Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 1.15, ed. Kühn, 1826, vol. 11, p. 42-61. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.15

11. Τῶν δὲ μετὰ συμπτωμάτων πυρετῶν οὐκ
12. ἔθ’ ἁπλῶς οὕτως, ἀλλὰ μετρῆσαι χρὴ καθ’ ὅσον οἷόν τε πηλίκος
13. μὲν ὁ πυρετὸς, πηλίκον δὲ τὸ σύμπτωμα τὸ τὸν κίνδυνον
14. ἐπιφέρον, καὶ πρὸς τὸ σφοδρότερον ἐν αὐτοῖς καὶ χαλεπώτερον
15. ἵστασθαι, μηδὲ θατέρου παντάπασιν ἀμελοῦντας.
16. φέρε γὰρ εἴ τις πυρέττοι μὴ τῆς καλουμένης πληθωρικῆς διαθέσεως
17. παρούσης, ἀλλ’ ἐξ ἀπεψιῶν τε προσφάτων εἴη καὶ
18. δάκνοιτο καὶ θλίβοιτο τὸ στόμα τῆς γαστρὸς ἢ καὶ χυμόν
1. τινα μοχθηρὸν ἐμημεκὼς εἴη καὶ τῇ τούτου διόδῳ μεγάλως
2. βεβλαμμένος, ὥστε καὶ δυσφορεῖν καὶ ἀλύειν· ἆρ’ ἐνταῦθα
3. πρὸς τὸν πυρετὸν ἀποβλέψαντες μόνον κενοῦν ἐπιχειρήσομεν
4. τὸ πλῆθος, ὅπερ ἄλλως ἂν ἀλύπως ἐπράξαμεν; ἢ πρότερον
5. τοῦ στόματος τῆς γαστρὸς προνοησόμεθα, κᾄπειθ’ οὕτως,
6. ἐπειδὰν ἡμῖν καλῶς ἔχῃ τοῦτο, τὴν ἐνδεχομένην τοῦ παντὸς
7. σώματος κένωσιν ποιησόμεθα; ἐμοὶ μὲν οὖν οὕτω δοκεῖ. πολλάκις
8. γοῦν εἶδον πολλοὺς τῶν τοιούτων, τοὺς μὲν ἀπολλυμένους,
9. τοὺς δ’ εἰς ἔσχατον ἀφικομένους κινδύνου, ἐπιχειρησάντων
10. αὐτοὺς κενοῦν τῶν ἰατρῶν, πρὶν ῥῶσαι τὸν στόμαχον.
11. ἀλλ’ οὐδὲ εἰ μετὰ διαῤῥοίας ὁ πυρετὸς εἴη, χρῄζει τινὸς
12. ἄλλης κενώσεως, ἀλλ’ αὐτάρκης αὕτη, κᾂν μὴ κατὰ λόγον ᾖ
13. τοῦ πλήθους. ὅσοι γὰρ τῶν τοιούτων ὡς πλείονος χρῃζόντων
14. ἀφαιρέσεως ἤτοι τοῦ αἵματος ἀπάγειν ἐτόλμησαν ἢ τὴν
15. γαστέρα κινεῖν, ἔτι μᾶλλον ὀξεῖς κινδύνους ἐπήνεγκαν. ἀλλ’
16. οὐδ’ εἰ σπώμενός τις ἅμα καὶ κενώσεως αἵματος εἴη χρῄζων,
17. οὐδὲ τούτῳ τοσοῦτον ἀφαιρεῖν προσήκει εἰσάπαξ ὅσου δεῖται
18. τὸ πάθος, ἀλλά τι καὶ τῷ συμπτώματι καταλειπτέον ἱδρῶτάς
1. τε πολλάκις κινοῦντι καὶ ἀγρυπνίας προσφέροντι καὶ τὴν
2. ἰσχὺν καταβάλλοντι τοῦ νοσοῦντος. οὕτω δὲ καὶ εἰ ἀγρυπνία
3. σφοδρὰ καὶ εἰ ἄλγημα σύντονον ἐνοχλοίη τὸν νοσοῦντα, φυλακτέον
4. ἀθρόας τε καὶ πολλὰς κενώσεις. οἷον δέ τι σύμπτωμα
5. καὶ τὴν τοῦ περιέχοντος ἀέρος ὑπολογιστέον κρᾶσιν, ὅταν γε
6. ἀκριβῶς ᾖ θερμὴ καὶ ξηρὰ καθάπερ τῆτες ἐν τῷ μεταξὺ κυνὸς
7. ἀνατολῆς καὶ ἀρκτούρου. καὶ διὰ τοῦτο πάντες ἀπέθανον,
8. ὧν οἱ μηδ’ ὅλως ταῖς ὥραις προσέχοντες ἰατροὶ τὰς φλέβας
9. τεμεῖν ἐθάῤῥησαν. οὕτω δὲ καὶ εἰ ψυχρά τις εἴη πάνυ σφόδρα,
10. καὶ γὰρ οὖν καὶ τότε φυλακτέον ἀποχεῖν τι τοῦ αἵματος, εἰδότας
11. οὐ μικροὺς ἐν τοῖς τοιούτοις ἀκολουθεῖν κινδύνους.
12. ἀπόλλυνται δ’ οἱ μὲν ἐν ταῖς θερμαῖς πάνυ καταστάσεσιν οὐκ
13. ὀρθῶς κενωθέντες ὑπὸ τῆς καλουμένης συγκοπῆς τε καὶ διαφορήσεως.
14. οἱ δ’ ἐν ταῖς ψυχραῖς ἐν ἀρχαῖς τῶν παροξυσμῶν
15. καταψυχθέντες σφοδρῶς οὐκέτ’ ἀναφέρουσι. ταῦτ’ ἄρα καὶ
16. τῶν χωρίων οὔτ’ ἐν τοῖς θερμοῖς ἄγαν οὔτ’ ἐν τοῖς ψυχροῖς
17. αἵματος ἀφαιρέσει θαῤῥοῦμεν. ἀλλ’ ἐὰν μὲν ὁμολογῇ τὰ τῆς
18. ὥρας τῷ χωρίῳ, παντάπασιν ἀπεχόμεθα· μὴ ὁμολογούντων
1. δὲ κενοῦμεν μὲν, ἀλλ’ ἔλαττον πολὺ ἢ ὡς εἰ μηδ’ ἕτερον
2. ἐκώλυεν. οἷον δέ τι σύμπτωμα καὶ τὸ τοῦ νοσοῦντος εὐπαθὲς
3. ὑφορᾶσθαι χρή. πολλοὶ γὰρ οὔτ’ ἐκενώθησάν ποτε οὔτε
4. κένωσιν ἀθροωτέραν οὐδεμίαν οὔτ’ ἀσιτίαν μακροτέραν φέρουσιν·
5. ἀλλ’ οἱ μὲν ἄῤῥωστοι τὴν ἅπασαν ἰσχὺν τοῦ σώματος
6. ἐπ’ αὐτοῖς γίνονται ῥᾳδίως· οἱ δ’ εὐθὺς τὸν στόμαχον
7. φαύλως ἴσχουσιν, ὥστε ἀποστρέφεσθαι τὰ σιτία· καὶ
8. εἰ βιασάμενοι λάβοιεν ἢ μὴ κατέχειν ἢ μὴ πέττειν καλῶς.
9. ἐν τούτῳ τῷ μέρει τῆς διαγνώσεως καὶ τὴν κρᾶσιν τοῦ νοσοῦντος
10. θεωρητέον. ὅσοι γὰρ θερμοὶ καὶ ξηροὶ φύσει τυγχάνουσιν
11. ὄντες, οὗτοι πάντες ὑπὸ τῶν ἀθρόων κενώσεων ῥᾳδίως
12. βλάπτονται. καὶ μὲν δὴ καὶ τὸ ἔθος οὐ μικρὰ μοῖρα
13. πρός τε τἄλλα σύμπαντα καὶ οὐχ ἥκιστα πρὸς τὴν τῆς κενώσεως
14. ἔνδειξιν. οἱ μὲν γὰρ οὔτ’ ἐκενώθησαν ἔμπροσθεν οὔτε
15. ποτὲ κένωσιν ἀθρόαν ὑπήνεγκαν, παμπόλλοις σιτίοις ἐχρῶντο.
16. τινὲς δ’ ἔμπαλιν οὔτε πολλοῖς χρῶνται σιτίοις καὶ κενώσεων
17. ἐθάδες εἰσί. τούτους μὲν οὖν ἀδεῶς κενωτέον, ὅταν γε καὶ
18. τἄλλα ὑπαγορεύῃ. τοὺς δ’ ἑτέρους τοὺς ἀήθεις οὐδ’ εἰ 
1. τἄλλα σύμπαντα προτρέποιτο. κατὰ ταὐτὰ δὲ καὶ τὰς ἕξεις
2. τοῦ σώματος χρὴ σκοπεῖσθαι. τοῖς μὲν γὰρ πυκνὴν καὶ στερεὰν
3. ἔχουσι τὴν σάρκα δυσπαθὴς ἡ ἕξις. ὥστ’ οὐδὲν χρὴ
4. δεδιέναι κενοῦν αὐτοὺς εἰσάπαξ, ἤν γε καὶ τἄλλα κελεύῃ. τοῖς
5. δὲ μαλακήν τε καὶ βρυώδη καὶ διαῤῥέουσαν ἑτοίμως εὐπαθής
6. ἐστι δεινῶς. ὥστε τῶν γε τοιούτων οὐδ’ εἰ πάντα τἄλλα
7. κελεύοι, τοῦ αἵματος ἀποχεῖν οὐδὲ τότε τολμητέον, ἀλλὰ καὶ
8. ταῖς ἄλλαις κενώσεσι καθ’ ὅσον οἷόν τε μετρίως τε καὶ εὐλαβῶς
9. χρηστέον. ὁμοίως δὲ καὶ ὅσοι παχεῖς ὑπερβαλλόντως ἢ
10. ἰσχνοὶ, καὶ γὰρ καὶ τούτων τάς τε φλέβας τέμνειν φυλακτέον
11. καὶ τὰς ἄλλας κενώσεις τὰς ἀθρόας εὐλαβητέον. εἴη δ’ ἂν ἐν
12. τούτοις καὶ ἡ ἡλικία, καθάπερ τι σύμπτωμα κωλυτικὸν ἀθρόας
13. κενώσεως· οὔτε γὰρ οἱ παῖδες οὔθ’ οἱ γέροντες ἀλύπως
14. αὐτὰς φέρουσι. πάντας οὖν τοὺς εἰρημένους, ὅταν αἱ διαθέσεις
15. κένωσιν ὑπαγορεύωσιν, οὐχ ἅπαξ οὐδ’ ἀθρόως, ἀλλὰ
16. κατὰ βραχὺ κενωτέον, ἀσιτίαις τε συμμέτροις καὶ τρίψεσι καὶ
17. κλύσμασι μαλακοῖς, καταιονήσεσί τε καὶ καταπλάσμασι καὶ
18. βαλανείοις· ἑκάστου πάλιν τούτων τὴν ἔνδειξιν ἀπὸ τῶν
1. προειρημένων λαμβάνοντας. οὕτω δὲ καὶ εἰ δύο ποτὲ συμπτώματα
2. ἐναντία παρακολουθοίη, σκέπτεσθαι χρὴ, ὁπότερον
3. αὐτῶν ἰσχυρότερόν ἐστιν. ὡσαύτως δὲ καὶ εἰ νοσήματα δύο
4. περὶ τὸν αὐτὸν ἄνθρωπον εἴη, μαχομένας τὰς ἐνδείξεις ποιούμενα·
5. καὶ γὰρ καὶ τότε πρὸς τὸ κατεπεῖγον ἵστασθαι χρὴ,
6. μηδὲ θατέρου παντάπασιν ἀμελοῦντας. τὰς δ’ ἀπὸ τῶν συμπτωμάτων
7. τε καὶ νοσημάτων ἐνδείξεις οὐχ ἁπλῶς, ἀλλὰ κατὰ
8. τὴν ἐργαζομένην ἕκαστον αἰτίαν χρὴ σκοπεῖν, οἷόν ἐστι ἡ λειποθυμία
9. καὶ ἡ ἔκλυσις. εἰώθασι γὰρ οἱ ἰατροὶ καθ’ ἑνὸς
10. πράγματος ἄμφω ταῦτα τὰ ὀνόματα φέρειν· αὐτὸ μὲν οὖν τὸ
11. πρᾶγμα ἕν ἐστιν, αἰτίαι δ’ αὐτοῦ πολλαί. λειποθυμοῦσι γὰρ
12. ἐπί τε χολέραις καὶ διαῤῥοίαις καὶ δυσεντερίαις καὶ λυεντερίαις
13. καὶ γυναικείῳ ῥῷ καὶ τραύμασιν, αἱμοῤῥοΐσι τε καὶ ἀναγωγαῖς
14. αἵματος καὶ ταῖς διὰ ῥινῶν αἱμοῤῥαγίαις καὶ λοχείαις
15. καθάρσεσιν ἀμέτροις. ἤνεγκε δέ ποτε καὶ ἀπεψία μεγάλη λειποθυμίαν
16. καὶ μάλισθ’ ὅταν ἀμετρότερον ὑπαγάγῃ τὴν γαστέρα.
17. καὶ ὁ βούλιμος δὲ καλούμενος οὐδὲν ἄλλο ἢ λειποθυμία
18. ἐστί. καὶ ὑστερικῆς πνίξεως ἁπάσης λειποθυμία προηγεῖται·
1. καὶ ταῖς ἀναδρομαῖς τῶν ὑστέρων ἕπεται καὶ ταῖς παρεγκλίσεσι
2. δὲ καὶ ταῖς φλεγμοναῖς αὐτῶν πολλάκις ἀκολουθεῖ.
3. προηγεῖται δ’ ἀποπληξίας τε καὶ κακοήθους ἐπιληψίας
4. καὶ διαφορήσεων καὶ τῶν συγκοπῶν καὶ μαρασμῶν. ἀλλὰ καὶ
5. συνεισβάλλει ποτὲ καταβολαῖς πυρετῶν οὐκ ὀλίγαις καὶ μάλισθ’
6. ὅταν ἄκρως ᾖ ξηρὸν καὶ αὐχμῶδες ἢ πληθωρικὸν ἀμέτρως
7. τὸ σῶμα. καὶ καυσώδει δὲ καὶ κακοήθει πυρετῷ συνεισέβαλέ
8. ποτε· καὶ τοῖς μεγάλως καταψυχθεῖσι τὰ ἄκρα τοῦ
9. σώματος ἐν ταῖς εἰσβολαῖς τῶν πυρετῶν· καὶ ὅσοι διὰ
10. μέγεθος φλεγμονῆς ἢ ἥπατος ἢ κοιλίας ἢ στομάχου πυρέσσουσι,
11. καὶ οὗτοι λειποθυμοῦσι κατὰ τὰς ἀρχὰς τῶν παροξυσμῶν·
12. μάλιστα δ’ οἷς πλῆθος χυμῶν ὠμῶν καὶ ἀπέπτων καί
13. τις ἔμφραξις ἐπικαίρου μορίου. λειποθυμοῦσι δὲ καὶ ὅσοις τὸ
14. στόμα τῆς γαστρὸς ἄῤῥωστον, ἢ ὑπὸ μοχθηρίας χυμῶν δάκνεται
15. ἢ ὑπὸ παχέων ἢ γλίσχρων ἢ ὑγρῶν ἢ ψυχρῶν βαρύνεται.
16. καὶ μὲν δὴ καὶ ψυχικῶν παθῶν ἰσχύϊ λειποθυμοῦσι
17. τινες· μάλιστα δὲ πρεσβῦται πάσχουσιν αὐτὸ καὶ οἱ ἄλλως
18. ἀσθενεῖς. καὶ γὰρ λυπηθέντες αὐτῶν πολλοὶ καὶ χαρέντες καὶ
1. θυμωθέντες ἐλειποθύμησαν. ἀλλὰ καὶ νοτίδες ἔσθ’ ὅτε μὴ
2. κατὰ καιρὸν τοῖς οὕτως ἔχουσιν ἐπιφαινόμεναι λειποθυμίας
3. ἐπιφέρουσιν, ὥσπερ καὶ τοῖς ἰσχυροτέροις ἱδρῶτες ἄμετροι.
4. καὶ εἰ ἀπόστημά τι ῥαγείη, βλάπτει τὴν δύναμιν ἰσχυρῶς·
5. καὶ μάλιστα εἰ ῥαγὲν ἀθρόως εἰς κοιλίαν ἢ εἰς στόμαχον
6. ἢ εἰς θώρακα συῤῥέοι. καὶ ἡμεῖς αὐτοὶ τέμνοντες ἀποστήματα
7. εἰ τὸ πῦον ἀθρόως ἐκκενώσωμεν, ἀνάγκη λειποθυμῆσαι·
8. καὶ εἰ καθαίροντες ἢ κλύζοντες ἢ ὁπωσοῦν κενοῦντες,
9. ἀθροώτερον αὐτὸ δράσωμεν· οὐδὲ γὰρ οὐδὲ τὸ ἐν τοῖς
10. ὑδέροις ὑγρὸν καί τοι περιττὸν ὂν καὶ παρὰ φύσιν ἀλύπως
11. ἀνέχεται τὴν ἀθρόαν κένωσιν, ἀλλὰ ἀνάγκη καὶ τότε
12. λειποθυμῆσαι τὸν ἄνθρωπον. ἀλλὰ καὶ διὰ μέγεθος ὀδύνης
13. ἐκλύσεις γίνονται δήξεών τινων ἢ στρόφων ἢ εἰλεῶν ἢ
14. κωλικῆς διαθέσεως ἐξαίφνης ἐμπεσούσης. ἀλλὰ καὶ νεῦρον
15. τρωθὲν καὶ μυὸς κεφαλὴ λειποθυμίαν ἤνεγκε καὶ τὰ ἐν
16. τοῖς ἄρθροις ἕλκη τὰ κακοήθη καὶ τὰ γαγγραινώδη καὶ
17. νομώδη σύμπαντα καί τις ἄμετρος ψύξις ἢ θερμασία καὶ
1. ἡ τοῦ ζωτικοῦ τόνου λύσις. αὗται μὲν αἱ τῆς λειποθυμίας
2. αἰτίαι. καθ’ ἑκάστην δὲ αὐτῶν ἡ θεραπεία ἴδιος, καὶ γράψαι
3. νῦν ὑπὲρ πασῶν οὐκ ἐγχωρεῖ. τὰς γὰρ ἐν τοῖς πάθεσι
4. συνεδρευούσας οὐχ οἷόν τε χωρὶς ἐκείνων ἰάσασθαι. τοσοῦτον
5. οὖν ἐν τῷ παρόντι λόγῳ ἐροῦμεν περὶ αὐτῶν, εἰς ὅσον
6. ἄν τις μαθὼν ἱκανὸς εἴη τοῖς ἐξαίφνης ἐμπίπτουσιν ἐνίστασθαι
7. παροξυσμοῖς. οἷον ὅτι τοῖς μὲν χολέραις καὶ διαῤῥοίαις
8. καὶ ταῖς ἄλλαις ταῖς πολλαῖς καὶ ἀθρόαις κενώσεσιν ἐκλυομένοις
9. ὕδωρ τε ψυχρὸν προσραίνειν καὶ τοὺς μυκτῆρας ἐπιλαμβάνειν
10. καὶ ἀνατρίβειν τὸ στόμα τῆς γαστρὸς καὶ κελεύειν
11. ἐμεῖν ἢ σπαράττειν τὸν στόμαχον ἤτοι δακτύλων ἢ πτερῶν
12. καθέσεσιν· ἀλλὰ καὶ χεῖρας καὶ σκέλη καὶ πόδας διαδεῖν·
13. εἶναι δὲ χρὴ καὶ τοὺς δεσμοὺς πλείονας μὲν καὶ σφοδροτέρους
14. ἐν ταῖς χερσὶν, ὅταν διὰ τῶν κάτω μερῶν αἱ κενώσεις
15. γίγνωνται, καθάπερ ἐν ταῖς αἱμοῤῥοΐσι καὶ διαῤῥοίαις ὅσας
16. τε διὰ τῶν ὑστερῶν αἱ γυναῖκες κενοῦνται. τὸ γὰρ τὰ σκέλη
17. τηνικαῦτα σφοδρῶς διαδεῖν ἐπισπᾶταί τι κάτω πολλάκις.
18. ἔμπαλιν δ’ ἐν ταῖς διά τε ῥινῶν αἱμοῤῥαγίαις καὶ τοῖς ἐμέτοις
19. οἱ δεσμοὶ πλείονές τε καὶ σφοδρότεροι κατὰ τὰ σκέλη γιγνέσθωσαν, 
1. καὶ μὲν δὴ καὶ ὅσοις ἐπὶ τρώμασιν αἱμοῤῥαγοῦσιν,
2. ὡσαύτως ἄνω μὲν ἐπὶ τοῖς κάτω· κάτω δ’ ἐπὶ τοῖς
3. ἄνω τὰ δεσμὰ περιβάλλειν. ἐξευρίσκειν δέ τι καὶ ἀνάῤῥοπον
4. σχῆμα τῷ μέρει, μὴ μέντοι πάνυ σφόδρα· τεινόμενον
5. γὰρ ἐν τῷδε καὶ πονοῦν οὐδὲν ἧττον ἢ εἰ κατάῤῥοπον
6. ἦν παροξύνεται. τὸ δὲ σύμπαν ἢ ἐπὶ τὰ κοινὰ ἀντισπᾷν
7. τοῖς πεπονθόσιν ἢ ἐπὶ τὰ τῆς κενώσεως κατάρξαντα· διὰ
8. τοῦτο τὰς μὲν ἐκ τῶν ὑστερῶν ἀθρόας κενώσεις αἱ παρὰ
9. τοὺς τιτθοὺς προσβαλλόμεναι σικύαι τάχιστα παύουσι·
10. τὰς δὲ διὰ τῶν ῥινῶν ἥπατί τε καὶ σπληνὶ κατὰ
11. τὴν αἱμοῤῥαγοῦσαν ῥῖνα, καὶ εἰ δι’ ἀμφοτέρων ἀθρόον καὶ
12. πολὺ φέροιτο, τοῖς σπλάγχνοις ἀμφοτέροις προσβάλλειν.
13. ἰᾶται δὲ καὶ οἶνος ὕδατι ψυχρῷ κεκραμένος τὰς ἐπὶ ταῖς
14. ἀθρόαις κενώσεσιν ἐκλύσεις καὶ μάλιστα τῶν εἰς τὴν γαστέρα
15. ῥεπόντων ῥευμάτων. ἐπισκοπεῖσθαι δὲ ἢν μή τι
16. κωλύῃ τὴν τοιαύτην δόσιν, οἷον εἰ σπλάγχνον τι φλεγμαῖνον
17. ἢ κεφαλῆς ἄλγημα σφοδρότερον ἢ παρακρουστικόν τι
18. πάθος ἢ πυρετὸς καυσώδης ἐν ἀπέπτῳ νοσήματι. μεγάλαι
1. γὰρ ἐν τοῖς τοιούτοις καὶ σχεδὸν ἀνίατοι ταῖς τῶν οἴνων
2. πόσεσιν ἕπονται βλάβαι. μηδενὸς δὲ κωλύοντος, ἐφεξῆς δεῖ
3. διορίζεσθαι τήν τε φύσιν τοῦ νοσοῦντος καὶ τὸ ἔθος καὶ
4. τὴν ἡλικίαν καὶ τὴν τοῦ περιέχοντος ἀέρος κρᾶσιν· εἰς
5. ταῦτα γὰρ ἀποβλέπων ἢ θερμὸν ἢ ψυχρὸν δώσεις τὸ πόμα.
6. τοὺς μὲν γὰρ ἀήθεις ψυχροῦ πόματος ἢ καὶ φανερῶς βλαπτομένους
7. ὑπ’ αὐτοῦ καὶ ὅσοι φύσει ψυχρότεροι καὶ τοὺς
8. ἐν ἐσχάτῳ γήρᾳ ἢ καὶ χωρίῳ ψυχροτέρῳ φύσει ἢ καὶ
9. χειμῶνος εἴργειν τοῦ ψυχροῦ. τοῖς δ’ ἐναντίως ἔχουσιν
10. ἀδεῶς διδόναι πίνειν. ἔστω δὲ καὶ οἶνος ἐπὶ μὲν τοῖς εἰς
11. τὴν γαστέρα ῥεύμασι θερμός τε καὶ λεπτὸς, οἷος ὁ Λέσβιος.
12. ἐπὶ δὲ ταῖς αἱμοῤῥαγίαις παχύς τε καὶ μέλας καὶ
13. στρυφνός. ἐπὶ δὲ τοὺς τόπους αὐτοὺς ἐπιτιθέναι, γαστρὶ
14. μὲν καὶ μήτρᾳ καὶ στομάχῳ καὶ θώρακι τὰ τονοῦν πεφυκότα.
15. κεφαλῇ δὲ καὶ μετώπῳ καὶ ταῦτα καὶ τὰ ψύχοντα.
16. καὶ ἐφ’ ὧν ἐπιπολῆς καὶ κατὰ τοὺς μυκτῆρας φλεβῶν εἴη
17. τις ἐῤῥωγυῖα, τῶν ἐπεχόντων φαρμάκων τὸ αἷμα ἐπιτιθέναι.
18. λουτρὰ δὲ τοῖς μὲν εἰς τὴν γαστέρα ῥεύμασιν ἐπιτηδειότατα·
1. τὰς δ’ αἱμοῤῥαγίας δεινῶς παροξύνει. καὶ ὅσοι διὰ
2. πλῆθος ἱδρώτων λειποθυμοῦσι, καὶ τούτοις ἐναντιώτατα, χρὴ
3. γὰρ αὐτῶν στύφειν τε καὶ ψύχειν, οὐ χαλᾷν τὸ δέρμα. καὶ
4. τὸν οἶνον ψυχρὸν μάλιστα διδόναι τούτοις καὶ μηδὲν ὅλως
5. προσφέρειν θερμόν. ἀλλὰ μηδὲ διαδεῖν τὰ κῶλα, μήδ’ ἀναγκάζειν
6. ἐμεῖν, μηδὲ κινεῖν ὅλως. καὶ πνευμάτων εἰσόδους ψυχόντων
7. ἐπιτεχνᾶσθαι καὶ τὸν ἀέρα τοῦ οἴκου τρέπειν εἰς
8. ψύχουσάν τε καὶ στρυφνὴν ποιότητα, μυρσίναις τε καὶ ἀμπέλων
9. ἕλιξι καὶ ῥόδοις καταστρωννύντα τοὔδαφος· τούτων
10. οὐδὲν χρήσιμον τοῖς εἰς τὴν γαστέρα ῥεύμασιν, αὔξεται γὰρ
11. εἰς ὅσον ἂν πυκνωθῇ τὸ δέρμα. τοῖς μὲν οὖν ἐπὶ ταῖς κενώσεσιν
12. ἐκλυομένοις οὕτω βοηθεῖν ἔν γε τῷ παραχρῆμα. τοῖς
13. δ’ ἐπὶ πλήθεσιν οὐκ ἔθ’ ὁμοίως, ἀλλὰ τρίβειν ἐπὶ πλεῖστον
14. ἐπ’ ἐκείνων τὰ κῶλα καὶ θερμαίνειν καὶ διαδεῖν. οἴνου δὲ καὶ
15. τροφῆς ἀπέχειν καὶ λουτρῶν, εἰ πυρέττοιεν· ἀρκεῖ δ’ αὐτοῖς
16. μελικράτου τε διδόναι πόμα ἢ θύμου ἢ ὀριγάνου ἢ γλήχωνος
17. ἢ ὑσσώπου ἔχοντος ἐναφηψημένον. ἐπιτήδειον δὲ καὶ
1. ὀξύμελι. καὶ τὰς ἐφ’ ὑστέραις δὲ πεπονθυίαις ἐκλυομένας
2. ὡσαύτως ἰᾶσθαι, πλὴν ὀξυμέλιτος, καὶ διαδεῖν καὶ τρίβειν
3. σκέλη μᾶλλον ἢ χεῖρας. καὶ ὥσπερ ἐπ’ ἐκκρίσει πολλῇ παρὰ
4. τοὺς τιτθοὺς σικύας ἐπιτίθεμεν, οὕτως αἷς ἀνέσπασται καὶ
5. παρέσπασται, βουβῶσί τε καὶ μηροῖς προσάξομεν. καὶ ταῖς
6. μὲν ῥισὶν ὀσφραντὰ δυσωδέστατα, ταῖς δὲ μήτραις εὐώδη.
7. καὶ τὰ χαλᾷν καὶ θερμαίνειν δυνάμενα φάρμακα προσοίσομεν.
8. εἰ δ’ ἄῤῥωστος ὁ στόμαχος εἴη καὶ ταύτῃ λειποθυμοῖεν,
9. ἐπιπλάττειν μὲν τοῖς τονοῦν δυναμένοις, οἷα τά τε διὰ τῶν
10. φοινίκων ἐστὶ καὶ οἴνου καὶ ἀλφίτων καὶ κρόκου καὶ
11. ἀλόης καὶ μαστίχης· ἐπιβρέχειν δὲ τοῖς δι’ ἀψινθίου καὶ μηλίνου
12. καὶ μαστιχίνου καὶ νάρδου καὶ οἰνάνθης καὶ οἴνου. καὶ
13. εἰ ἐκκαίοιντο, μιγνύναι τι καὶ τῶν ψυχόντων, οἷον τῆς τε κολοκύνθης
14. τὸν χυλὸν καὶ τῆς θριδακίνης καὶ τῆς ἀνδράχνης καὶ
15. τοῦ στρύχνου καὶ τῆς σέριος καὶ τοῦ ὄμφακος. οὗτος μέν γε
16. οὐ ψύχει μόνον, ἀλλὰ καὶ στύφει. καὶ ψυχρὸν ὕδωρ τοῖς
17. διακαιομένοις τὸν στόμαχον ὤνησε πολλάκις ἐν καιρῷ δοθὲν,
18. ἄλλως δὲ μεγάλως βλάπτει. καὶ χρὴ μᾶλλον οἴνου θερμοῦ
1. διδόναι τοῖς ἀῤῥώστοις τὸν στόμαχον, εἰ μηδὲν ἄλλο κωλύει·
2. ὤνησε δὲ μεγάλως τοὺς τοιούτους στομάχους καὶ ἡ τῶν ἀκρωτηρίων
3. τρίψις. εἰ δ’ ἐπὶ τούτοις βελτίους μὴ γένοιντο, τοὺς
4. μὲν ἐκκαιομένους ἐπὶ λουτρὸν ἄγειν τὴν ταχίστην. ὅσοι δὲ
5. ψύξεώς τινος αἴσθησιν ἔχουσι, τοῦ τε διὰ τριῶν πεπέρεων
6. φαρμάκου καὶ αὐτοῦ τοῦ πεπέρεως μόνου καὶ ἀψινθίου πινόντων.
7. ὅσοι δὲ μοχθηρῶν χυμῶν δακνόντων τὸ στόμα τῆς γαστρὸς
8. ἐκλύονται, διδοὺς ὕδωρ θερμὸν ἢ ὑδρέλαιον ἐμεῖν
9. κελεύειν. εἰ δὲ δυσεμεῖς εἶεν, θάλπειν χρὴ πρότερον αὐτά τε
10. τὰ περὶ τὸν στόμαχον χωρία καὶ πόδας καὶ χεῖρας. εἰ δὲ μηδ’
11. οὕτως δύναιντο, πτερὰ ἢ δακτύλους καθιέντας ἐρεθίζειν. εἰ
12. δὲ μηδ’ οὕτως, αὖθις αὐτοῖς ἔλαιον θερμὸν ὅτι κάλλιστον
13. δοτέον. εἴωθε δὲ πολλάκις τοὔλαιον οὐκ εἰς ἔμετον μόνον
14. ὁρμᾷν, ἀλλὰ καὶ τὴν γαστέρα λαπάττειν· ἔστι δὲ καὶ τοῦτο
15. οὐ μικρὸν ἀγαθὸν τοῖς παροῦσιν. ὥστ’ εἰ μὴ γένοιτο αὐτόματον,
16. ἐπιτεχνᾶσθαι χρή· μάλιστα δὲ τοῖς προσθέτοις αὐτὸ
17. πειρᾶσθαι δρᾷν· εἰ δὲ ῥᾷον ἐπὶ τοῖσδε γένοιτο, καὶ ἀψινθίου 
1. κόμην ἐναφέψων μελικράτῳ διδόναι πίνειν καὶ οἶνον ἐφεξῆς·
2. καὶ παντοίως ῥωννύναι τὰ μόρια διά τε τῶν ἔξωθεν
3. ἐπιτιθεμένων φαρμάκων καὶ τοῦ ἀψινθίου ταῖς πόσεσιν. οὐ
4. μὴν κατ’ ἀρχὰς κελεύω σε τοῦτο ποιεῖν οὕτως, ἀλλ’ ὕστερον,
5. ἡνίκα μὲν ἤδη καθαρὰ τὰ περὶ τὴν κοιλίαν ᾖ· περιεχομένων
6. δ’ ἔτι τῶν χυμῶν ἐν αὐτῇ μηδέπω στύφειν, ἀλλ’ ἀρκεῖ θάλπειν
7. μόνον, ὡς ἔμπροσθεν εἴρηται. φλέγματος δὲ πολλοῦ καὶ
8. ψυχροῦ κατὰ τὸ στόμα τῆς γαστρὸς ἠθροισμένου, καταντλεῖν
9. μὲν ἐπὶ πλεῖστον, ἐλαίῳ συνέψων ἀψίνθιον· ἐφεξῆς δὲ τοῦ
10. μελικράτου διδόναι ἢ ὑσσώπου ἤ τι τῶν ὁμοίων ἀποβρέχων
11. ὀξυμέλιτός τε καὶ πεπέρεως καὶ τοῦ διὰ τριῶν πεπέρεων καὶ
12. τοῦ διοσπολιτικοῦ φαρμάκου. καὶ τὸ σύμπαν σοι τῆς διαίτης
13. κεφάλαιον τμητικὸν ἔστω. τὰς δ’ ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν
14. ἐκλύσεις ὁμοίως τοῖς βουλίμοις ἰᾶσθαι, παντὶ τρόπῳ θερμαίνοντα.
15. τόν τε οὖν οἶνον αὐτοῖς διδόναι θερμῷ κεκραμένον
16. καὶ τροφὰς τὰς θερμαίνειν πεφυκυίας, ἀνατρίβειν τε καὶ θάλπειν
17. παρὰ πυρί. τὰς δ’ ἐπὶ θερμασίᾳ πλείονι γινομένας λειποθυμίας
18. τοῖς ἐμψύχειν τε καὶ τονοῦν δυναμένοις. ἐμπίπτουσι
1. γὰρ αὗται μάλιστα τοῖς ἐν ἀέρι πνιγώδει καὶ βαλανείῳ
2. χρονίσασι. ῥώσεις οὖν αὐτοὺς ἐν μὲν τῷ παραχρῆμα
3. τότε ψυχρὸν ὕδωρ προσραίνων καὶ ῥιπίζων καὶ πρὸς ἄνεμον
4. τρέπων καὶ τρίβων τὸ στόμα τῆς κοιλίας καὶ σπαράττων·
5. ἐφεξῆς δ’ ἤδη καὶ οἶνον διδοὺς καὶ τροφάς. τοὺς δὲ διὰ μέγεθος
6. φλεγμονῆς ἢ καὶ κακοήθειαν σφοδροῦ πυρετοῦ λειποθυμοῦντας
7. ἐν ταῖς εἰσβολαῖς καὶ καταψυχομένους τὰ κῶλα
8. τρίβων ἰσχυρῶς καὶ θάλπων καὶ διαδῶν σκέλη τε καὶ χεῖρας,
9. ἐγρηγορέναι τε κελεύων καὶ σιτίου παντὸς ἀπέχεσθαι καὶ πόματος.
10. ἄριστον δ’ ἐπὶ τούτων προγνῶναι τὸ μέλλον ἔσεσθαι
11. καὶ φθάνειν αὐτὰ πράξαντα πρὸ τοῦ παροξυσμοῦ. καὶ
12. τοὺς διὰ ξηρότητα δὲ συγκοπτομένους ἐν ταῖς τῶν παροξυσμῶν
13. ἀρχαῖς ἄριστον προγινώσκειν. εἰ γὰρ ὥραις που
14. δύο ἢ τρισὶν ἔμπροσθεν πρὸ τοῦ παροξυσμοῦ θρέψαις, διακρατεῖσθαί
15. τε πόδας καὶ χεῖρας κελεύσειας, οὐκ ἂν ἀπόλοιντο.
16. εἶναι δὲ χρὴ τὰς τροφὰς εὐπέπτους τε καὶ εὐστομάχους. εἰ δὲ
17. καὶ σφοδρὸν τὸν κίνδυνον ὑπονοήσῃς ἔσεσθαι, φθάνειν οἴνου
18. διδόναι καὶ μάλιστ’ εἰς χόνδρον ἑφθὸν τὸν οἶνον ἐπιχέας προσφέρειν.
19. εἰ δὲ καὶ ἄρτον ἀντὶ χόνδρου δοίης, ἶσον δύναται.
1. μετρίας δὲ τῆς συγκοπῆς προσδοκωμένης οὐδὲν οἴνου δεῖ, ἀλλ’
2. ἀρκεῖ τηνικαῦτα ῥοιῶν ἢ ἀπίων ἢ μήλων ἤ τινος ἄλλης ὀπώρας
3. στυφούσης ταῖς τροφαῖς μιγνύναι. καὶ εἰ ἐπὶ τοῖσδε
4. μετρίως τὸν παροξυσμὸν ἐνέγκοιεν, αὖθις τρέφοντας οὐκ
5. ἀναγκαῖον ὀπώραις χρῆσθαι. ταῦτα μὲν πράττειν, εἰ προγνοίης
6. τὸ μέλλον ἔσεσθαι. τοῖς δ’ ἐξαίφνης εἰς τὸν κίνδυνον
7. ἐμπίπτουσιν οἴνου τε διδόναι θερμοῦ καὶ ἄρτου καὶ χόνδρου
8. σὺν αὐτῷ θερμοῦ παντελῶς ὀλίγον. εἰ γὰρ τούτοις πλεῖον
9. δοίης ἢ δυσπεπτότερα σιτία τοῖς οὕτως ἔχουσιν, οὐ συγκοπήσονται
10. μόνον, ἀλλὰ καὶ πνιγήσονται τελέως. τοῖς δὲ δι’ ἔμφραξιν
11. ἐπικαίρου μορίου λειποθυμοῦσιν ὀξύμελί τε διδόναι
12. καὶ τὸ δι’ ὑσσώπου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ μέλιτος
13. πόμα· καὶ τροφὰς τοῦ τμητικωτέρου τρόπου. τὰ γὰρ παχέα
14. καὶ γλίσχρα μεγάλας ἐν τοῖς τοιούτοις ἐργάζεται βλάβας.
15. ἀλλὰ καὶ τὰ κῶλα τρίβειν τε καὶ διαδεῖν οὐδὲν χεῖρον. ἀγαθὸν
16. δὲ καὶ τοῖς οὖρα κενοῦσι χρῆσθαι πόμασιν, οἷα τά τε δι’
17. ἀνήθου καὶ μαράθρου καὶ σελίνου καὶ πετροσελίνου καὶ
1. ἄμμεως καὶ δαύκου καὶ νάρδου στάχυος· ἐφ’ οἷς φανερᾶς
2. οὔσης ἤδη τῆς ὠφελείας οἴνῳ χρῆσθαι λευκῷ καὶ λεπτῷ μὴ
3. πάνυ παλαιῷ. γνωριεῖς δὲ τὰς τοιαύτας ἐμφράξεις ταῖς τ’
4. ἄλλαις ἀνωμαλίαις τῶν σφυγμῶν καὶ μάλισθ’ ὅσαι κατὰ μέγεθός
5. τε καὶ μικρότητα καὶ σφοδρότητα καὶ ἀμυδρότητα γίνονται,
6. μὴ παρούσης τῆς καλουμένης πληθωρικῆς συνδρομῆς.
7. εἰσὶ γὰρ κᾀκείνης κοιναί. γίγνονται δὲ καὶ διαλείποντες ἐπὶ
8. ταῖς μεγάλαις τῶν τοιούτων διαθέσεων οἱ σφυγμοί. ταῦτα
9. μὲν οὖν ἐπὶ πλέον ἐν τοῖς περὶ σφυγμῶν λέγεται. νυνὶ δὲ
10. μεταβῶμεν ἐπὶ τὸν περὶ τῶν ὑπολοίπων ἐκλύσεων λόγον·
11. οἷον ὅσαι τε διὰ ῥῆξιν ἀποστήματος ἢ τομὴν γίγνονται καὶ
12. ὅσαι διὰ κένωσιν ἀθρόαν ἐν ὑδέροις. ἀπόχρη δὲ τούτοις ἐν
13. μὲν τῷ παραυτίκα τοῖς ὀσφραντικοῖς ἀνακτήσασθαι· μικρὸν
14. δ’ ὕστερον ῥοφήμασιν εὐπέπτοις χρῆσθαι. εἰ δὲ διὰ λύπην
15. ἢ χαρὰν ἢ φόβον ἢ θυμὸν ἢ ἔκπληξιν ἐκλυθεῖεν, ὀσφρητικοῖς
16. τε καὶ ταῖς τῶν ῥινῶν καταλήψεσιν ἀνακτησάμενον ἐμεῖν
17. ἀναγκάζειν. ὡσαύτως δὲ καὶ τοὺς ἐπὶ τραύμασιν ἢ καθάρσεσιν
1. ἢ ἀλγήμασι τοῖς κατὰ τὰ ἄρθρα καὶ νεῦρα καὶ τῶν
2. μυῶν τοὺς τένοντας ἔν γε τῷ παραχρῆμα δεῖ ἀνακτᾶσθαι·
3. μετὰ δὲ ταῦτα τὴν προσήκουσαν ποιεῖσθαι τοῦ παθήματος
4. θεραπείαν. αἱ δ’ ἐπὶ τοῖς κωλικοῖς πάθεσιν ἢ τοῖς εἰλεοῖς
5. ἤ τινι τῶν οὕτω μεγάλας ἐπιφερόντων ὀδύνας ἑπόμεναι λειποθυμίαι
6. ταῖς τε τῶν πεπονθότων μορίων ἀλέαις μάλιστα
7. καθίστανται καὶ ταῖς τῶν ἄκρων τρίψεσιν. τὰς δὲ δι’ ἀῤῥωστίαν
8. οἰκείαν τῶν διοικουσῶν τὸ σῶμα δυνάμεων ἐκλύσεις
9. ἐπὶ δυσκρασίᾳ τῶν μορίων ἐκείνων γιγνομένας, ὅθεν αἱ δυνάμεις
10. ὁρμῶνται, ταῖς ἐναντίαις δυσκρασίαις ἰᾶσθαι προσήκει,
11. θερμαίνοντας μὲν τὰς ψυχρὰς, ψύχοντας δὲ τὰς θερμὰς, ἐπί
12. τε τῶν ἄλλων ἀνάλογον. ἡ μὲν οὖν ζωτικὴ καλουμένη δύναμις,
13. ἣν ἐκ καρδίας ὁρμωμένην ἐδείξαμεν, ἐκ τῶν ἀμυδρῶν
14. σφυγμῶν γνωρίζεται. ἡ δ’ ἐξ ἥπατος μὲν ὁρμωμένη,
15. θρεπτικὴ δ’ ὀνομαζομένη, ταῖς αἱματώδεσι διαχωρήσεσι κατ’
16. ἀρχὰς μὲν ὑδατώδεσί τε καὶ λεπταῖς γιγνομέναις, ὕστερον δὲ
17. παχείαις, οἵαπερ ἡ ἀμοργή. τὴν δ’ ἀπ’ ἐγκεφάλου μὲν ὁρμωμένην
18. δύναμιν ἐξαιρέτως δ’ ὑπό τινων ὀνομαζομένην ψυχικὴν, 
1. τῇ ἐπὶ τὰς προαιρετικὰς κινήσεις ἀῤῥωστίᾳ γνωρίζομεν.
2. ἀλλὰ περὶ μὲν τῶν τοιούτων διαθέσεων ἰδίᾳ σοι γράψομεν
3. ἐν ἑτέρῳ γράμματι, πάμπολλα γάρ ἐστιν ἐν αὐτοῖς παρορώμενα
4. τοῖς ἰατροῖς.

Cliquer un n° de page pour en afficher l’image