ΓΑΛΗΝΟΥ ΤΩΝ ΠΡΟΣ ΓΛΑΥΚΩΝΑ ΘΕΡΑΠΕΥΤΙΚΩΝ
ΒΙΒΛΙΟΝ Α.
1. Ὅτι μὲν οὐ τὴν κοινὴν μόνον ἁπάντων
2. ἀνθρώπων φύσιν, ὦ Γλαύκων, ἐπίστασθαι χρὴ τὸν ἰατρὸν,
3. ἀλλὰ καὶ τὴν ἰδίαν ἑκάστου, πάλαι τε πρὸς Ἱπποκράτους
4. ὀρθῶς εἴρηται καὶ ἡμῖν δὲ ἐπ’ αὐτῶν, ὡς οἶσθα, τῶν ἔργων
5. τῆς τέχνης ἱκανῶς ἐσπούδασται. οὐ μὴν γράφειν γε δυνατὸν,
6. ὥσπερ τὴν κοινὴν, οὕτω καὶ τὴν ἰδίαν ἑκάστου, ἀλλ’ ὑπεναντίως
7. ἔχει τὰ γράμματα πρὸς τὰς πράξεις, ἄλλοθί τε πολλαχόθι
8. καὶ οὐχ ἥκιστα ἐν τοῖς νῦν ὑπ’ ἐμοῦ προκειμένοις.
9. ἠξίωσας μὲν γὰρ ἡμᾶς, ἰαμάτων τινά σοι καθόλου μέθοδον
1. ὑποτυπώσασθαι· περαίνεται δὲ αὕτη διά τε ποιότητος καὶ
2. ποσότητος ἑκάστου τῶν βοηθημάτων καὶ τοῦ τρόπου τῆς
3. χρήσεως αὐτῶν καὶ τοῦ πάντων τούτων χαλεπωτάτου διαγνωσθῆναι
4. καιροῦ. περὶ ὃν ὀξὺν ἱκανῶς ὄντα, καθάπερ που
5. καὶ τοῦτό φησιν ὁ πάντων ἡμῖν τῶν καλῶν ἡγεμὼν Ἱπποκράτης,
6. σφαλλομένους πολλάκις ὁρᾷς οὐ τοὺς τυχόντας μόνον,
7. ἀλλὰ δὴ καὶ τοὺς ἀρίστους ἰατρούς. καὶ μὲν δὴ καὶ μέγα τὸ
8. ποσὸν εὐστόχως συναρμοσθὲν εἰς δύναμιν ὁ αὐτὸς ἀνὴρ
9. ἔγραψεν. ὅταν οὖν εἰς μὲν τὸ καλῶς ἰᾶσθαι μέγα συντελεῖν
10. φαίνοιτο ὅ τε καιρὸς καὶ ἡ ποσότης τῶν βοηθημάτων, ἴδια
11. δὲ ταῦτα καθ’ ἕκαστον τῶν νοσούντων εὑρήσεις καὶ μηδὲν
12. ἴδιον ἑρμηνεύεσθαι δύναται τῷ λόγῳ, τὸ κοινὸν οὕτως ἀναγκαζόμεθα
13. γράφειν, κᾂν τῇ χρείᾳ δεύτερον ᾖ. καὶ γὰρ οὖν καὶ
14. ἐπισκοπούμεθά τινας ἀῤῥώστους πολλάκις, οἷς ἔμπροσθεν
15. ὑγιαίνουσιν οὐκ ἐνετύχομεν· οὔκουν οὐδ’ ὅπως εἶχον
16. χροιᾶς, ἢ σχέσεως, ἢ τῆς κατὰ φύσιν θερμασίας, ἢ τῆς τῶν
17. ἀρτηριῶν γινώσκοντες, ἵν’ εἰδότες ἱκανοὶ κριταὶ γενοίμεθ’ ἄν
1. ποτε τῶν νοσημάτων τοῦ μεγέθους. εἰς ὅσον γὰρ ἐξίσταται
2. τῆς φύσεως ἕκαστον, εἰς τοσοῦτον καὶ μεγέθους ἥκει. τὸ δ’
3. ὅσον ἐξίσταται, γνῶναι δυνατὸν μόνῳ τῷ τὸ κατὰ φύσιν
4. ἀκριβῶς ἐπισταμένῳ. τοῦτ’ οὖν ἀγνοοῦντες ἐπ’ αὐτῶν, ἵνα
5. μὴ παντάπασιν ἀπορῶμεν, ἐπὶ τὸ κοινὸν ἀφικνούμεθα.
6. πλέον δέ τι κᾀν τούτῳ τῶν ἀτέχνων ὁ τεχνίτης ἔχει. καὶ τί τὸ
7. πλέον; Ἱπποκράτης μὲν καὶ τοῦτο πρῶτος ἁπάντων ὧν ἴσμεν
8. γέγραφεν. ὑπεμνήσαντο δὲ ἐπὶ πλέον τῶν μετ’ αὐτὸν ὅσοι
9. τῶν ἐκείνου συνῆκαν γραμμάτων, ὧν εἷς ἦν καὶ Μνησίθεος
10. ὁ Ἀθηναῖος, ἀνὴρ τά τε ἄλλα ἱκανὸς πάντα τὰ τῆς τέχνης
11. καὶ εἰς ὅσον χρὴ μεθόδῳ τὴν ἰατρικὴν τέχνην ἀσκεῖν, οὐδενὸς
12. ἐπιγνῶναι δεύτερος. οὗτος ὁ Μνησίθεος ἀπὸ τῶν πρώτων
13. καὶ ἀνωτάτω γενῶν ἀρξάμενος ἀξιοῖ τέμνειν αὐτὰ κατ’ εἴδη
14. τε καὶ γένη καὶ διαφοράς. εἶτ’ αὖθις τὰ τεμνόμενα τέμνειν
15. ὁμοίως κᾀκεῖνα πάλιν ὡσαύτως, ἔστ’ ἂν ἐπί τι τοιοῦτον εἶδος
16. ἀφικώμεθα μεθ’ ὃ τέμνοντες, ἀχρὶς οὗ τὸ τεμνόμενον, εἰς
17. ἓν τῷ ἀριθμῷ καὶ ἄτομον ἤδη τελευτήσομεν. ταῦτ’ ἀρκεῖ
18. μοι πρός γέ σε διὰ βραχέων ἃ βούλομαι δεδηλῶσθαι. καὶ
1. γὰρ ἂν εἴην γελοῖος, εἴ σε διδάσκοιμι τὰ σὰ ὥσπερ οὐχὶ παρὰ
2. Πλάτωνος αὐτὰ πάλαι μεμαθηκότα. οὐδὲ γὰρ ὥστε διδάξαι
3. σέ τί πως περὶ τῆς κατὰ τὴν τοιαύτην διαίρεσιν μεθόδου τὴν
4. ὑπόμνησιν ἐποιησάμην, ἀλλ’ ὅτι μοι πρὸς τὸν ἐφεξῆς λόγον
5. ἅπαντα χρήσιμον αὐτὴν ἔσεσθαι νομίζω· καὶ τὴν αἰτίαν, ὧν
6. ἑκάστοτε σφαλλομένους ὁρᾷς τοὺς πλείστους τῶν ἰατρῶν,
7. ἀξιοῦντί σοι μαθεῖν οὐκ ἐνῆν ἄλλως ἐνδείξασθαι. καὶ γὰρ
8. καὶ τὰ κατὰ τὰς ἄλλας αἱρέσεις σφάλματα καὶ ὅσα νῦν ἐπὶ
9. τῶν νοσούντων οἱ πολλοὶ τῶν ἰατρῶν ἁμαρτάνουσι, πρώτην
10. καὶ μεγίστην αἰτίαν ἔχει τὸ μοχθηρὸν τῆς διαιρέσεως. οἱ μὲν
11. γὰρ ἐπὶ τῶν πρώτων καὶ ἀνωτάτω γενῶν μένουσιν, ἀρκούμενοι
12. ταῖς ἀπὸ τούτων ἐνδείξεσιν· οἱ δὲ μέχρι μέν τινος ἔτεμον,
13. οὐ μὴν πρός γε τὸ τέλος ἐξίκοντο· πολλοὶ δὲ καὶ μοχθηραῖς
14. ἐχρήσαντο διαιρέσεσιν. ὅστις δὲ καὶ τὰ κατὰ φύσιν
15. ἅπαντα καὶ τὰ παρὰ φύσιν εἰς τὴν τοιαύτην ἀνάγων μέθοδον,
16. ἐξ ἁπάντων τούτων τῶν κατὰ τὴν διαίρεσιν ἀνενδεῆ
17. λαμβάνοι τὴν ἔνδειξιν, μόνος ἂν οὗτος εἰς ἀνθρωπίνην δύναμιν
18. ἀναμάρτητος εἴη περὶ τὰς ἰάσεις· καὶ τούς τε γινωσκομένους
1. ἄμεινον τῶν ἄλλων ἰῷτο καὶ τοὺς ἀγνοουμένους εἰς
2. ὅσον οἷόν τε καὶ τούτους ἐγγυτάτω τῶν γινωσκομένων. εἰ γὰρ
3. διορίσαιτό τις πρῶτον μὲν τὴν κατὰ τὰς ἡλικίας διαφορὰν,
4. ἐφεξῆς δὲ τὴν κατὰ τὰς κράσεις καὶ τὰς δυνάμεις καὶ τἄλλα
5. τὰ τοῖς ἀνθρώποις ὑπάρχοντα, χροιὰς λέγω καὶ θερμασίας
6. καὶ σχέσεις καὶ σφυγμῶν κινήσεις καὶ ἔθη καὶ ἐπιτηδεύματα
7. καὶ τὰ τῆς ψυχῆς ἤθη, προσθείη δὲ τούτοις καὶ τὴν
8. ὡς ἄῤῥενος πρὸς θῆλυ διαφορὰν, ὅσα τε κατὰ τὰς χώρας
9. καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς ἄλλας τοῦ περιέχοντος
10. ἡμᾶς ἀέρος καταστάσεις, ὡς χρὴ διορίσασθαι, πλησίον ἂν
11. ἥκοι τῆς ἰδίας τοῦ κάμνοντος φύσεως. ἀλλὰ πάντων τούτων
12. τὰ μὲν ἐν τοῖς περὶ σφυγμῶν, τὰ δὲ ἐν τοῖς περὶ
13. κράσεων διώρισται· ὥσπερ γε καὶ τῶν παρὰ φύσιν ἁπάντων
14. ὅσαι κατ’ εἴδη τε καὶ γένη διαφοραὶ τυγχάνουσιν
15. οὖσαι, πάσας ἐν τῷ περὶ παθῶν διοριζόμεθα λόγῳ. νυνὶ
16. δὲ ὁ μὲν λόγος ἡμῖν ἅπας ἔσται περὶ τῶν τοιούτων ἀῤῥώστων
17. ὧν τὴν φύσιν ἀκριβῶς ἐπιστάμεθα πρὸ τῆς νόσου·
18. συνεπινοηθήσονται δὲ αὐτοῖς καὶ οἱ λοιποὶ πάντες ὧν
1. ἠγνοοῦμεν. οὐδὲν γὰρ ἦν χαλεπὸν ἀπὸ τοῦ τελέως
2. διωρισμένου καὶ τὸ μὴ τοιοῦτον ἐξευρίσκειν.