Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 1.12, ed. Kühn, 1826, vol. 11, p. 37-40. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.12

17. Ἑξῆς δὲ περὶ τῶν τεταρταίων ἐροῦμεν,
18. οὓς καὶ αὐτοὺς κατ’ ἀρχὰς μετρίως τε καὶ πρᾴως ἄγειν
1. χρὴ, μήτε φάρμακόν τι τῶν ἰσχυρῶν μηδὲν προσφέροντας
2. μήτε κένωσιν, εἰ μή τι ἄρα πάνυ σφόδρα φαίνοιτο πλεονάζον
3. αἷμα. καὶ εἰ διελόντι φλέβα τὸ ῥέον εἴη μέλαν καὶ παχὺ, μάλιστα
4. δ’ ἐν τοῖς σπληνώδεσι τοιοῦτον εὑρίσκεται, θαῤῥεῖν τῇ
5. κενώσει· ξανθοῦ δὲ καὶ λεπτοῦ φανέντος, ἐπέχειν αὐτίκα.
6. τέμνειν δὲ φλέβα ἤτοι τὴν ἐντὸς ἢ τὴν μέσην ἀγκῶνος ἀριστεροῦ,
7. καὶ δίαιταν ἐφεξῆς ἄφυσόν τε καὶ χρηστὴν διαιτᾶσθαι,
8. μαλάττοντας τὴν γαστέρα, καθ’ ὅσον οἷόν τε διὰ τῶν
9. συνηθῶν. εἰ δὲ μηδὲν ἀνύοι ταῦτα, κλύσμασι χρῆσθαι κατ’
10. ἀρχὰς μὲν μαλακοῖς, ὕστερον δὲ καὶ δριμυτέροις. χοιρείων δ’
11. εἴργειν αὐτοὺς κρεῶν καὶ πάντων ὅσα γλίσχρα καὶ βραδύπορα
12. καὶ τῶν ψυχόντων καὶ τῶν ὑγραινόντων ἐδεσμάτων ἁπάντων,
13. οἴνῳ δὲ χρῆσθαι λευκῷ τε καὶ λεπτῷ καὶ συμμέτρως θερμῷ.
14. καὶ πτηνῶν τοῖς εὐχύμοις καὶ οὐχ ἑλείοις· καὶ ἰχθύων τοῖς
15. εὐπέπτοις τε καὶ μαλακοσάρκοις καὶ μηδὲν γλίσχρον ἔχουσι.
16. καὶ ταρίχει δὲ χρῆσθαι καὶ νάπυϊ καὶ δι’ ἡμερῶν τινων τῆς
17. διὰ τριῶν πεπέρεων προσλαμβάνειν ἢ τοῦ διοσπολιτικοῦ
18. φαρμάκου· καὶ εἰ πεπέρεως μόνου σὺν ὕδατι καθ’ ἑκάστην
1. ἡμέραν λαμβάνοιεν, ὀρθῶς ἂν ποιοῖεν. τρίψεων δὲ καὶ περιπάτων
2. καὶ λουτρῶν καὶ τῶν ἄλλων τῶν συνηθῶν μὴ παντελῶς
3. εἴργειν. εἰ δὲ καὶ παντάπασιν ἀπέχεσθαι λουτρῶν δύναιντο,
4. ταῖς τρίψεσιν ἀρκούμενοι μάλιστ’ ἂν ὀνίναιντο. καὶ εἰ βραχὺς
5. εἴη καὶ μὴ πάνυ βίαιος ὁ τεταρταῖος πυρετὸς, ἐν ταῖς
6. μέσαις τῶν ἡμερῶν οὐδὲν χεῖρον ἅπτεσθαι τῶν συνηθῶν
7. γυμνασίων. ταῦτα μὲν δὴ κατὰ τὰς ἀρχὰς καὶ μέχρι τῆς ἀκμῆς
8. πρακτέον. εἰ δ’ ἐν ἀκμῇ μάλιστά που δοκοίη τοῦ νοσήματος
9. εἶναι ὁ κάμνων, τότε χρὴ διαιτᾷν μὲν λεπτότερον ἢ πρόσθεν
10. τε καὶ ὄπισθεν· εὐθὺς δὲ καὶ ἡσυχάζειν εἰς μακρὸν κελεύειν·
11. καὶ τῶν σπλάγχνων προνοεῖσθαι, καταιονῶντά τε καὶ
12. καταπλάττοντα τοῖς μαλάττειν τε καὶ χαλᾷν δυναμένοις. ἐφεξῆς
13. δὲ τοῖς διουρητικοῖς καλουμένοις χρῆσθαι φαρμάκοις· καὶ
14. εἰ τὰ τῆς πέψεως τοῦ νοσήματος σημεῖα φαίνοιτο, καθαίρειν
15. τηνικαῦτα τοῖς τοὺς μέλανας χυμοὺς κενοῦσι φαρμάκοις χρὴ
16. οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πολλάκις, ἢν οὕτως δέῃ. χρῆσθαι
17. δὲ καὶ τοῖς ἀπὸ τῶν σιτίων ἐμέτοις τηνικαῦτα συνεχῶς, καὶ
18. μηδενὸς κωλύοντος ἐλλέβορον λευκὸν διδόναι τὴν πρώτην
1. ἐπιμιγνύντα ῥαφανίσιν· εἰ δὲ μηδὲν ἀνύει καὶ αὐτὸν τὸν
2. ἐλλέβορον. οἷς δ’ ἐμεῖν ἀδύνατον, τούτους σφοδρότερον καθήραντας
3. κάτω τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου πίνειν διδόναι
4. καὶ τῶν ἄλλων ὅσα πρὸς τοὺς τοιούτους ἐπαινεῖται
5. πυρετούς· ἐν οἷς ἐστι καὶ τὸ σύνηθες ἡμῖν ἁπάντων δοκιμώτατον,
6. ὀποῦ τοῦ Κυρηναϊκοῦ λαμβάνον. ὅσοι δὲ κατ’
7. ἀρχὰς τῶν τοιούτων τι φαρμάκων ἔδοσαν ἢ ὅλως πρὸ τῆς
8. ἀκμῆς, ἁπλοῦν μὲν ὄντα τὸν τεταρταῖον διπλοῦν πολλάκις
9. ἐποίησαν, ἢ πάντως μείζονά τε καὶ χαλεπώτερον εἰργάσαντο·
10. διπλοῦν δὲ ὄντα τριπλοῦν ἐποίησαν, ἢ πάντως γε τοὺς δύο
11. χαλεπωτέρους τε καὶ μείζονας. οἶδα δέ τινα ἰατρὸν, ὅστις
12. ἐτόλμησεν ὑπὸ τριῶν ἐχομένῳ τεταρταίων δοῦναι τοῦ διὰ
13. τῶν ἐχιδνῶν φαρμάκου οὔπω τοῦ νοσήματος ἀκμάζοντος·
14. εἶτα οἷα εἰκὸς αὐξηθέντων ἁπάντων συνεχὴς διαδεξάμενος
15. πυρετὸς ἀπέκτεινε τὸν ἄνθρωπον.

Cliquer un n° de page pour en afficher l’image