Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 1.4, ed. Kühn, 1826, vol. 11, p. 17-17. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.4

3. Οἱ δ’ ἐπὶ χυμοῖς ἀναπτόμενοι πυρετοὶ καλοῦνταί
4. τ’ αὐτὸ τοῦτο πυρετοὶ καί εἰσιν οὐ συμπτώματα νοσημάτων,
5. ἀλλ’ αὐτοὶ νοσήματα. τούτων δὲ τινὲς μὲν ἄνευ
6. συμπτωμάτων, οἵπερ δὴ καὶ ἐπιεικέστατοί εἰσι· τινὲς δ’ ἅμα
7. συμπτώμασιν ἐνοχλοῦσιν. εἰρήσεται δ’ ἡμῖν περὶ προτέρων
8. τῶν ἄνευ συμπτωμάτων πυρετῶν· ἐν οἷς μάλιστα μὲν εἰ οἷόν
9. τε κατὰ τὴν πρώτην ἡμέραν διαγνωστέον οἷός τίς ἐστιν ὁ πυρετὸς,
10. ἆρά γε χρόνιος ἢ ὀξύς, καὶ πότερον τῶν διαλειπόντων
11. καλουμένων ἢ τῶν συνεχῶν. εἰ δὲ μὴ οἷον τε περὶ τὴν ἡμέραν
12. τὴν πρώτην, ἀλλὰ τῇ δευτέρᾳ γε πειρατέον ἐξευρεῖν τὴν ἰδέαν
13. τοῦ πυρετοῦ. μηδενὸς δὲ μηδ’ ἐν ταύτῃ βεβαίως διαγνωσθέντος,
14. ἐν γοῦν τῇ τρίτῃ πάντως φανήσεταί σοι σαφέστερόν
15. τι. παντελῶς γὰρ ὀλίγοι πυρετοὶ τῆς τετάρτης ἡμέρας δέονται
16. πρὸς ἀκριβῆ διάγνωσιν. ἐρῶ δέ σοι καθόσον οἷόν τε διὰ
17. βραχέων σημεῖα, δι’ ὧν ἐπιγνώσῃ τὸ εἶδος τοῦ πυρετοῦ. μακρότερον
18. δὲ καὶ σαφέστερον ἑτέρωθι πάντα λέλεκται.

Cliquer un n° de page pour en afficher l’image