Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 1.3, ed. Kühn, 1826, vol. 11, p. 14-17. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.3

11. Θεραπεύειν δὲ χρὴ λουτρῷ μὲν ἅπαντας.
12. ἀλλὰ τοὺς μὲν ἐπὶ πυκνώσει τοῦ δέρματος ἢ ἐπὶ βουβῶσιν,
13. οὐδ’ εἰ ἐν τῷ ἀέρι τοῦ βαλανείου χρονίσαι κελεύσειας, οὐδὲν
14. βλάψεις· τοὺς δ’ ἄλλους ἅπαντας ὅτι τάχιστα τοῦ ἀέρος
15. ἀπάγειν. ἐν δὲ τῷ ὕδατι, κᾂν ἐπὶ πλεῖστον ἐθέλοιεν διατρίβειν,
16. ἐπιτρέπειν. ἐλαίῳ δὲ χλιαρῷ καὶ πολλῷ καὶ μαλακαῖς χερσὶν
17. ἀνατρίβειν ἐπιπλέον, μάλιστα μὲν τοὺς κοπωθέντας,
18. ἐφεξῆς δ’ αὐτῶν τοὺς στεγνωθέντας· καὶ τρίτους τοὺς ἐπὶ
1. βουβῶσι πυρέξαντας. καὶ λούειν δὲ πολλάκις εἰς ὅσον ἐγχωρεῖ
2. τοὺς τοιούτους. ἐσθίειν δὲ τοὺς μὲν ἐπὶ τοῖς κόποις ἐνδέχεται
3. πολλάκις, οὐ μὴν οὔτε τοὺς στεγνωθέντας οὔτε τοὺς
4. ἐπὶ βουβῶσι πυρέξαντας· ἀλλὰ τούτοις ἀμφοτέροις ἡ λεπτὴ
5. δίαιτα χρηστή. τοὺς δ’ ἐπὶ τοῖς κόποις ὅσα καλῶς πέψαι δύνανται
6. κελεύειν ἐσθίειν, ἀπεψίαν μόνον φυλαττομένους.
7. ἀλλὰ καὶ οἴνου πίνειν εἰς ὅσον ἂν καὶ τούτου κρατεῖν δύνανται.
8. σκοποὶ δ’ ἂν εἶεν τοῦ μέτρου οἵπερ δὴ καὶ τῶν ἄλλων
9. ἁπάντων, ἥ τε δύναμις καὶ ἡ ἡλικία τοῦ νοσοῦντος καὶ ἡ φυσικὴ
10. κρᾶσις, ἔθη τε καὶ ὧραι καὶ χῶραι καὶ τὰ ἄλλα τὰ
11. τοιαῦτα. τοὺς δ’ ἐπὶ βουβῶσι πυρέξαντας εἴργειν οἴνου,
12. πρινὴ τοὺς βουβῶνας λυθῆναι. τῶν δὲ στεγνωθέντων ἢ ψυχθέντων
13. τοὺς μὲν ἐπ’ ὀλίγον τοῦτο παθόντας ἥκιστά τε πληθωρικοὺς
14. οὐ χρὴ κωλύειν οἴνου προσφέρεσθαι, τοὺς δὲ ἐπὶ
15. πλέον ψυχθέντας ἢ πληθωρικοὺς κωλύειν συμφέρει. τοὺς
16. δ’ ἐπ’ ἀγρυπνίαις, ἤ τινι πάθει ψυχῆς πυρέξαντας, ἐπὰν
17. λούσῃς, ὑγραινούσῃ τε καὶ εὐχύμῳ τροφῇ διαιτᾷν. οἴνου δὲ
18. μάλιστα μὲν τοῖς ἀγρυπνήσασιν ἀδεῶς διδόναι πᾶσι, πλὴν 
1. εἰ μὴ κεφαλὴν ἀλγοῖεν ἢ οἱ κρόταφοι σφύζοιεν. ὃ δηλονότι
2. καὶ ἐν τοῖς ἄλλοις φυλακτέον, ἀλλὰ καὶ τοῖς ὀργισθεῖσιν,
3. ἢ λυπηθεῖσιν, ἢ φροντίσασιν οἴνου διδόναι· τοῖς
4. θυμωθεῖσι δὲ, ἡνίκα ἔξω παντελῶς τοῦ πάθους ὦσι, πρότερον
5. δ’ οὐκ ἀσφαλὲς οἴνῳ χρῆσθαι. πειρᾶσθαι δὲ καὶ τὸ
6. ἐναντίον ἀντεισάγειν ἀεὶ τῷ λυπήσαντι· κόπῳ μὲν ἀνάπαυσιν,
7. ἀγρυπνίᾳ δὲ ὕπνον, ὀργῇ δὲ καὶ λύπῃ καὶ θυμῷ
8. τὴν ἐν λόγοις τε καὶ πράξεσι καὶ θεάμασι καὶ διηγήμασι
9. θυμηδίαν. οὕτω δὲ καὶ ὁ φροντίσας ἐπ’ αὐτῷ τελέως
10. ἀναπαυσάτω τὸν λογισμόν. καὶ ὁ διὰ βουβῶνα πυρέξας
11. αὐτόν τε τοῦτον ἐξιάσθω καὶ πολὺ πρότερον αὐτοῦ
12. τὸ ἕλκος ἐφ’ ᾧ συνέστη. ταῦτά σοι πυρετῶν ἐφημέρων
13. ἔστω γνωρίσματά τε ἱκανὰ καὶ ἰάματα. τῶν δ’ ἄλλων
14. πυρετῶν οἱ μὲν ἐπὶ φλεγμοναῖς, οἱ δ’ ἐπὶ χυμοῖς ἀνάπτονται.
15. καὶ εἰσὶν οἱ μὲν ἐπὶ ταῖς φλεγμοναῖς, οἷον
16. συμπτώματά τινα τῶν φλεγμαινόντων μορίων, καὶ τοὔνομά
17. γε τῷ νοσήματι παρωνύμως τὰ πολλὰ ἀπὸ τοῦ
18. πάσχοντος ὀργάνου φρενῖτις, ἢ περιπνευμονία, ἢ πλευρῖτις
1. ἤ τι τοιοῦτον ἄλλο· περὶ μὲν δὴ τῶν τοιούτων ὕστερον
2. ἐροῦμεν.

Cliquer un n° de page pour en afficher l’image