3. Ἀρξώμεθα οὖν ἀπὸ τῶν πυρετῶν, ἐπειδὴ
4. καὶ σὺ τῆς τούτων ἰάσεως μάλιστα ἠξίου σοι τὴν μέθοδον
5. λεχθῆναι, καὶ πρῶτον εἴπωμεν περὶ τῶν ἁπλουστάτων, οὓς
6. Ἱπποκράτης ἐφημέρους καλεῖ. οὗτοι δέ εἰσιν οἵ τε διὰ
7. κόπους γινόμενοι καὶ μέθας καὶ ὀργὰς καὶ λύπας καὶ θυμοὺς
8. καὶ τὰς ἄλλας φροντίδας τῆς ψυχῆς τὰς συντόνους. καὶ οἱ
9. ἐπὶ βουβῶσι δὲ πυρετοὶ τούτου τοῦ γένους εἰσὶ, πλὴν εἰ μὴ
10. χωρὶς ἕλκους φανεροῦ γένοιντο. τηνικαῦτα γὰρ ὕποπτοί τέ
11. εἰσι καὶ οὐδαμῶς ἐπιεικεῖς. καὶ ἀγρυπνία δὲ πολλάκις ἤνεγκεν
12. ἁπλοῦν πυρετὸν, ὥσπερ οὖν καὶ ψύξις ποτὲ καὶ ἔγκαυσις.
13. οὗτοι πάντες οἱ πυρετοὶ ῥᾷστα λυθῆναι δύνανται· χρὴ γὰρ
14. ἐπί τε λουτρὰ ταχέως ἄγειν αὐτοὺς καὶ τὴν ἄλλην τὴν συνήθη
15. δίαιταν. ὡς ὅσοι γε τὴν πολυθρύλλητον διάτριτον ἐπὶ πάντων
16. τῶν τοιούτων ἐκδέχονται, δριμυτέρους πολλάκις εἰργάσαντο
17. τοὺς πυρετοὺς, καί τι καὶ ἄλλο προσεξαμαρτάνοντες,
18. ὥσπερ οὖν ὁρᾷς τοὺς πολλοὺς αὐτῶν καθ’ ἑκάστην εἴσοδον
1. ἁμαρτάνοντας, ὡς καὶ χειροποίητα ὄντως ἐργάσασθαι νοσήματα.
2. τὰ μὲν δὴ τῆς θεραπείας τοῖς τοιούτοις πυρετοῖς
3. πρόχειρα, τὰ δὲ τῆς διαγνώσεως ἀκριβείας πλείονος
4. δεῖται καὶ οὐδεὶς πρό γε ἡμῶν ἔγραψεν αὐτὰ εἰς ὅσον ἐχρῆν.
5. ὥστ’ οὐδὲν θαυμαστὸν εἰς τοσοῦτον ἁμαρτάνειν τοὺς πολλοὺς
6. ἐν ταῖς ἰάσεσιν, εἰς ὅσον κᾀν ταῖς διαγνώσεσι σφάλλονται.
7. πολλάκις γὰρ ἤρξαντό τινες νοσημάτων χαλεπῶν κατά
8. τινα συντυχίαν, οἷον οἰνωθέντες, ἢ ἐγκαυθέντες, ἢ ψυχθέντες,
9. ἢ κοπωθέντες, ἢ ἀγρυπνήσαντες, ἢ θυμωθέντες, ἢ ὁπωσοῦν
10. ἄλλως αἰτίᾳ τινὶ συσχεθέντες τῶν καθ’ αὑτὰ βλάπτειν πεφυκότων·
11. εἶτα οἰηθέντες τὸ πᾶν διὰ τὸ προηγησάμενον αἴτιον,
12. οὐ δι’ ἄλλην τινὰ γεγονέναι διάθεσιν, ἀφυλακτότερον διαιτηθέντες
13. ἔλαττον ἑαυτοὺς εἰς ἀνίατον ἢ καὶ δεινῶς δυσίατον
14. ἐμβάλλοντες νόσημα. ταῦτ’ οὖν χρὴ περὶ παντὸς πρόνοιαν
15. πεποιῆσθαι, καθότι καὶ Ἱπποκράτης παραινεῖ προγινώσκειν
16. οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τὰ προγεγονότα καὶ τὰ
17. παρόντα. καὶ γὰρ οὖν καὶ τὸ νῦν προκείμενον ἐκείνου τοῦ
18. μέρους τῆς τέχνης ἐστὶ, καὶ ἡμεῖς αὐτὸ καθόσον οἷόν τε
1. σαφῶς γράψομεν. οὐ σμικρὰ γὰρ ἡ διαφορὰ λούειν ἤδη τὸν
2. κάμνοντα καὶ θαῤῥεῖν κελεύειν, ἢ διὰ πάσης φυλακῆς τε καὶ
3. ἀσφαλείας ἄγειν. εἰσελθόντας οὖν χρὴ πρὸς τὸν ἀσθενοῦντα
4. πρῶτον μὲν ἀπὸ τῶν μεγίστων σκοπεῖσθαι τὰ κατ’ αὐτόν·
5. ἔπειτα δὲ καὶ ἀπὸ τῶν ἄλλων μηδὲν ὡς οἷόν τε μηδὲ τῶν
6. ἐλαχίστων παραλείποντας. τὸ γὰρ μᾶλλον ἢ ἧττον τῇ παρὰ
7. τῶν μεγίστων ἐνδείξει πιστεύειν ἐκ τῆς τῶν ἄλλων προσθήκης
8. γίνεται μέγιστα μὲν δὴ τοῖς πυρέσσουσιν ἅπασιν ἔν τε τοῖς
9. σφυγμοῖς ἐστι καὶ τοῖς οὔροις γνωρίσματα· προστιθέναι δὲ
10. χρὴ τούτοις καὶ τἄλλα σύμπαντα, τά τε περὶ τὸ πρόσωπον
11. παρ’ Ἱπποκράτους εἰρημένα καὶ τὰ τῶν κατακλίσεών τε καὶ
12. τὰ τῆς ἀναπνοῆς καὶ ὅσα κάτω τε καὶ ἄνω κενοῦται· καὶ
13. μὲν δὴ καὶ εἴ τι σύμπτωμα περὶ ὁτιοῦν μόριον τοῦ σώματος
14. ἢ ἐνέργειαν αὐτοῦ συνιστάμενον βλέποις, οἷα δὴ μυρία ἐπὶ
15. μυρίοις ἐκεῖνος ἔγραψε, μηδὲ τούτων ῥᾳθύμως μηδὲν παρέρχεσθαι.
16. ταῦτα μὲν δὴ ἐπὶ πάντων κοινὰ τῶν πυρετῶν.
17. ὥστε καὶ τοῖς ἁπλουστάτοις, ὑπὲρ ὧν ὁ ἐνεστηκὼς λόγος,
18. οὐδὲν οὐδὲ τούτων χρὴ παραλιπεῖν. ἀλλ’ ἐπειδάν σοι
1. τά τε τῶν σφυγμῶν καὶ τὰ τῶν οὔρων ἐνδείξηται τὸ
2. ἦθος τοῦ πυρετοῦ· τῶν μὲν σφυγμῶν μήτε τὸ τῆς φλεγμονῆς
3. σημεῖον ἐχόντων μήθ’ ὅλως τὸ κατὰ μίαν προσβολὴν τῆς
4. ἀρτηρίας ἀνώμαλον· εἰ δὲ καὶ ἔχοιεν, τοῦτο μὲν παντάπασιν
5. ἀμυδρὸν ἐχόντων, τῶν οὔρων δὲ ἢ πάντῃ τοῖς κατὰ φύσιν
6. ἐοικότων ἢ μὴ πολὺ τῆς φύσεως ἐξισταμένων, τόθ’ ἥκειν χρὴ
7. καὶ ἐπὶ τἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα. κᾀπειδὰν
8. ὥσπερ χορὸς συμφώνως ἅπαντα φθέγγωνται, θαῤῥεῖν τε ἤδη
9. χρὴ καὶ, εἰ βούλοιο, προσανερέσθαι, μή τι προηγήσατο φανερὸν
10. αἴτιον· εἰ γάρ τι καὶ τοιοῦτον ὁμολογήσει ὁ νοσῶν, ἀναμείνας
11. τὴν πρώτην λύσιν τοῦ πυρετοῦ, λούειν αὐτίκα, πιστοτέρας
12. σοι τῆς διαγνώσεως καὶ κατ’ αὐτὸ τὸ τῆς λύσεως εἶδος
13. γινομένης· ἥ τε γὰρ τῶν ἀρτηριῶν κίνησις ἐν τῷδε κατὰ πᾶν
14. ἐξομοιοῦται τῇ τῶν ὑγιαινόντων, οὐδενὸς τῶν ἄλλων πυρετῶν
15. εἰς τὸ κατὰ φύσιν ἐπανιόντος, οὐδ’ εἰ πάμπολυς ὁ
16. μεταξὺ χρόνος τῆς τε προτέρας τελευτῆς καὶ τῆς δευτέρας
17. ἀρχῆς εἴη, καθάπερ ἐν τριταίοις τε καὶ τεταρταίοις, ἐν ἐκείνοις
18. μὲν γὰρ ἀεὶ παραμένει τὸ τοῦ πυρετοῦ σημεῖον, ἐν δὲ τοῖς
1. ἐφημέροις συνεξαλείφεται πᾶν τοῦ παροξυσμοῦ παυομένου·
2. τοῖς πλείστοις δὲ αὐτῶν καὶ νοτίδες· ἔστι δ’ οἷς καὶ ἱδρῶτες
3. ἐπιφαίνονται χρηστοί. ἢ πάντως γε οἷον ἀτμός τις πολὺς ἐκ
4. τοῦ βάθους ἀναφέρεται. ἀλλὰ καὶ τὰ οὖρα πολὺ βελτίω νῦν
5. ἢ κατὰ τὴν ἀρχὴν τοῦ πυρετοῦ φανεῖταί σοι. καὶ εἰ κεφαλῆς
6. ἤ τινος ἄλλου μέρους ἄλγημα συνεισέβαλεν, οὐδὲ τοῦτ’ ἂν ἔτι
7. μένοι. καὶ ἡ τοῦ κάμνοντος εὐφορία μέγιστόν τι καὶ αὐτὴ
8. σημεῖον οὖσα, καθάπερ τις σφραγὶς ἐπὶ πᾶσι τοῖς ἄλλοις
9. ἐνδείξεταί σοι τὴν ἐπιείκειαν τοῦ πυρετοῦ. καὶ εἰ λουομένοις
10. δὲ αὐτοῖς μήτε φρίκη ἀήθης διοχλοίη μήτ’ ἄλλη τις ἀηδία,
11. καὶ εἰ μετὰ τὸ λουτρὸν ἐφεξῆς ἐν εὐφορίᾳ μένοι, θαῤῥῶν ἤδη
12. τρέφοις ἂν αὐτοὺς καὶ οἴνου παρέχοις ἀδεῶς πίνειν ὅσον τοῖς
13. παροῦσι μέτριον. ἡμεῖς δὲ, ὡς οἶσθα, πειρώμεθα λέγειν αὐτοῖς
14. τὸ προηγησάμενον αἴτιον, οὐ περιμείναντες ἐρέσθαι τὸν
15. κάμνοντα, καὶ ἔστι μέγιστον σημεῖον εἰς τὸ μηδὲν σφάλλεσθαι
16. τὸ τοιαύτην τινὰ πεπορίσθαι δύναμιν. εἰ μέντοι μενόντων
17. ἔτι τῶν τῆς ψυχῆς παθῶν ἡ ἐπίσκεψις γίγνοιτο, διὰ τῶν
18. σφυγμῶν μάλιστα πειρᾶσθαι διαγινώσκειν, ὡς ἐν τοῖς περὶ
1. σφυγμῶν γέγραπται· μετὰ τούτους δὲ καὶ τὴν ἀπὸ τῶν ἄλλων
2. ἀπάγειν διάγνωσιν. εἰ δ’ αὐτὰ μὲν εἴη πεπαυμένα, μένοι δὲ
3. ἡ διάθεσις, ἀμυδρὸν μέν τι καὶ κατὰ τοὺς σφυγμοὺς εὑρήσεις
4. γνώρισμα τῶν ποιησάντων τὸν πυρετὸν παθῶν, ἀποχρήσει
5. δέ σοι καὶ χωρὶς τῶν σφυγμῶν τὰ λοιπά· κοινῶς μὲν γὰρ
6. ἅπασι τὰ οὖρα. πυῤῥά. πρόσεστι δὲ τοῖς μὲν διὰ λύπην δριμύτης
7. μᾶλλον ἢ πλῆθος θερμασίας· ὡς τοῖς γε διὰ θυμὸν
8. ἔμπαλιν. ἀλλὰ καὶ ἡ ἰσχνότης τοῦ σώματος ἐπιδηλοτέρα
9. τοῖς λυπηθεῖσιν ἢ φροντίσασι· καὶ ἡ τῶν ὀφθαλμῶν κοιλότης
10. καί τις ἀήθης ἄχροια, ταῦτα μὲν δὴ καὶ τῶν ἄλλως ὁπωσοῦν
11. φροντισάντων κοινά. μάλιστα δὲ τοῖς ὀφθαλμοῖς διορίζειν
12. χρή· ἔνεστι γὰρ ἐκ τούτων τεκμαίρεσθαι κᾀν τοῖς ὑγιαίνουσι
13. μὲν τὸ τῆς ψυχῆς ἦθος. καὶ νοσούντων δὲ σαφέστερα τὰ σημεῖα
14. τῷ γε δυναμένῳ συνορᾷν ἀκριβῶς. οὕτω μὲν οὖν τοὺς
15. διὰ μαθήματα καὶ θεωρίαν τινὰ φροντίσαντας τῶν λυπηθέντων
16. διακρίνειν προσήκει. τοὺς δὲ ἐπ’ ἀγρυπνίαις διορίζει
17. μὲν καὶ τὸ τῆς ἀχροίας εἶδος, ὕποιδον γάρ ἐστιν αὐτοῖς τὸ
1. πρόσωπον, καὶ ἡ τῶν ὀφθαλμῶν δὲ κίνησις δήλη. μόλις γὰρ
2. ἐπαίρουσι τὰ βλέφαρα· καὶ ἡ ὑγρότης δὲ ἐν τοῖς βλεφάροις·
3. ξηρὰ γὰρ γίνονται τοῖς λυπηθεῖσιν ἢ φροντίσασιν. ἡ κοιλότης
4. δὲ κοινὸν ἁπάντων σύμπτωμα, λύπης, ἀγρυπνίας,
5. φροντίδος, οὐ μὴν ἤδη γε καὶ θυμοῦ, τούτων γὰρ οὔτε τὰ κοιλότητος
6. τῶν ὀφθαλμῶν οὔτε τὰ τῆς ἀχροίας ἐπίδηλα. καὶ
7. ἡ θερμασία πλείων τε καὶ ὠκέως ἐκ τοῦ βάθους ἀναφερομένη
8. καὶ τὸ μέγεθος τῶν σφυγμῶν οὐ καθαιρεῖται, καθάπερ
9. ἐπ’ ἀγρυπνίας τε καὶ λύπης καὶ φροντίδος. ὥστε θυμοῦ μὲν καὶ
10. πάνυ σαφῶς αὐτὰ διοριεῖς· ἀλλήλων δ’ ἐκεῖνα, καθότι προείρηται.
11. τῶν δ’ ἐπὶ κόποις πυρεττόντων τὸ δέρμα ξηρότερον
12. ἤπερ ἄλλῳ τινὶ τῶν ἐφημέρων πυρετῶν. ἀλλὰ τοῦτο μὲν
13. ἅπασι τοῖς ἐπὶ κόπῳ πυρέξασι κοινὸν ἔν γε τῷ μέχρι τῆς
14. ἀκμῆς τοῦ παροξυσμοῦ χρόνῳ. τὸ δ’ ἀπὸ τοῦδε τοῖς πλείστοις
15. μὲν, ὅσοι γε μὴ ὑπερεπόνησαν, ἰκμάδες τινὲς ἢ ἀτμὸς θερμὸς
16. ἐκ τοῦ βάθους ἀναφέρεται. τισὶ δὲ κᾀν τοῖς μετὰ τὴν ἀκμὴν
17. χρόνοις ἡ ξηρότης παραμένει· γίνεται δὲ τοῦτο μάλιστα τοῖς
18. ὑπερπονήσασιν, ἢ ψυχθεῖσιν, ἢ ἐγκαυθεῖσιν ἅμα τῷ κόπῳ.
1. καὶ μὲν δὴ καὶ τὰ τῶν σφυγμῶν οὐχ ὡσαύτως ἐν ἀμφοτέροις
2. ἔχει. μικροὶ μὲν γὰρ τοῖς ὑπερπονήσασι, μεγάλοι δ’ εἰσὶ τοῖς
3. ἄλλοις. οἱ δ’ ἐπὶ πυκνώσει τοῦ δέρματος γινόμενοι πυρετοὶ,
4. πυκνοῦται δὲ τοῦτο ἢ ψυχόμενον ἢ ποιότητος αὐτῷ στρυφνῆς
5. ἀθρόως προσπεσούσης, οἷόν τι καὶ τῷ λουσαμένῳ ἐν
6. ὕδατι τῷ στυπτηριώδει ἐγένετο· οὗτοι μόνοι πάντων τῶν
7. πυρετῶν στεγνόν εἰσι πάθος. ἔνεστι δὲ αὐτοὺς τῇ ἁφῇ διαγινώσκειν,
8. ὥσπερ καὶ τοὺς αὐχμώδεις τῶν πυρετῶν καὶ τοὺς
9. ἐπὶ τοῖς κόποις καὶ τοὺς ἐπ’ ἐγκαύσεσιν. οὐδὲ γὰρ ἂν ἡ τούτων
10. πύκνωσις ἁφὴν γεγυμνασμένην διαλάθοι. ἀτὰρ οὖν καὶ
11. ἡ τῆς θερμασίας κίνησις ἐπαναδιδοῦσά πώς ἐστι, πρᾳεῖα μὲν
12. κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρὸς φαινομένη, δριμεῖα δὲ
13. εἰ χρονίσειας ἐπὶ πλεῖον γιγνομένη· οὐ μὴν οὐδὲ τὰ οὖρα
14. πυῤῥὰ τοῖς τοιούτοις, οὐδὲ ὁ τοῦ σώματος ὄγκος συμπέπτωκεν·
15. οὔκουν οὐδὲ οἱ ὀφθαλμοὶ κοῖλοι καὶ ξηροὶ γίνονται, ἀλλ’
16. ἔστιν οἷς ὑγρότεροί τε καὶ προπετέστεροι δόξουσιν εἶναι τῶν
17. κατὰ φύσιν. οὐδ’ οἱ σφυγμοὶ μικρότεροι, καθάπερ ἐπὶ λύπης
18. ἢ φροντίδος ἢ ἀγρυπνίας καὶ τοῖς ἄγαν ἀμέτροις γυμνασίοις
19. χρωμένοις. τοῖς δὲ ἐπὶ βουβῶσι πυρετοῖς ἐφημέροις οἱ σφυγμοὶ
1. μέγιστοι γίνονται καὶ πυκνοὶ καὶ ὠκεῖς, καὶ ἡ θερμασία
2. πολλὴ καὶ μετὰ τὴν ἀκμὴν εὐθὺς ἐκ τοῦ βάθους ἀναφέρεταί
3. τις ἰκμὰς θερμὴ μὲν, ἀλλ’ ἡδεῖα. τὸ γὰρ δριμὺ καὶ τὸ δάκνον
4. ἥκιστα πυρετῶν πάντων τοῖς τοιούτοις ὑπάρχει· καὶ τὸ πρόσωπον
5. ἐρυθρὸν αὐτοῖς γίνεται τοὐπίπαν καὶ ἐν ὄγκῳ μείζονι,
6. καὶ τὰ οὖρα ὑπόλευκα. κοινὸν δὲ τοῖς τοιούτοις ἅπασι πυρετοῖς
7. τοῖς ἐφημέροις ἡ ὁμαλότης τοῦ σφυγμοῦ. παντελῶς γὰρ
8. ἐξ αὐτῶν ὀλίγοι τὴν καὶ μίαν πληγὴν ἀνωμαλίαν ἐμφαίνουσιν·
9. ἀλλ’ οὐδ’ οὗτοι πάνυ σαφῶς οὐδ’ ἐναργῶς. τοιαῦτα
10. μὲν αὐτῶν τὰ γνωρίσματα.
⟨
(Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]
Ad Glauconem de medendi methodo
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).
Ad Glauconem de medendi methodo, 1.2, ed. Kühn, 1826, vol. 11, p. 6-14. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩