Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 9.7, ed. Kühn, 1825, vol. 10, p. 629-631. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.7

7. Ἀνελθόντες οὖν αὖθις ἐπὶ τὴν μέθοδον
8. ὑπὲρ τῆς τοῦ κάμνοντος ἐπισκεψώμεθα δυνάμεως, εἴτε συντελεῖ
9. τι πρὸς τὴν θεραπείαν, εἴτ’ οὐδὲν ὅλως, ὡς ἔδοξέ τισιν.
10. ἔοικε δὲ τοῖς ἄχρηστον εἰς θεραπείας εὕρεσιν εἶναι φαμένοις
11. τὴν δύναμιν οὐκ οἰκεία τοῖς ἔργοις τῆς τέχνης ἡ σκέψις, ἀλλὰ
12. λογικωτέρα μᾶλλον, ὡς σοφισταῖς γεγονέναι. λέγουσι μὲν γὰρ
13. ἐκ τῆς διαθέσεως ἣν θεραπεύομεν εἶναι τὴν ἔνδειξίν ὧν
14. χρὴ πράττειν, οὐκ ἐκ τῆς δυνάμεως. ἀμέλει καὶ ὥρας καὶ
15. χώρας καὶ καταστάσεις καὶ ἡλικίας καὶ ἔθη καὶ κράσεις σωμάτων
16. ἀχρήστους εἶναί φασι κατὰ τὸν αὐτὸν λόγον. εἶθ’ ὅταν
17. ἀναγκάζονται τὴν θεραπείαν ἐξαλλάττειν, διὰ ταῦτα τῶν ἐν
18. ἀρχῇ ῥηθέντων ἑαυτοῖς ἐπιλανθανόμενοι, τὰ μὲν αὐτῶν ἀντενδείκνυσθαί
1. φασιν ἐνίοτε τοῖς θεραπευτικοῖς σκοποῖς, τὰ δ’
2. εἰς ὕλας βοηθημάτων εἶναι χρήσιμα, καθάπερ καὶ τὰ μόρια
3. τοῦ ζώου. καὶ γὰρ ἐπ’ ἐκείνων τὴν αὐτὴν στρέφονται στροφὴν,
4. ἐν ἀρχῇ μὲν τῶν λόγων ἄχρηστα πρὸς τὴν τῆς θεραπείας
5. εὕρεσιν ὑπάρχειν αὐτὰ φάσκοντες, ὕστερον δ’ ὅτ’ ἂν ἐξελέγχωνται,
6. πρὸς μὲν τὴν ἔνδειξιν τῆς θεραπείας ἄχρηστα λέγοντες,
7. εἰς δὲ τὴν τῆς ὕλης ἐξάλλαξιν, ἢ εὕρεσιν, ἢ διαφορὰν,
8. ἢ ποιότητα, καὶ γὰρ καὶ ὀνομάζουσιν οὐχ. ὡσαύτως
9. ἅπαντες, ἀναγκαῖα συγχωροῦντες ὑπάρχειν. ὅπερ οὖν εἶπον
10. ἀρτίως, ἀναλήψομαι καὶ νῦν, ὡς ἐκ τοῦ χρησίμου τῆς τέχνης
11. μεταβαίνοντες εἰς λογικὴν ἀφικνοῦνται σκέψιν. ἔστι μὲν
12. γὰρ τὸ χρήσιμον ἐξευρεῖν βοηθήματα δι’ ὧν ὁ κάμνων θεραπευθήσεται·
13. καταλιπόντες δ’ ἐκεῖνοι τοῦτο περὶ ὀνομάτων
14. ἐρίζουσιν, ἐνδείξεις τε καὶ ἀντενδείξεις λέγοντες καὶ κοινότητας
15. καὶ σκοποὺς καὶ ὕλας βοηθημάτων, ὅσα τ’ ἄλλα τοιαῦτα τῇ
16. διαφορᾷ τῶν ὀνομάτων ἀπολογεῖσθαι νομίζοντες, ὑπὲρ ὧν
17. ἀπεφήναντο ψευδῶς. ἐγὼ δ’ οὐ κωλύω μὲν αὐτοὺς ὀνόμασιν
18. οἷς ἂν ἐθέλωσι χρῆσθαι· μεμνῆσθαι δὲ ἀξιῶ τῶν ἐξ ἀρχῆς
1. προτεθέντων, ἅπερ ἐστὶ βοηθημάτων εὑρέσεις· εἰς ἃς ὅ τι
2. περ ἂν φαίνηται συντελοῦν ὁπωσοῦν ἀναγκαῖον αὐτὸ φατέον
3. εἰς τὴν θεραπείαν ὑπάρχειν. οὕτως οὖν καὶ ἡ δύναμις εἴτ’
4. ἀναγκαία σκοπεῖσθαι τοῖς ἰατροῖς ἐπὶ τῶν ἀῤῥωστούντων εἴτ’
5. οὐκ ἀναγκαία σκοπῶμεν. ἐγὼ μὲν γάρ φημι πολλάκις ἀναγκαιοτάτην
6. ὑπάρχειν αὐτὴν, ὡς πάντα σχεδόν τι τὰ περὶ τὸν κάμνοντα
7. δι’ ἐκείνην πράττεσθαι μόνην, ἔστι δ’ ὅτε μετρίως
8. ἀναγκαίαν, ὡς λαμβάνεσθαι μέν τι καὶ ἐξ αὐτῆς εἰς τὰ ποιητέα,
9. μὴ μέντοι πρὸς αὐτήν γε τὸ πᾶν κῦρος ἀναφέρεσθαι
10. τῶν πρακτέων. αὖθις δ’ ἄν σοι δείξαιμι τὴν δύναμιν οὕτω
11. βραχὺ συντελοῦσαν εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν, ὡς διὰ
12. σμικρότητα καὶ λανθάνειν ἐνίοτε καὶ παραπέμπεσθαι καὶ
13. σιωπᾶσθαι, καθάπερ ὅλως οὐκ οὖσαν ἐκ τῶν χρησίμων σκοπῶν.
14. ἀλλ’ ὅπερ ἐπὶ τῆς δυνάμεώς ἐστι, τοῦτο καὶ ἐπὶ τῶν
15. ἄλλων ἁπάντων ὑπάρχει τῶν ἐνδεικνυμένων. ἄλλοτε γὰρ αὐτῶν
16. ἄλλο τὸ μὲν ἧττον δύναται, τὸ δὲ πλέον· ἐνίοτε δὲ
17. οὕτως ἰσχυρόν ἐστιν ὡς μόνον ἐνδείκνυσθαι δοκεῖν, ἢ οὕτως
18. ἀσθενὲς ὡς παραλείπεσθαι.

Cliquer un n° de page pour en afficher l’image