5. Ἐπεὶ δὲ τὸν περὶ τῶν συμπτωμάτων λόγον
6. πεποιήμεθα μέχρι δεῦρο, πάλιν ἐπάνιμεν πρὸς τὰ ἐξ ἀρχῆς
7. ἕνα κοινὸν ἐπὶ πάντων ἔχοντες σκοπὸν, ἐπισκέπτεσθαι τὴν
8. ἐργαζομένην ἕκαστον αὐτῶν αἰτίαν· αὗται γὰρ ἐνδείξονταί
9. σοι τὴν προσήκουσαν ἴασιν. οἷον εἴ τις ἀλγοίη τὴν κεφαλὴν,
10. εἰ μὲν ἀσώδης εἴη καὶ καρδιώττοι, κελεύειν ἐμεῖν, ἐμεῖται γὰρ
11. ἢ χολὴν ἢ φλέγμα ἢ ἄμφω. μηδενὸς δ’ ἐπισήμου κατὰ τὴν
12. γαστέρα παθήματος ὑποφαινομένου σκοπεῖσθαι, πότερον
13. πλῆθός ἐστιν ἢ ἔμφραξις ἢ φλεγμονή τινος τῶν ἐν τῇ κεφαλῇ
14. μορίων· εὑρήσεις δὲ πρῶτον μὲν, εἰ δι’ ὅλης αὐτῆς
15. ἐκτέταται τὸ ἄλγημα πυνθανόμενος, εἰ κατά τινα τῶν μορίων
16. ἐρείδει σφοδρότερον. ἔπειτα δὲ πότερον μετὰ βάρους ἢ τάσεως
17. ἢ δήξεως ἢ σφυγμοῦ. τὰ γὰρ μετὰ βάρους ἀλγήματα
18. πλῆθος δηλοῖ· τὰ δὲ μετὰ δήξεως ἢ ἀτμῶν ἢ χυμῶν δριμύτητα·
1. τὰ δὲ μετὰ σφυγμοῦ φλεγμονήν· τὰ δὲ μετὰ τάσεως,
2. εἰ μὲν ἄνευ βάρους καὶ σφυγμοῦ καὶ πνεύματος ἀπέπτου καὶ
3. φυσώδους, πλῆθος· εἰ δὲ μετὰ σφυγμοῦ, καὶ φλεγμονὴν ὑμενώδους
4. σώματος· εἰ δὲ μετὰ βάρους, πλῆθος ἐντὸς τῶν ὑμένων
5. ἐνισχόμενον. ὅταν οὖν παντάπασι ταῦτα διορισθείη,
6. τὴν ἐργαζομένην ἕκαστον αὐτῶν αἰτίαν σκοπεῖν χρή. ἐκείνη
7. γὰρ ἐνδείξεταί σοι τὴν θεραπείαν· οἷον εἰ πλῆθος εἴη περιεχόμενον
8. ἀτμῶν ἢ χυμῶν, ἐπισκοπεῖσθαι, πότερον διὰ μέγεθος
9. πυρετῶν οἱ χυμοὶ χυθέντες τε καὶ οἱονεὶ ζέσαντες ἐπὶ τὴν
10. κεφαλὴν ὥρμησαν, ἢ διὰ τὴν τοῦ μέρους ἀῤῥωστίαν ἢ διὰ
11. τὴν ἐν παντὶ τῷ σώματι πλησμονήν· ταύτην μὲν γὰρ οὐκ
12. ἂν χαλεπῶς ἰάσαιο ταῖς τοῦ ὅλου κενώσεσι. τὴν δ’ ἐπ’
13. ἀσθενείᾳ τοῦ μορίου τὸ μέν τι πάντῃ τοῦ σώματος ἀντισπῶν,
14. τὸ δέ τι ταῖς τοῦ μέρους ἰάσεσιν. ἀντισπάσεις μὲν οὖν
15. κλύσμασί τε δριμέσι καὶ δεσμοῖς καὶ τρίψεσι τῶν κάτω πολλαῖς,
16. καὶ ἢν οὕτω δέῃ, καὶ τοῦ αἵματος ἀπάγων τί. τὸ δὲ
17. μόριον ἐξιάσῃ, καθ’ ὃν μὲν καιρὸν ἀντισπᾷς εἰς τὸ ὅλον
18. σῶμα, ταῖς ἀπωθεῖσθαί τι τῆς κεφαλῆς δυναμέναις ἐπιβροχαῖς·
1. μετὰ δὲ ταῦτα ταῖς κενούσαις· εἰς ὕστερον δὲ ταῖς
2. τονούσαις. ἀπωθεῖται μὲν οὖν ἔλαιον τὸ καλούμενον ὠμοτριβὲς
3. ἢ ἄλλο τι τῶν τοιούτων παραπλήσιον, οἷον ὀξυρόδινόν
4. τε καὶ ῥόδινον αὐτὸ καθ’ αὑτὸ, καὶ ὅσα διὰ τῶν
5. τοῦ μήκωνος κωδιῶν καὶ θαλλῶν ἐλαίας τῶν ἁπαλῶν καὶ
6. κιττοῦ τῶν κορύμβων ἡδυόσμου τε τοῦ χλωροῦ καὶ σισυμβρίου
7. σκευάζεται· χρῆσθαι δ’ αὐτοῖς ἐπὶ μὲν ὠμοτέρου τε
8. καὶ ψυχροτέρου πλήθους χλιαροῖς· ἐπὶ δὲ θερμοτέρου καὶ
9. χολωδεστέρου ψυχροῖς. κενοῖ δὲ καὶ διαφορεῖ τὸ θερμὸν
10. ἔλαιον αὐτό τε καθ’ αὑτὸ καὶ μᾶλλον εἰ παλαιὸν ἢ σικυώνιον
11. εἴη ἢ καὶ ἄνηθον ἐναφηψημένον ἔχοι· τὸ γὰρ μὴ
12. πάνυ παχείων μήτε γλίσχρων χυμῶν πλῆθος ἱκανῶς
13. διὰ τῶν τοιούτων κενώσεις· ἀλλὰ καὶ ἢν σπονδύλιον ἢ
14. ἕρπυλλον ἐναφέψοις ἢ γλήχωνος κόμην ἢ καλαμίνθης ἢ
15. ἡδυόσμου τε καὶ σισυμβρίου, κενώσεις οὕτω καὶ τὸ παχύτερον.
16. αὐτὰ δὲ ταῦτα καὶ τόνον τινὰ δίδωσι τοῖς μορίοις
17. καὶ ῥώννυσι τὰ ἠσθενηκότα. χρηστέον οὖν αὐτοῖς ἐφεξῆς,
18. μέχρι παντελοῦς ἰάσεως. καὶ εἰ δεήσειε, διά τε ῥινῶν καὶ
1. ὑπερώας καθαίρειν καὶ πταρμοὺς κινεῖν. καὶ ἢν ἐπὶ λουτρὸν
2. ἀγάγῃς τὸν ἄνθρωπον, ἀνατρίβειν τε ξηραῖς σινδόσι
3. τὴν κεφαλὴν καὶ χωρὶς ἐλαίου διαπλάττειν, ἁλί τε καὶ νίτρῳ
4. καὶ νάπυϊ. ταῦτα μὲν δὴ τῆς ἐπ’ ἀῤῥωστίας τοῦ μορίου
5. κεφαλαλγίας ἰάματα. τῆς δ’ ἐπὶ μεγέθους πυρετῶν, τῆς μὲν
6. ἰαμάτων δεομένης, αἱ ψυχραὶ ποιότητες καὶ δυνάμεις δι’
7. ὑδρελαίου τε καὶ ὀξυροδίνου καὶ μήκωνος κωδιῶν ἐπιβροχαὶ
8. συγκείμεναι ἁρμόζουσι. τῆς δὲ κρίσιμον αἱμοῤῥαγίαν ἢ ἔμετον
9. δηλούσης ἰάματα μὲν οὐ χρὴ ζητεῖν· οὐδὲ γὰρ σύμπτωμά
10. τι τήν γε τοιαύτην νομιστέον, ἀλλὰ μᾶλλον ἀγαθὸν
11. σημεῖον, ὥσπερ καὶ τἄλλα τὰ πρὸ τῶν κρίσεων ἃ τοὺς μὲν
12. πολλοὺς ἐκφοβεῖ, χρηστὸν δέ τι δηλοῖ. κάλλιστον δὲ δύνασθαι
13. γνωρίζειν σῶμα ταραττόμενον ὑπὸ φύσεως παρασκευαζομένης
14. ἐπί τε τὰς ἄλλας ἐκκρίσεις καὶ οὐχ ἥκιστα τὰς
15. δι’ ἐμέτων τε καὶ αἱμοῤῥαγίας, ὧν ἀχώριστόν ἐστι σημεῖον
16. ἡ κεφαλαλγία. λέγεται δ’ ἐπὶ πλέον μὲν ἑτέρωθι πάντα. τὸ
17. δὲ νῦν εἰδέναι, καθ’ ὅσον ἐγχωρεῖ τὴν ἐξ ἀρχῆς φυλάττοντα
18. προαίρεσιν διὰ συντόμων εἰπεῖν, τὶ περὶ αὐτῶν εἰρήσεται.
1. σκεπτέον οὖν πρῶτον μὲν τὸ τῶν πυρετῶν εἶδος, εἰ θερμοὶ
2. καὶ διακαεῖς. ἐκκρίσεσι γὰρ οἱ τοιοῦτοι φιλοῦσι κρίνεσθαι·
3. καθάπερ οἱ μαλακώτεροί τε καὶ οἷον σμυχόμενοι χρονίζουσί
4. τε καὶ εἰς ἀποστάσεις ὁρμῶσι τὰ πολλά. δεύτερον δὲ, εἰ σωτήριόν
5. ἐστι τὸ νόσημα, τίς γὰρ ἀγαθὴ κρίσις ἐν τῷ ὀλεθρίῳ
6. νοσήματι ἐλπισθείη; τρίτον ἐπὶ τοῖσδε τὸν καιρὸν τῆς ὅλης
7. νόσου σκοπεῖν. εἰ γὰρ ἀρχῆς ἢ ἐπιδόσεως ἐστι σημεῖον
8. μηδέπω δ’ ἀκμῆς μηδὲ πέψεως γνωρίσματα δι’ οὔρων ἢ
9. πτυσμάτων ἢ ἀποπατημάτων, οὐκ ἐνδέχεται κρίσιν ἀγαθὴν
10. γενέσθαι. ταῦτα μέν ἐστιν ἐξ ὧν ἄν τις ἐλπίσειε δι’ ἐκκρίσεως
11. κριθήσεσθαι τὸ νόσημα. τοῦ δὲ νῦν ἤδη καὶ μηκέτι
12. μέλλοντος σημεῖα τάδε· δυσφορία προηγεῖται κρίσεως ἁπάσης·
13. καὶ εἰ μὲν ἐν ἡμέρᾳ μέλλοι κριθήσεσθαι τὸ νόσημα,
14. νύκτωρ· εἰ δ’ ἐν νυκτὶ, δι’ ἡμέρας. εἰ οὖν τοιοῦτόν τι βλέποις,
15. ἐπισκοπεῖσθαι δεῖ πόσην ἄγει τὴν ἀπὸ τοῦ νοσεῖν ἡμέραν
16. ὁ ἄνθρωπος. εἰσὶ γὰρ καὶ αἳ κρίνειν πεφύκασι κᾂν
17. βραχείας ὁρμῆς τῆς φύσεως λάβωνται. πολλοὶ δ’ ἐν μὲν
18. ταῖς σφοδραῖς κινήσεσιν ὅλως οὐ δύνανται τὸ μέγεθος συνορᾷν
1. τῆς ταραχῆς, εἰ κατὰ τὴν φύσιν ἐστὶ τῆς ἡμέρας. ἡ
2. μὲν γὰρ ἑβδόμη ἡμέρα καὶ κατὰ τὰς βραχείας παρασκευὰς
3. τῆς φύσεως ἐξορμᾷ πρὸς τὴν διὰ κενώσεως κρίσιν. ἡ δ’
4. ἕκτη μεγάλης τε δεῖται τῆς παρασκευῆς καὶ πολλάκις μὲν
5. οὐδ’ ἔκρινεν. εἰ δέ γε ἔκρινεν, οὔτε χωρὶς κινδύνου οὔτε
6. πιστῶς. οὕτω δὲ καὶ τῶν ἄλλων ἡμερῶν ἑκάστης ἐστί τις
7. ἴδιος φύσις, ἣν ἐν τοῖς περὶ κρισίμων διοριζόμεθα. φέρε
8. δὴ καὶ τὴν ἡμέραν εἶναι κατὰ τὸ τῆς ταραχῆς μέγεθος. εἶτ’
9. ἐφεξῆς σκοπεῖν, ὁποία τις ἡ κρίσις ἔσται· περὶ μὲν οὖν
10. τῶν ἄλλων οὐδὲν δεόμεθα λέγειν νῦν. εἰ δ’ ἔμετος ἢ αἵματος
11. ἔκκρισις διὰ ῥινῶν ἔσεσθαι μέλλοι, ταύταις γὰρ ἐλέγομεν
12. ταῖς ἐκκρίσεσιν ἕν τι τῶν σημείων εἶναι τὴν κεφαλαλγίαν,
13. ἐκ τῶνδε μάλιστα διορίζεσθαι· πρῶτον μὲν εἰ
14. μὴ κατ’ ἀρχὰς εὐθὺς εἰσέβαλεν οἷον σύμπτωμά τι τοῦ
15. νοσήματος, ἀλλ’ ἐν τῇ πρὸ τῆς κρίσεως ταραχῇ. δεύτερον
16. δ’ εἰ καὶ ὁ τράχηλος συναλγοίη καὶ ὑποχόνδριον ἀνασπώμενον
17. εἴη καὶ εἰ δύσπνοιά τις αἰφνίδιος, οἱονεὶ στενοχωρουμένου
18. τοῦ θώρακος. εἰ γὰρ ἐπὶ τούτοις ἅπασιν ἐξαίφνης
1. ὀγκούμενοι οἱ σφυγμοὶ μὴ καταπίπτοιεν εἰς μικρότητα μηδ’
2. ἀμυδροὶ γίγνοιντο, παραχρῆμα τὴν κρίσιν ἐλπίζειν· εἰ δὲ πρὸς
3. τῷ μὴ καταπίπτειν εἰς ὕψος ἀρθεῖεν καὶ σφοδρότητα προσλάβοιεν,
4. ἐπιβλέπειν ἤδη χρὴ τὸ πρόσωπον τοῦ νοσοῦντος· εἰ
5. γὰρ καὶ πάλλοιτό τι τῶν ἐν αὐτῷ μορίων ἢ σφύζοιεν αἱ ἐν
6. τοῖς κροτάφοις φλέβες ἢ μῆλον ἢ ῥὶς ἢ ὀφθαλμὸς ἐρυθρότερα
7. γίγνοιντο, τὴν κρίσιν μᾶλλον ἐλπίζειν. εἰ δὲ καὶ δακρύουσιν
8. ἄκοντες ἢ μαρμαρυγὰς ὁρᾷν φαντάζοιντο καὶ τὰς
9. χεῖρας ἐπὶ τὰς ῥῖνας φέροιεν ὡς κνώμενοι, τηνικαῦτα μὲν
10. οὐκέτι μέλλον, ἀλλ’ ἤδη ῥέον ὄψει τὸ αἷμα. κνησαμένων γὰρ
11. αὐτῶν ἅπαξ που καὶ δὶς εὐθὺς ἐκρήγνυται. μὴ καταπλαγῇς
12. δ’ ἐν τούτοις, ἢν παραφρονοῦντα τὸν ἄνθρωπον καὶ ἀναπηδῶντα
13. θεάσαιο. καὶ γὰρ καὶ ταῦτα τῆς ἄνω φορᾶς τῶν
14. χυμῶν γνωρίσματα. καθάπερ ἥ τε δύσπνοια καὶ τὸ ὑποχόνδριον
15. ἀνασπώμενον, ὅ τε τράχηλος ἅμα τῇ κεφαλῇ βαρυνόμενος·
16. ἀλλά σοι σὺν τούτοις ἕν τι σημεῖον ἔστω καὶ ἡ παραφροσύνη.
17. καὶ ταῦτα μὲν οὖν ἱκανὰ γνωρίσματα. προσέρχεται
18. δ’ αὐτοῖς πολλάκις ἥ τε τοῦ νοσοῦντος ἡλικία τε καὶ φύσις
1. βεβαιοῦσα τὴν ἐλπίδα καὶ προσέτι τοῦ ἔτους ὁ καιρὸς, ἥ τε
2. παροῦσα κατάστασις. εἰ γὰρ μειράκιον εἴη τὸ νοσοῦν ἢ
3. ἄλλως φύσει θερμὸν ἢ πολύαιμον, ἔτι μᾶλλον ἐλπίσεις. εἰ δὲ
4. καὶ πρόσθεν αὐτῷ πολλάκις αἷμα διὰ ῥινῶν ἐπεφάνη, νοσοῦντί
5. τε καὶ ὑγιαίνοντι, τοῦτο μὲν καὶ μόνον ἱκανὸν αἱμοῤῥαγίας
6. ἐλπίδα παρασχεῖν. εἰ δὲ καὶ τὸν καιρὸν τοῦ ἔτους ὁρῴης
7. θέρος, ἢ οὐ θέρος μὲν, ἄλλως δὲ θερμὴν τὴν παροῦσαν κατάστασιν,
8. ἆρ’ οὐκ ἄν τινα καὶ παρὰ τούτων ἔνδειξιν λάβοις;
9. εἰ δὲ καὶ πολλοὶ κατ’ ἐκεῖνον τὸν καιρὸν αἱμοῤῥαγίας εἶεν
10. κεκριμένοι, καὶ τοῦτ’ ἂν αὐξήσειέ σου τὴν ἐλπίδα, καὶ εἰ πληθωρικὸν
11. εἴη τὸ σῶμα καὶ εἰ συνηθῶν ἐκκρίσεων ἐπίσχεσις. ἐμοὶ
12. μὲν οὐδ’ ὅλως χαλεπὸν εἶναι δοκεῖ, τοσαῦτα καὶ τοιαῦτα γνωρίσματα
13. μελλούσης αἱμοῤῥαγίας ἔχοντα δύνασθαι προγινώσκειν,
14. ἀλλ’ ἄτοπόν τε καὶ δεινῶς ἀμαθὲς τὸ μὴ προγνῶναι. τῇ δ’
15. ὀλιγωρίᾳ τῶν νῦν ἰατρῶν θαυμάζεται τὰ μὴ θαυμαστά. καὶ
16. γὰρ εἴτ’ ἐξ ἀριστεροῦ μυκτῆρος εἴτ’ ἐκ δεξιοῦ ῥυήσεται τὸ
17. αἷμα, χαλεπὸν μὲν οὐδὲν ἐκ τῶν εἰρημένων προγινώσκειν, τοῖς
18. πολλοῖς δὲ τῶν ἰατρῶν οὐ μόνον χαλεπὸν, ἀλλ’ οὐδὲ δυνατὸν
1. ὅλως εἶναι δοκεῖ· καί τοι καὶ ταύτας καὶ τὰς ἄλλας ἐκκρίσεις
2. ἁπάσας ἔνεστι προγνῶναι, δύο ταῦτα σκοπουμένῳ· τό
3. τε ὅθεν ἡ ὁρμὴ τῆς φύσεως καὶ τὸ ποῦ. καὶ γὰρ συνεργήσομεν
4. ταῖς ἐλλείψεσι καὶ κωλύσομεν τὰς ἀμέτρους γινομένας
5. φορὰς, εἰ ταῦτα γινώσκοιμεν· οἷον αὐτίκα τὰς ἀπὸ
6. σπληνὸς αἱμοῤῥαγίας αἱ κατὰ τὸ ἀκριβέστερον ὑποχόνδριον
7. ὑποτιθέμεναι μεγάλαι σικύαι ῥᾳδίως ἀντισπῶσι,
8. τὰς δ’ ἀπὸ τοῦ ἥπατος αἱ κατὰ τὸ δεξιόν. κᾀπὶ τῶν
9. ἄλλων ὁ αὐτὸς λόγος. ἐξ ἑνὸς γὰρ περὶ πάντων δυνήσῃ
10. συλλογίζεσθαι τό γε καθόλου σκοπούμενος. ὥστε κᾀγὼ
11. τῇδε καταπαύσω τὸν παρόντα λόγον. ἐφεξῆς δὲ περί τε
12. τῶν ἐπὶ ταῖς φλεγμοναῖς ἀναπτομένων πυρετῶν δίειμί σοι
13. καὶ τῶν ἄλλων παθῶν, ὅσα καθ’ ἕκαστον τῶν τοῦ σώματος
14. μορίων συνίσταται. φλεγμονὰς δ’ οἱ μὲν παλαιοὶ
15. τὰς οἷον φλογώσεις ὠνόμαζον· οἱ δὲ νεώτεροι οὐ πάσας·
16. οὔτε γὰρ τὸν ἕρπητα οὔτε τὸ ἐρυσίπελας οὔτ’ ἄλλο
17. οὐδὲν τῶν τοιούτων ταῖς φλεγμοναῖς συναριθμοῦσιν, ἀλλ’
18. ἑνὶ μόνῳ τῶν θερμῶν παθημάτων ἐπιφέρουσι τοῦτο τὸ
1. ὄνομα, τὸ μετ’ οἰδήματος σκληροῦ καὶ ὀδύνης σφυγματώδους.
2. οὐ μὴν τούτῳ γε μόνῳ πυρετοὺς καὶ πόνους ἑπομένους ὁρῶμεν,
3. ἀλλ’ ἅπασιν ἁπλῶς τοῖς θερμοῖς καὶ οἷον ζέουσι πάθεσι.
4. περί τε οὖν τούτων καὶ τῶν ἄλλων ὅσα τοιαῦτα νοσήματα
5. τὸν ἑξῆς ποιησόμεθα λόγον.
⟨
(Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]
Ad Glauconem de medendi methodo
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).
Ad Glauconem de medendi methodo, 1.16, ed. Kühn, 1826, vol. 11, p. 61-70. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩