Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 1.11, ed. Kühn, 1826, vol. 11, p. 35-37. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.11

16. Ἐν δὲ τοῖς μὴ ἀκριβέσι προνοεῖσθαι
17. χρὴ μάλιστα καθ’ ὅσον οἷόν τε μήτ’ αὐξῆσαι τὸ νόσημα
18. μήτε καταβαλεῖν τοῦ νοσοῦντος τὴν δύναμιν ἐν χρόνῳ 
1. πλείονι ταλαιπωρεῖσθαι μέλλουσαν. ἔστι μὲν οὖν χαλεπὸν
2. ἀμφοῖν κρατεῖν, ὡς ἂν τῶν μὲν ἀσιτιῶν ὅσον εἰς τὴν πέψιν
3. τοῦ νοσήματος ὠφελουσῶν, τοσοῦτον ἢ καὶ ἐπὶ πλεῖον ἀδικουσῶν
4. τὴν δύναμιν· τῶν δὲ τροφῶν ὅσον εἰς ῥώμην συντελουσῶν
5. τῷ νοσοῦντι, τοσοῦτον ἐμποδιζουσῶν τὰς πέψεις.
6. ἀλλὰ κᾀνταῦθά σοι γνωστέον, εἰς ὅσον μὲν ἥκει μεγέθους
7. ἡ νόσος, εἰς ὅσον δὲ καὶ ἡ δύναμις αὐτοῦ τοῦ νοσοῦντος· ἵνα
8. πρὸς τὰ μείζονος ἐπικουρίας δεόμενα ἀποβλέπων ἀσιτίαις
9. μὲν ἐν ἰσχυροτέρᾳ τῇ δυνάμει καὶ δυσπέπτῳ νοσήματι θαῤῥαλεώτερον
10. χρήσῃ· τροφαῖς δὲ πλείοσιν ἐν ἀσθενεστέρᾳ μὲν
11. τῇ δυνάμει, νοσήματι δὲ μὴ πάνυ δυσπέπτῳ. ταῦτα μὲν δὴ
12. κᾀν τοῖς ἄλλοις ἅπασι νοσήμασι χρὴ σκοπεῖν. ἐν δὲ
13. τοῖς οὐκ ἀκριβέσι τριταίοις οὐδὲ λούειν εὐθὺς κατ’ ἀρχὰς
14. ἀγαθὸν, ἀλλ’ ἡνίκα ἂν φαίνοιτο ἤδη τὰ σημεῖα τῆς πέψεως,
15. οὐδὲ καθ’ ἡμέραν τρέφειν, ἀλλ’ ἀρκεῖ παρὰ μίαν. ἡσυχία δὲ
16. καὶ θάλψις τῶν καθ’ ὑποχόνδριον αὐτοῖς συμφέρει καὶ ῥοφήματα
17. τὰ εὔπεπτα καὶ κλύσματα τῆς κάτω γαστρὸς μὴ πάνυ
18. μαλακά. καὶ εἰ αἵματος ἀφαιρέσεως δέοιντο, μηδὲ τοῦτο
1. παραλείπειν, ἀλλ’ εὐθὺς κατ’ ἀρχὰς διορισάμενος ἐξ ὧν οἶσθα
2. ἀποχεῖν αἵματος ὅσον τοῖς παροῦσι μέτριον. ἡ δ’ ὅλη τῆς
3. διαίτης κατάστασις οὐ ψύχουσα καὶ ὑγραίνουσα τὸ σύμπαν
4. σῶμα ὡς ἐπὶ τῶν ἀκριβῶν ἐστι τριταίων, ἀλλά τι καὶ
5. τοῦ τμητικωτέρου καὶ τοῦ θερμοτέρου τρόπου προσεπιλαμβανέσθω.
6. μάλιστ’ οὖν ἁρμόσειεν αὐτοῖς ὁ τῆς πτισάνης
7. χυλὸς ἐμβαλλομένου πεπέρεως· ἢ καὶ ὑσσώπου ποτὲ καὶ
8. ὀριγάνου ἢ στάχυος νάρδου ἐμβαλὼν μελικράτῳ καὶ συναφεψῶν
9. διδόναι πίνειν καὶ τἄλλα δ’ ὅσα οὖρα κινεῖ πλὴν
10. τῶν ἄκρως θερμαινόντων τε καὶ ξηραινόντων. μάλιστα δὲ
11. τοῦ ἀψινθίου διδόναι συνεχέστατα μετὰ τὴν ἑβδόμην ἡμέραν.
12. καὶ μὲν δὴ καὶ ὀξύμελι πολλοὺς ὤνησε πινόμενον καί
13. τι τῶν ἐπιεικῶν ὑπηλάτων, οἷς οἶσθα καὶ ἡμᾶς χρωμένους
14. συνεχῶς. ὁ δὲ ἐπὶ τοῖς σιτίοις ἔμετος εἰς τοσοῦτον ἄρα
15. τοῖς ἐν τῷδε πυρετῷ χρονίζουσι χρήσιμος, ὥστε πολλοὺς
16. οἶδα τελέως ἀπαλλαγέντας εὐθέως ἐπὶ τοῖς ἐμέτοις.

Cliquer un n° de page pour en afficher l’image