Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 9.5, ed. Kühn, 1825, vol. 10, p. 616-628. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.5

15. Ἦν δ’ ἐν τῷ νῦν λόγῳ προκείμενον ὑπὲρ
16. ἐκείνων διελθεῖν τῶν ἰατρῶν ὅσοι στεγνώσεσιν ἕπονται ταῖς
17. δι’ ἔμφραξιν. οὓς, εἰ μὲν ἄνευ σηπεδόνος εἶεν, ἐκ τοῦ τῶν
1. ἐφημέρων ἔφασκον ὑπάρχειν γένους, εἰ δέ τις αὐτοῖς ἢ ἐξ
2. ἀρχῆς εὐθέως ἢ ἐξ ὑστέρου σῆψις ἐπιγίγνοιτο, κατὰ μὲν ἁπάσας
3. τὰς φλέβας καὶ μάλιστα τὰς μεγάλας συνισταμένης αὐτῆς
4. τοὺς συνόχους γεννᾶσθαι πυρετοὺς, ἐν ἑνὶ δὲ μορίῳ τοῦ ζώου
5. τοὺς κατὰ περίοδόν τινα παροξυνομένους. ἀλλὰ περὶ μὲν
6. τούτων αὖθις. ὃ δὲ χρὴ καὶ δὶς οἶμαι καὶ τρὶς καὶ πολλάκις
7. αὖθίς τε καὶ αὖθις εἰπεῖν, εἰ μέλλοιεν οἱ οὕτως νοσοῦντες
8. ὀρθῶς θεραπευθήσεσθαι, τὸ τῆς φλεβοτομίας παραληπτέον
9. ἐστίν. ὅσοις γὰρ ἐπὶ πλήθει χυμῶν δυσδιάπνευστον τὸ σῶμα
10. γενόμενον ἤθροισε τοσαύτην θερμασίαν ὡς ἤδη πυρέττειν,
11. ἀφαιρεῖν αἵματος χρὴ τοσοῦτον ἂν ὅσον ἡ δύναμις φέρει,
12. γινώσκοντας ὡς εἰ μὴ παραληφθείη τὸ βοήθημα τοῦτο, πνιγήσεσθαι
13. τοὺς οὕτω διακειμένους τὴν φύσιν, ἢ συγκόπτεσθαί
14. γε πάντως αὐτοὺς, εἰ μήποθ’, ὡς εἴρηται, ῥώμη τῆς φύσεως
15. ἢ ἱδρὼς πάμπολυς αὐτοὺς ἢ λάβρος αἱμοῤῥαγία ῥύσηται τοῦ
16. θανάτου. δῆλον μὲν οὖν ἐστὶ, κᾂν ἐγὼ μὴ λέγω, τοῖς γε τὸ
17. περὶ πλήθους γράμμα καλῶς ἀναλεγομένοις, οὐδὲν δ’ ἧττον
1. εἰρήσεται καὶ πρὸς ἡμῶν ὅτι νῦν ὁ λόγος ἐστὶν οὐ περὶ τοῦ
2. πρὸς τὴν δύναμιν πλήθους. οὔτε γὰρ ἐμφράττει τοῦτο τὰ
3. στόματα τῶν ἀγγείων, ὡς κωλύειν τὴν ἀνάψυξιν, οὔτε τείνει
4. τοὺς χιτῶνας αὐτῶν οὔτ’ ἔρευθος οὔτ’ ὄγκον ἐργάζεται,
5. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ τὰς τῆς σαρκὸς ἢ τοῦ δέρματος ἐπέχει
6. διαπνοάς. ἀλλὰ περὶ τοῦ μηκέτι δυναμένου χωρεῖσθαι
7. πρὸς τῶν ἀγγείων, ὃ καὶ διὰ τοῦτ’ αὐτὸ ῥηγνύναι τε
8. καὶ ἀναστομοῦν εἴωθεν αὐτὰ καὶ τἄλλα συμπτώματα τὰ νῦν
9. εἰρημένα φέρει τὴν ἔμφραξιν, τὴν τάσιν, τὸν ὄγκον, τὸ ἔρευθος,
10. ὁ σύμπας μοι λόγος ἐπεράνθη τε καὶ νῦν οὐχ ἧττον
11. περανθήσεται. τὸ γάρ τοι πλῆθος τοῦτο χρηστὸν ὂν συναύξεσθαι
12. πέφυκε τῇ ῥώμῃ τῆς δυνάμεως· ὡς εἴ γε βαρύνειέ ποτ’
13. αὐτὴν, οὔτ’ αὐξηθήσεται τοῦ λοιποῦ καὶ παύσεται χρηστὸν
14. ὑπάρχον. εἰ γὰρ ἅπαξ ἀπολέσειε τὸν ἐκ τῆς φύσεως κόσμον,
15. ἀδύνατον αὐτῷ μὴ σαπῆναι, διότι μηδ’ ἄλλο μηδὲν ὑγρὸν
16. καὶ θερμὸν σῶμα τουτωνὶ τῶν ἐκτὸς ὁρῶμεν ἄσηπτον διαμένον.
17. ταῦτά τοι χρὴ σπεύδειν ἀφαιρεῖν τοῦ αἵματος, ὅπως
18. ἡ τῶν ἀγγείων φύσις ἐκ τοῦ διαπνεῖσθαί τε καὶ ῥιπίζεσθαι
1. τὴν φυσικὴν εὐκρασίαν φυλάττουσα κατὰ τὸν ἐξ ἀρχῆς τρόπον
2. ἐπικρατῇ τῶν χυμῶν· ὡς εἴ γε δύσκρατος γενομένη κάμοι,
3. κίνδυνος αὐτοῖς σαπῆναι. ἡ δυσκρασία δ’ ἐν αὐτῇ γίνεται
4. διὰ τὴν τοῦ πυρετοῦ θέρμην. ἣν ὅταν τις ἀμαθὴς ἰατρὸς
5. αὐξήσῃ τῷ μὴ κενῶσαι τὸ τῆς στεγνώσεως αἴτιον, ἄπορος ἡ
6. λοιπὴ πᾶσα βοήθεια γίγνεται. τοῦ μὲν γὰρ πλήθους κενοῦσθαι
7. δεομένου, τῆς θέρμης δ’ ἐμψύχεσθαι, μάχη καὶ στάσις εἰς
8. ἄλληλα τοῖς ἰωμένοις βοηθήμασι γίγνεται, τῶν μὲν ἐμψυχόντων,
9. εἰ καὶ τὴν εὐκρασίαν ἐκπορίζοιτο τῇ φύσει, κατεχόντων
10. γοῦν τὸ πλῆθος ἐν τῷ σώματι, τῶν δὲ τῇ μανώσει τοῦ δέρματος
11. ἐκκενούντων αὐτὸ θερμαινόντων ἁπάντων, ὥστ’ εἰ μὲν
12. τοῦτο κενοῦν ἐθέλοις, αὐξήσεις τὸν πυρετὸν, εἰ δ’ ἐκεῖνον
13. ἐμψύχειν, καθέξεις τοῦτο. ταύτην τὴν ἀπορίαν τῶν ἰαμάτων
14. οἱ μὴ κενώσαντες εὐθὺς ἐξ ἀρχῆς ἐργάζονται, πεισθέντες
15. Ἐρασιστράτῳ τῷ μηδὲ τὰς αὐτομάτους αἱμοῤῥαγίας μιμήσασθαι
16. δυνηθέντι. κάλλιστον μὲν οὖν εὐθέως ὡς ἐθεάσω
17. διαπαντὸς ἡμᾶς ποιοῦντας, οὐχ ἡμερῶν ἀριθμῷ ἐπὶ παντὸς
18. πράγματος προσέχειν τὸν νοῦν, ἀλλὰ τῇ ῥώμῃ μόνῃ τῆς δυνάμεως
1. ἐπὶ τῶν τοιούτων πυρετῶν· εἰ γὰρ αὐτὴ διασώζοιτο,
2. μὴ μόνον ἑκταίους ἤ ἑβδομαίους, ἀλλὰ καὶ κατὰ τὰς ἑξῆς
3. ἡμέρας φλεβοτομεῖν. εἰ δ’ ἀναγκασθείης ποτὲ θεραπεύειν
4. ἄῤῥωστον, ᾧ μὴ μόνον ἔμπροσθεν παρελείφθη τὸ τῆς φλεβοτομίας
5. βοήθημα, ἄλλα καὶ νῦν ἤτοι διὰ τὴν ἀμαθίαν τῶν
6. ἰατρῶν, ἢ τὴν τοῦ κάμνοντος, ἢ τὴν τῶν οἰκείων αὐτῶν δειλίαν,
7. ἐπὶ προήκοντι τῷ χρόνῳ κωλυθείης ἀφαιρεῖν αἵματος,
8. ἐπὶ τὴν τοῦ ψυχροῦ δόσιν ἔρχεσθαι διορισάμενος ἀκριβῶς
9. ὁπόση τις ἐξ αὐτοῦ γενήσεται βλάβη. μικρᾶς μὲν γὰρ ἢ οὐδ’
10. ὅλως ἐσομένης διδόναι πίνειν ἀκραιφνὲς ψυχρὸν ὅσον ἄν ὁ
11. κάμνω βούληται· ἔτι καὶ μᾶλλον θαῤῥῶν, εἰ ψυχροπότης εἴη.
12. μεγάλης δὲ τῆς βλάβης προσδοκωμένης ἀφίστασθαι μὲν τῆς
13. δόσεως, τοῖς δὲ ἄλλοις χρῆσθαι βοηθήμασιν, ἃ τάς τ’ ἐμφράξεις
14. ἐκφράττει καὶ τὸ πλῆθος κενοῖ καὶ πραΰνει τὸ ζέον τῶν
15. πυρετῶν. αἱ δ’ ἐξ ἀκαίρου ψυχρᾶς πόσεως ἢ ἀμέτρου βλάβαι
16. κατὰ τάδε γίγνονται, τοὺς γλίσχρους καὶ παχεῖς καὶ πολλοὺς
17. χυμοὺς, εἴτ’ ἔμφραξιν, εἴτε σῆψιν, εἴτε φλεγμονὴν, εἴτε
1. ἐρυσιπελατώδη διάθεσιν, ἢ σκιῤῥώδη τύχοιεν, ἢ οἰδηματώδη
2. πεποιημένοι, κωλύει λεπτύνεσθαί τε καὶ διαφορεῖσθαι. ὅταν
3. οὖν ἐκ τούτων μὲν ὁ πυρετὸς ἀνάπτηται, μηδὲν δὲ εἰς τὴν
4. κένωσιν αὐτῶν ἡ τοῦ ψυχροῦ δόσις ὠφελῇ, παραχρῆμα μὲν
5. οὐκ ὀλίγην φέρει τὴν ῥᾳστώνην ἐπὶ τὸ σβέσαι τὸν ἤδη γεγονότα
6. πυρετὸν, ἅτε δὲ διαμενούσης τῆς αἰτίας αὖθις ἕτερον
7. ἀναγκαῖον ἀνάπτεσθαι καὶ πολλάκις γε χαλεπώτερον τοῦ πρόσθεν,
8. ὅταν ἐκ τοῦ ψυχροῦ πυκνωθῇ τὸ σῶμα. τουτὶ
9. μὲν δή σοι βλάβης εἶδος ἕν οὐκ εὐκαταφρόνητον. ἕτερον δὲ
10. τοιόνδε· πολλὰ τῶν ἀσθενεστέρων τοῦ κάμνοντος μορίων
11. εἴτε διὰ φυσικὴν δυσκρασίαν εἴτε δι’ ἐπίκτητον βλάβην ὑπὸ
12. τοῦ ψυχροῦ πλήττεται. τῷ μὲν γὰρ στόμαχος ἔπαθεν οὕτως
13. ἰσχυρῶς ὡς μόγις καταπίνειν, τῷ δ’ ἡ γαστὴρ ὡς μόγις πέττειν,
14. ἄλλῳ δὲ τὸ στόμα τῆς γαστρὸς, ἢ τὸ ἧπαρ, ἢ τὸ κῶλον,
15. ἢ ὁ πνεύμων, ἢ αἱ φρένες, ἢ καὶ νὴ Δία νεφροὶ καὶ
16. κύστις ἤ τι τοιοῦτον ἕτερον ὑπὸ τοῦ ψυχροῦ πληγὲν ἄῤῥωστον
17. εἰς τὴν οἰκείαν ἐνέργειαν ἐγίνετο. τινὲς δὲ αὐτῶν ἐξ
18. ἀκαίρου τε καὶ ἀμέτρου πόσεως οὐκ εἰς μακρὰν οὐδ’ εἰς
1. ὕστερον, ἀλλ’ αὐτίκα δυσπνοίαις καὶ σπασμοῖς καὶ τρόμοις
2. ἁλίσκονται καὶ συλλήβδην εἰπεῖν κακοῦνται πᾶν τὸ νευρῶδες
3. γένος. οἶδ’ ὅτι φοβερὸν ἄν σε πρὸς τὴν τοῦ ψυχροῦ δόσιν
4. εἰργασάμην ἐξ ὧν εἶπον, εἰ μή με πολλάκις ἐθεάσω μὲν χρησάμενον,
5. ἀεὶ δ’ ὠφελήσαντα χωρὶς τοῦ βλάψαι τι τὸν κάμνοντα
6. σαφές. ὅσοις μὲν γὰρ ἐν κυρίῳ μορίῳ φλεγμονώδης
7. ὄγκος ἢ οἰδηματώδης ἢ σκιῤῥώδης ἐστὶν, οὐ χρὴ τούτοις
8. διδόναι τὸ ψυχρόν· οὐ μὴν οὐδ’ ὅσοις ἔμφραξις ἢ σῆψις χυμῶν
9. ἄπεπτος. εἰ δ’ ἐναργῆ βλέποις τὰ τῆς πέψεως σημεῖα,
10. χωρὶς τῶν εἰρημένων ὄγκων ἐκεῖνο μόνον ἔτι διάσκεψαι, μή τι
11. μόριον οὕτω ψυχρὸν εἴη τὴν κρᾶσιν ὡς εἰς αὐτὸ κατασκῆψαι
12. τὴν βλάβην. ἐρυσίπελας δὲ τὸ γοῦν ἀκριβὲς οὐκ ἄν ἄλλως
13. ἰάσαιο. συμμιγὲς δ’ εἴπερ εἴη φλεγμονῇ, τὰ τῆς πέψεως ἀναμεῖναι
14. χρὴ γνωρίσματα. ταῦτα μὲν οὖν ἐπιπλέον ἢ κατὰ
15. τὴν ἐνστῶσαν ὑπόθεσιν, ὅθεν ἴσως καὶ αὖθις ἀναγκαῖον
16. ἔσται ποτὲ δόσεως ψυχροῦ μνημονεῦσαι. νυνὶ γὰρ ὁ μὲν ἕτερος
17. τῶν συνόχων ἐμφράξει μόνῃ τὴν γένεσιν εἶχεν, ὁ δ’ ἕτερος
1. ἅμα σήψει καθ’ ὅλας τὰς φλέβας. ὅταν οὖν ποτ’ ἐπ’
2. αὐτῶν ἴδῃς τὰ τῆς πέψεως τῶν χυμῶν σημεῖα, περὶ ὧν
3. αὐτάρκως ἐν τοῖς περὶ κρίσεων εἴρηται, θαῤῥῶν διδόναι τὸ
4. ψυχρόν. ἡ γάρ τοι φύσις τῶν στερεῶν τοῦ ζώου μορίων
5. ῥωσθεῖσα τοῖς προλελεπτυσμένοις ἐπιτίθεται χυμοῖς· ὥσθ’
6. ὅσοι μὲν χρηστοὶ καὶ τρέφειν ἱκανοὶ, τούτους μὲν ἕλκειν εἰς
7. ἑαυτὰ, τοὺς δ’ ἀχρήστους ἐκβάλλειν ἤτοι διὰ τῆς γαστρὸς
8. ἢ διὰ τοῦ δέρματος. εἰ δὲ ψυχροπότης ὁ κάμνων εἴη, πάνυ
9. θαῤῥῶν δίδου τὸ ψυχρὸν, αὐτῇ τῇ πείρᾳ δεδιδαγμένος ἀνέχεσθαι
10. πάντα τὰ σπλάγχνα τῆς ὁμιλίας αὐτοῦ. πάντως γὰρ
11. εἴ τι ψυχρὸν οὕτως ὑπῆρχεν ὡς πλήττεσθαι πρὸς αὐτοῦ κατὰ
12. τὸν τῆς ὑγείας χρόνον, ἐναργῆ τὴν βλάβην ἐνεδείξατο ἄν·
13. μηδενὸς δὲ μηδὲν μορίου βλαβέντος οὐδ’ ἂν ἐν τῷ πυρέττειν
14. βλαβείη τι. ὅπου γὰρ καὶ ἀήθεις ἔνιοι ψυχροῦ, διὰ καυσώδη
15. πυρετὸν ἀναγκασθέντες πιεῖν οὐδὲν ἐβλάβησαν, οὔ που γε τῶν
16. ἐθάδων ἄν τις βλαβείη, πρόβλημα μέγιστον ἔχων ἐξ ἐπιμέτρου
17. τὸ πλῆθος τῆς θερμασίας. αὕτη γὰρ ἐν ταῖς εὐρυχωρίαις
1. τῶν ἀγγείων πολλὴ περιεχομένη, τῆς ἀερώδους οὐσίας
2. ἐν αὐτοῖς καὶ προσέτι τῶν χυμῶν ἁπάντων ἐκπεπυρωμένων,
3. ὅσον ὑπὸ τοῦ ψυχροῦ πάσχει ψυχομένη, τοσοῦτον εἰς αὐτὸ
4. δρᾷ θερμαίνουσα. καὶ διὰ τοῦτο τοῖς ὀλίγον αἷμα καὶ σάρκας
5. ἔχουσιν ἡ πόσις τοῦ ψυχροῦ σφαλερωτέρα· ταχὺ γὰρ
6. ἐπὶ τὰ στερεὰ τοῦ ζώου μόρια διικνεῖται, μηδενὶ προσεντυγχάνων
7. ὑφ’ οὗ θραυσθήσεται. διὰ τοῦτο δὲ καὶ οἱ ἑκτικοὶ
8. τῶν πυρετῶν οὔτ’ ἀκραιφνοῦς ὁμοίως οὔτε πολλοῦ χρῄζουσι
9. τοῦ ψυχροῦ, λεπτοῖς καὶ ὀλιγαίμοις τοὐπίπαν ἐγγινόμενοι
10. σώμασιν. ἀλλὰ περὶ μὲν ἐκείνων αὖθις εἰρήσεται· ἰάματα δὲ
11. σύνοχων πυρετῶν δύο ταῦτ’ ἐστὶ μέγιστα, φλεβοτομία καὶ
12. ψυχρόν. ἀλλ’ ἐκείνη μὲν ἐν παντὶ καιρῷ, φερούσης
13. γε τῆς δυνάμεως· ἡ δὲ τοῦ ψυχροῦ πόσις, ὅταν μὲν τοῖς
14. σφυγμοῖς καὶ τοῖς οὔροις τὰ τῆς πέψεως ἐναργῆ σημεῖα
15. βλέπῃς, μέγιστος δὲ πυρετὸς εἴη. προσεπιβλέπειν δὲ τοῖς
16. τῆς φλεβοτομίας σκοποῖς τά τε προηγούμενα καὶ τὰ πάντως
17. ἐπακολουθήσοντα. προηγησαμένης γὰρ ἀπεψίας σιτίων,
18. τοσοῦτον χρόνον ἀναβάλλεσθαι κέλευε τὴν φλεβοτομίαν ὅσος
1. ἄν ἱκανὸς εἶναί σοι δόξῃ πρός τε τὴν πέψιν αὐτῶν καὶ
2. τὴν τῶν περιττωμάτων ὑποχώρησιν. ἑπομένης δέ τινος ἐξ
3. ἀνάγκης κενώσεως, ἀπολιπεῖν αὐτῇ τοῦ περιττοῦ τοσοῦτον
4. ὅσον μέλλει κενώσειν. ὥστε εἴτε καταμήνια τύχοι κινηθέντα
5. κατὰ τὸν τῆς φλεβοτομίας καιρὸν, εἴτ’ αἱμοῤῥοῒς ἀναστομωθεῖσα
6. θεασάμενος τοῦ φερομένου τὴν ὁρμὴν, εἰ μὲν ἱκανὸν
7. αὐτὸ φαίνοιτο μόνον ἐκκενῶσαι τὸ δέον, ἐπιτρέπειν
8. τῇ φύσει τὸ σύμπαν· εἰ δὲ μὴ, τοσοῦτον ἀφαιρεῖν αὐτοῦ,
9. ὡς ἐξ ἀμφοῖν συντεθέντων ἀνυσθῆναι τὸ προσῆκον. ὥσπερ
10. δ’ ἐπὶ τούτων τὴν φυσικὴν κένωσιν αἰσθητὴν οὖσαν οὐ
11. μικρὸν χρὴ τίθεσθαι σκοπὸν, οὕτως ἑτέρωθι τὴν φύσιν ἢ
12. τὴν ἡλικίαν ἢ τὴν κατάστασιν. ἔνιοι μὲν γὰρ εὐδιαφόρητοι
13. φύσει, παῖδες δ’ ἀεὶ διὰ τὴν ἡλικίαν· ἡ κατάστασις δ’
14. ὅταν ᾖ θερμή τε ἄγαν καὶ ξηρά. καλῶ δὲ δηλονότι κατάστασιν
15. τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν, ἐν ᾗ καὶ
16. χώρα καὶ ὥρα περιείληπται· καὶ γὰρ καὶ τούτων ἑκάτερον
17. ἔχει τὴν ἔνδειξιν ἐκ τῆς τοῦ περιέχοντος κράσεως. εὐδιαφόρητοι
1. δ’ εἰσὶν οἱ ὑγροὶ τὴν φύσιν ἅπαντες καὶ μᾶλλον
2. ἅμα θερμότητι, καὶ οἱ ἀραιοὶ τὴν ἕξιν, ἔτι δ’ οἷς τὸ στόμα
3. τῆς γαστρὸς ἢ πικρόχολον, ἢ ἄῤῥωστον, ἢ πέρα τοῦ δέοντος
4. αἰσθητικόν. οὗτοι μὲν οὖν οἱ ἀντιπράττοντες τῇ φλεβοτομίᾳ
5. σκοποί. συνενδεικνύμενοι δ’ αὐτὴν τῇ πρώτως
6. χρῃζούσῃ διαθέσει, σκληρὰ μὲν ἡ ἕξις καὶ πυκνὴ καὶ τὸ
7. σύμπαν φάναι δυσδιαφόρητος· ὑγρὸν δὲ ἢ ψυχρὸν τὸ περιέχον.
8. εὐλόγως δήπου τὰ μὲν συνενδείκνυται τὴν φλεβοτομίαν,
9. τὰ δὲ ἀντενδείκνυται· κένωσις μὲν γὰρ αὐτῆς ὁ σκοπός.
10. τῶν δ’ εἰρημένων τὰ μὲν ἐπέχει τὰς διαπνοὰς, τὰ δὲ
11. προτρέπει· καὶ τὰ μὲν εὐκένωτά ἐστι, τὰ δὲ οὔ. κωλύει
12. μὲν οὖν διαπνεῖσθαι τὰ σώματα στέγνωσίς τε τῶν πόρων
13. καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ὑγρότης τε καὶ ψύξις,
14. προτρέπει δὲ τὰ τούτων ἐναντία. τῶν κενουμένων δ’ αὐτῶν
15. τὰ μὲν ὑγρὰ καὶ θερμὰ καὶ λεπτὰ διαφορεῖται τάχιστα,
16. τὰ δὲ παχέα καὶ γλίσχρα καὶ ψυχρὰ δυσδιαφόρητά
17. ἐστι. ταυτὶ μὲν οὖν εἴς γε τὰ παρόντα περὶ φλεβοτομίας
1. τε καὶ ψυχρᾶς πόσεως ἐγνῶσθαι κάλλιον. ἅπερ ἀμφότερα
2. πολλοὺς ἐθεάσω δεδιότας ἀγυμνάστους ἰατρούς· ὦν τοὺς
3. μὲν αἱμοφόβους, τοὺς δὲ ψυχροφόβους ὀνομάζομεν, ὥσπερ
4. ὑδροφόβους τοὺς λυττῶντας· εἰσὶ γὰρ ἀμέλει καὶ τούτων
5. ἔνιοι διὰ τὴν περὶ τὰ δόγματα σπουδὴν οὐκ ἐν βραχείᾳ
6. λύττῃ. καταλιπόντες οὖν αὐτοὺς ἐχώμεθα τῶν ἔξ ἀρχῆς
7. ἡμῖν προκειμένων ἀναμνησθέντες, ὡς ἐκ τῶν ἐφημέρων πυρετῶν
8. ὁ λόγος εἰς τοὺς συνόχους ἀφίκετο τῇ κοινωνίᾳ τῶν
9. συμβαινόντων αὐτοῖς. ἐπειδὴ γὰρ ἡ τῆς ἐμφράξεως διάθεσις,
10. ὅταν μὲν αὐτή τε σμικρὰ τύχοι καὶ καλῶς παιδαγωγηθῇ,
11. τὸν ἐφήμερον ἐργάζεται πυρετόν. ὅταν δ’ ἤτοι διὰ μέγεθος
12. ἢ διὰ ἀμαθίαν ἰατρῶν ἐκπέσοι τοῦ συνήθους χρόνου τῶν
13. ἐφημέρων, ἤτοι σύνοχον ἤ τινα τῶν περιοδιζόντων, εἰκότως
14. ὁ περὶ τοῦ τοῖς ἐφημέροις ὁμογενοῦς συνόχου λόγος
15. ἡμᾶς ἐξεδέξατο· διὰ δὲ τούτων εὐθέως καὶ ὁ τοῦ μετὰ
16. σήψεως χυμῶν. ἔδοξέ τε βέλτιον εἶναι σαφηνείας ἕνεκα καὶ
1. γυμνασίας ἑνὸς ἀῤῥώστου μνημονεῦσαι καθ’ ἑκάτερον εἶδος
2. τῶν πυρετῶν.

Cliquer un n° de page pour en afficher l’image