτῷ διαμένοντος τοῦ πυρετοῦ
7. σύνοχον εἶναι προσεδοκήσαμεν ἐπὶ σήψει. καὶ τοίνυν καὶ
8. οὕτως ἀπέβη. θεασάμενοι γὰρ αὐτὸν ὥρας που δευτέρας νυκτὸς
9. ἐν ἴσῳ μεγέθει, τὸν διὰ τρίτης παροξυσμὸν ἤτοι γ’ ἐσόμενον
10. ἢ οὐκ ἐσόμενον, ἀκριβῶς ἠβουλήθημεν παραφυλάξαι νυκτὸς
11. ὥραν ἑβδόμην τὴν ὕποπτον ἔχοντα. ὄρθρου δὴ βαθέος ἐπὶ τὸν
12. ἄνθρωπον ἐλθόντες εὕρομεν ὅπερ ἠλπίσαμεν. οὔτε γὰρ ὁ διὰ
13. τρίτης ἐγεγόνει παροξυσμὸς ἐφαίνετό τε βραχύ τι μικρότερος
14. ὁ πυρετὸς οὗ κατελείπομεν ἐπὶ τῆς ἑσπέρας. ὡς δὲ καὶ τῆς
15. μεσημβρίας ἰδὼν αὐτὸν, ἦν ἤδη βεβαιότατος ἀφαιρεῖν τι βραχὺ
16. καὶ σύνοχον εἶναι παρακμαστικὸν, ἄμεινον ἐδόκει θρέψαι καὶ
17. τόθ’ ὁμοίως τὸν ἄνθρωπον. διελθούσης δὲ καὶ τῆς τετάρτης
18. νυκτὸς ἐναργῶς ἐλάττων ἑαυτοῦ κατὰ τὴν τετάρτην ἡμέραν
1. ἦν, ἐν ᾗ πάλιν ὁμοίως αὐτὸν θρέψαντες ἠκολουθήσαμεν
2. ἀφαιροῦντες τοῦ μεγέθους, δι’ ὅλης τε τῆς ἡμέρας ἐκείνης καὶ
3. τῆς ἐπιούσης νυκτὸς τῆς πέμπτης, ὥστ’ ἐναργῶς τῇ πέμπτῃ
4. τῶν ἡμερῶν ἐλάττονα φαίνεσθαι τοῦ πρόσθεν. ἀνάλογον δὲ
5. τῇ μειώσει τοῦ πυρετοῦ καὶ ἡ τῶν οὔρων πέψις προὐχώρει.
6. καὶ ἦν δῆλον ὡς κατὰ τὴν ἑβδόμην ἡμέραν παύσαιτο,
7. καὶ οὕτως ἐγένετο. παρακμαστικὸς οὖν ἀκριβῶς οὗτος ἡμῖν ὁ
8. σύνοχος ἐπὶ σήψει χυμῶν ὤφθη. πολλοὺς δ’ ἄλλους συνόχους
9. ἐθεασάμεθα τοὺς μὲν ἐπακμαστικοὺς, τοὺς δὲ ὁμοτόνους,
10. ἢ ἀκμαστικοὺς, ἢ ὅπως ἄν τις ἐθέλοι καλεῖν, ἐνίους δ’
11. ὥσπερ καὶ οὗτος ὁ προειρημένος παρακμαστικούς· καὶ τινὰς
12. μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν τὰ τῆς σήψεως ἔχοντας γνωρίσματα,
13. τινὰς δ’ ἐν τῇ τρίτῃ σχόντας, ᾒ τὸ πλεῖστόν γε τῇ
14. τετάρτῃ, ποτὲ μὲν ἀμαθίᾳ τῶν ἰατρῶν μὴ τεμνόντων τὴν
15. φλέβα, ποτὲ δ’ αὐτῶν τῶν καμνόντων δειλίᾳ. τῶν γὰρ ἐπ’
16. ἐμφράξει μόνῃ πυρεξάντων οὐδεὶς μετέπεσεν εἰς τὸν ἐπὶ σηπεδόνι
17. πυρετὸν ἀποχέαι τι φθασάντων αἵματος. ἰσχυρᾶς μὲν
1. οὖν ὑπαρχούσης τῆς δυνάμεως καὶ τῆς ἡλικίας συγχωρούσης,
2. ἄχρι λειποθυμίας ἄμεινον ἄγειν. εἰ δέ τι τούτων ἐνδέοι κατά
3. τι, βέλτιον ἀφελεῖν μὲν ὅσον ἂν ἱκανὸν εἶναι φαίνηται, τήν γε
4. πρώτην· ἐπαφαιρεῖν δ’ αὖθις ὅσον ἐνδέοι. μὴ φλεβοτομηθέντες
5. γὰρ οἱ οὕτως πυρέττοντες εἰς ἔσχατον ἥκουσι κινδύνου,
6. πλὴν εἴ ποτε ῥώμη δυνάμεως, ἢ αἱμοῤῥαγία λάβρος, ἢ ἱδρὼς
7. πολὺς ἐξαρπάσειεν αὐτοὺς ὀλέθρου προφανοῦς. ἀλλ’ ὅμως
8. ἔνιοι τῶν ἰατρῶν ὁρῶντες τὴν φύσιν ἐναργέστατα δι’ αἱμοῤῥαγίας
9. ἐκσώζουσαν οὐκ ὀλίγους τῶν οὕτω κινδυνευόντων,
10. ἀποδιδράσκουσι τὴν φλεβοτομίαν, οὔτ’ ἐμπειρίαν οὐδεμίαν
11. οὔτε λόγον ἀληθῆ προστησάμενοι. τούτους μὲν οὖν ἐάσωμεν
12. αὐτάρκως γε πρὸς αὐτοὺς διειλεγμένοι καθ’ ἓν ὅλον γράμμα
13. τὸ περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον, αὐτοὶ δ’
14. αὖθις ἐπὶ τὸ προκείμενον ἴωμεν.

Cliquer un n° de page pour en afficher l’image