6. Τὸν μὲν οὖν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ τῆς
7. ξανθῆς χολῆς κινουμένης δυναστευόμενον, ὑγραίνειν τε καὶ
8. ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἂν οἷόν τε μάλιστα. τὰ γὰρ
9. ἐναντία τῶν ἐναντίων ἰάματά ἐστι, κολάζοντα μὲν τὸ ὑπερβάλλον,
10. ἀντεισάγοντα δὲ τὸ λεῖπον. ὁ δὲ τῆς ξανθῆς χολῆς
11. χυμὸς ἁπάντων τῶν ἐν τῷ σώματι χυμῶν θερμότατος καὶ
12. ξηρότατός ἐστι. προτρέπειν οὖν χρὴ τὸν μὲν εἰς τὴν γαστέρα
13. συῤῥέοντα, κενοῦσθαι δι’ ἐμέτων· τὸν δὲ κάτω ὑπιόντα ὡσαύτως
14. διὰ τῆς κάτω ἐκκρίσεως· τοῦτο μὲν δὴ καὶ αὐτόματον ἐν
15. τοῖς ἀκριβέσι γίνεται τριταίοις. καὶ τοῖς οὔροις δὲ καὶ τοῖς
16. ἱδρῶσι ποδηγεῖν· ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν κάτω τῆς χολῆς
17. κάθαρσις. ἀλλὰ τὴν μὲν γαστέρα μαλακοῖς κλύσμασι κενοῦν·
18. τὰ οὖρα δὲ προτρέπειν σελίνου τε καὶ ἀνήθου τοῖς πόμασιν
1. ἐναποβρέχοντα. καὶ ἤν σοι πέψεως σημεῖα προφαίνηται, θαῤῥῶν
2. ἤδη καὶ τοῦ ἀψινθίου διδόναι· τοῦτο μὲν δὴ καὶ ἄλλως
3. μέγιστον ἴαμα τοῦ στομάχου διὰ χολῆς δῆξιν καὶ μᾶλλον εἰ
4. τῆς κόμης αὐτοῦ λαμβάνων ὅσον αὔταρκες ἐναποβρέχοις μελικράτῳ.
5. λουτρὰ δὲ θερμὰ δι’ ὕδατος ποτίμου τὸ μέν τι
6. κενοῖ τῆς χολῆς ἀπάγοντα, τὸ δέ τι καὶ τῇ ποιότητι μεγάλως
7. ὀνίνησιν· ὑγραίνει γὰρ καὶ ψύχει κατὰ δύναμιν, ὅσα τοιαῦτα
8. λουτρά. τὰ δὲ θαλάττια καὶ ἁλμώδη καὶ νιτρώδη καὶ θειώδη
9. πλεῖον μὲν ἀπάγει τῆς χολῆς, πολὺ δ’ ἧττον ὠφελεῖ τῶν ποτίμων.
10. ἄμεινον δ’ εἰπεῖν, οὐδ’ ὠφελεῖν αὐτὰ μειζόνως βλάπτοντα
11. ταῖς ποιότησιν ἢ βοηθοῦντα ταῖς κενώσεσιν. ἀτὰρ
12. οὖν καὶ οἶδά τινα κιβδήλῳ λογισμῷ τοιοῖσδε χρήσασθαι λουτροῖς
13. ἀναπεισθέντα· εἶτα ξηρανθέντα τὴν ἕξιν τοῦ σώματος,
14. εἰς τοσοῦτόν τε διαφθαρέντα, ὥστε μαρανθεὶς ἀπέθανεν.
15. ἐπέτεινε δὲ αὐτῷ καὶ ἡ ἄλλη πᾶσα δίαιτα πρὸς τὴν
16. κένωσιν τῆς χολῆς. ἀεὶ δὲ χρὴ ποιότητας ἐναντίας τῇ κρατούσῃ
17. παρὰ φύσιν ἀντεισάγειν· καὶ ὡς τὸ πολὺ βέλτιον τοῦτο τοῦ
18. κενοῦν ὁπωσοῦν· ὅπερ οὔτ’ αὐτὸς ἐγίνωσκεν, οὔθ’ ἑτέρων
1. ἐμάνθανε λεγόντων. ἔν τε οὖν τοῖς λουτροῖς οὗτος ὁ σκοπὸς
2. γιγνέσθω, διαβρέξαι τε καὶ ὑγρᾶναι τὸ σῶμα· καὶ διὰ τοῦτο
3. μήτε νίτρου μήθ’ ἁλῶν μήτε νάπυος προσπάττειν, οἷα δὴ
4. τοὺς πλείστους ἐστὶν ἰδεῖν λυμαινομένους τοῖς ἀῤῥώστοις,
5. ἀλλ’ ὅτι μάλιστα θερμὸν ἔλαιον περιχέοντας ἐμβιβάζειν τε
6. τῷ ὕδατι καὶ διαβρέχεσθαι, καὶ εἴ γ’ ἐθέλοιεν νήχεσθαι ἐν αὐτῷ,
7. συγχωρεῖν αὐτοῖς εἰς ὅσον δύνανται. τοὺς δὲ φιλολουτροῦντας,
8. οὐδ’ εἰ δὶς τῆς ἡμέρας λούειν ἐθέλοις, ἁμαρτάνοις· ἀλλ’
9. ἐν καιρῷ μάλιστά σοι τοῦτο μνημονευέσθω. εἰ δὲ καὶ πέψεως
10. τῆς νόσου σημεῖα φαίνοιτο, κᾂν εἰ πλεονάκις λούοις, οὐκ ἂν
11. ἁμάρτοις. οἴνου δὲ πρὶν μὲν πέττεσθαι τὸ νόσημα παντάπασιν
12. εἴργειν, ἀρξαμένου δὲ πέττεσθαι, λεπτὸν καὶ ὑδαρῆ καὶ
13. ὀλίγον τὴν πρώτην διδόναι· πλησίον δ’ ἤδη τοῦ λύεσθαι γενομένου
14. πλείονα. σιτία δὲ ὅσα ὑγραίνει τε καὶ ψύχει, πάντα
15. χρήσιμα τριταίοις ἀκριβέσι. τὸ δὲ ποσὸν ἐν αὐτοῖς τοσοῦτον
16. ὅσον πλεῖστον καλῶς πέψαι δύνανται. λαχάνων μὲν ἀτράφαξίς
17. τε καὶ βλίτον καὶ λάπαθον καὶ μαλάχη καὶ θριδακίνη καὶ
18. κολοκύνθη. τῶν δ’ ἄλλων ὅ τε πτισάνης χυλὸς καὶ τὰ διὰ
1. τοῦ χόνδρου ῥοφήματα, καὶ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν
2. πτηνῶν τὰ μαλακόσαρκα, καὶ τῶν μὴ τοιούτων τὰ πτερά·
3. καὶ μὲν δὴ καὶ ἀλεκτρυόνων τοὺς ὄρχεις διδόναι καὶ τῶν
4. συῶν τοὺς πόδας τε καὶ τοὺς ἐγκεφάλους· τῶν μικροτέρων
5. δὲ εἰ καὶ τὰς σαρκὰς δοίης τακερὰς, οὐδὲν βλάψειας.
6. ἀλλὰ καὶ ὠὰ συγχωρεῖν ῥοφεῖν καὶ μάλιστα τὰς λεκίθους·
7. ῥᾷον γὰρ αὗται πέπτονται τοῦ λευκοῦ. καὶ τῶν ὀπωρῶν
8. δέ γε συγχωρεῖν γεύεσθαι, τῶν γε μὴ παντάπασι δυσπέπτων.
9. ἀπέχειν δὲ μέλιτός τε καὶ νάπυος καὶ ταρίχου καὶ
10. τῶν δριμέων ἁπάντων καὶ οἴνων δὲ τῶν παλαιῶν ἱκανῶς
11. καὶ ὅσοι θερμοὶ φύσει. αὕτη μὲν οὖν ἡ δίαιτα τῶν πολλῶν
12. ἐστόχασταί σοι. ὅσοι δὲ μὴ τρυφῶσι, διαιτητέον ἐστὶ ὡς
13. οἶσθα κᾀμὲ διαιτηθέντα ποτὲ ἐν ἀκριβεῖ τριταίῳ πυρετῷ
14. κατὰ τὸν Ἱπποκράτειον λόγον ἐν χυλῷ πτισάνης ἄχρι κρίσεως.
15. ταῦτα μὲν ἐν τοῖς ἀκριβέσι τριταίοις.
⟨
(Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]
Ad Glauconem de medendi methodo
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).
Ad Glauconem de medendi methodo, 1.10, ed. Kühn, 1826, vol. 11, p. 32-35. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩