1. Ταῦτ’ οὖν ἐπιδεικνύντι μοι πρόσεχε τὸν
2. νοῦν, ἐκεῖνο διὰ μνήμης ἔχων ὡς οὔτ’ ἐν ἄλλοις τισὶ τὸ μεθόδῳ
3. θεραπεύειν ἐστὶν οὔτ’ ἄλλος τις πρὸ ἡμῶν διωρίσατο πάνθ’
4. ἑξῆς αὐτὰ, καίτοι γε ὑφ’ Ἱπποκράτους εὑρημένης τῆς ὁδοῦ.
5. ταυτὶ γὰρ ἃ νῦν ἐγὼ μέλλω διέρχεσθαι τὴν θεραπείαν ἐκδεικνύμενα
6. πρῶτος ἁπάντων ἐκεῖνος ἔγραψεν· ἀλλ’ ὡς ἂν πρῶτος
7. εὑρίσκων οὔτε τὴν προσήκουσαν ἅπασιν ἐπέθηκε τάξιν
8. οὔτε τὴν ἀξίαν ἑκάστου τῶν σκοπῶν ἀκριβῶς ἀφωρίσατο,
9. παρέλιπέ τέ τινας ἐν αὐτοῖς διορισμοὺς, ἀσαφῶς τε τὰ πλεῖστα
10. διὰ παλαιὰν βραχυλογίαν ἑρμήνευσε. καὶ δὴ καὶ περὶ τῶν
11. ἐπιπεπλεγμένων διαθέσεων ὀλίγιστα παντάπασιν ἐδίδαξε.
12. συνελόντι δὲ φάναι τὴν ἐπὶ τὰς ἰάσεις ὁδὸν ἅπασαν μέν μοι
13. δοκεῖ τέμνεσθαι, δεομένην μέντοι γ’ ἐπιμελείας εἰς τὸ τέλεον,
14. ὥσπερ καὶ νῦν ὁρῶμεν ἐνίας τῶν ἐπὶ τῆς γῆς ὁδῶν τῶν παλαιῶν
15. ἢ πηλῶδές τι μόριον ἑαυτῶν, ἢ λίθων, ἢ ἀκανθῶν
16. πλῆρες, ἢ λυπηρῶς ὄρθιον, ἢ κάταντες σφαλερῶς, ἢ θηρίων
17. πλῆρες, ἢ διὰ μέγεθος ποταμῶν δύσβατον, ἢ μακρὸν, ἢ
1. τραχὺ κεκτημένας. ἀμέλει ταῦτ’ ἐχούσας ἁπάσας τὰς ἐπὶ τῆς
2. Ἰταλίας ὁδοὺς ὁ Τραϊανὸς ἐκεῖνος ἐπηνωρθώσατο, τὰ μὲν
3. ὑγρὰ καὶ πηλώδη μέρη λίθοις στρωννὺς, ἢ ὑψηλοῖς ἐξαίρων
4. χώμασιν, ἐκκαθαίρων δὲ τά τε ἀκανθώδη καὶ τραχέα καὶ
5. γεφύρας ἐπιβάλλων τοῖς δυσπόροις τῶν ποταμῶν· ἔνθα δ’
6. ἐπιμήκης οὐ προσηκόντως ὁδὸς ἦν, ἐνταῦθα σύντομον
7. ἑτέραν τεμνόμενος· ὥσπερ καὶ εἰ δι’ ὕψος λόφου χαλεπὴ, διὰ
8. τῶν εὐπορωτέρων χωρίων ἐκτρέπων· καὶ εἰ θηριώδης ἢ
9. ἔρημος, ἐξιστάμενος μὲν ἐκείνης, ἐφιστάμενος δὲ εἰς τὰς λεωφόρους,
10. ἐπανορθούμενος δὲ καὶ τὰς τραχείας. οὔκουν χρὴ
11. θαυμάζειν εἰ μαρτυροῦντες Ἱπποκράτει τὴν εὕρεσιν τῆς θεραπευτικῆς
12. μεθόδου γράφειν ἐπεχειρήσαμεν αὐτοὶ τήνδε τὴν
13. πραγματείαν. οὐ γὰρ ὡς οὐδ’ ὅλως εὑρεθείσης αὐτῆς, ἀλλ’
14. ὡς δεομένης ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἐπὶ τήνδε τὴν συγγραφὴν
15. ἧκον οὐδένα τῶν πρὸ ἐμοῦ συμπληρώσαντα τὴν μέθοδον
16. εὑρών. ἔνιοι μὲν γὰρ οὐδ’ ἔγνωσαν ὅλως αὐτὴν, ἔνιοι
17. δὲ γνόντες οὐκ ἠδυνήθησαν προσθεῖναι τὸ λεῖπον· εἰσὶ δ’
18. οἳ καὶ κατακρύψαι καὶ συσκιάσαι προείλοντο καὶ ἀφανῆ ποιῆσαι
1. παντάπασιν· οἵτινες δ’ εἰσὶν οὗτοι προϊόντος ῥηθήσεται
2. τοῦ λόγου. νυνὶ δ’ ὅπερ ὑπεσχόμην ἤδη ποιήσω· πάντας
3. ἑξῆς ἐκθήσομαι τοὺς θεραπευτικοὺς σκοπούς.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 9.8, ed. Kühn, 1825, vol. 10, p. 632-634. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩