Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 1.5, ed. Kühn, 1826, vol. 11, p. 18-20. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.5

1. Τοὺς μὲν οὖν μετὰ ῥίγους εἰσβάλλοντας
2. οὐκ ἂν ἀπὸ τρόπου τῶν κατὰ περίοδον ἐνοχλούντων ὑπολάβοις
3. εἶναι. τριταῖοι γὰρ καὶ τεταρταῖοι μετὰ ῥίγους τοὐπίπαν
4. παροξύνουσιν. ἀλλ’ οἱ μὲν τριταῖοι εὐθὺς ἐν τῇ
5. πρώτῃ καταβολῇ πολλάκις μετὰ σφοδροῦ τοῦ ῥίγους ὑπήρξαντο.
6. τεταρταῖον δ’ οὐκ οἴδαμεν μετὰ σφοδροῦ ῥίγους ἀρξάμενον,
7. ἀλλ’ ἐν τῷ χρόνῳ τὸ μέγεθος αὐτῷ προσγίνεται, σὺν
8. τῷ μηδ’ εὐθὺς ἀπ’ ἀρχῆς τὰ πολλὰ τὸν πυρετὸν τοῦτον εἰσβάλλειν,
9. ἀλλ’ ἑτέρων προηγησαμένων συμπίπτειν. ὁ μὲν οὖν
10. τεταρταῖος τοῖς καλουμένοις πλάνησί τε καὶ πλανήταις ἐπιγίνεται
11. πυρετοῖς διὰ φλέγμα. ὁ δ’ ἀμφημερινὸς οὐδὲ χωρὶς
12. τοῦ τὸ στόμα τῆς γαστρὸς πεπονθέναι τὰ πολλὰ συνίσταται·
13. καθάπερ ὁ τεταρταῖος περὶ σπληνὶ κακοπραγοῦντι· ὁ
14. δὲ τριταῖος περὶ ἥπατι. τὸν μὲν δὴ μετὰ σφοδροῦ τοῦ ῥίγους
15. ἀρξάμενον εἰκὸς μᾶλλον τριταῖον ἢ τῶν ἄλλων τινὰ εἶναι
16. πυρετῶν. εἰ δὲ καὶ τἄλλα τὰ ἐφεξῆς εἰρησόμενα μαρτυροίη,
17. τοῦτον μὲν ἂν ἐναργῶς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν διαγινώσκοις
18. εἶναι τριταῖον. εἰ δὲ μετὰ βραχέος ἄρξεται ῥίγους,
1. τότε δεῖ καὶ μᾶλλον τοῖς ἄλλοις γνωρίσμασι τὸν νοῦν προσέχειν,
2. ὡς οὐκ ἀμφημερινοῦ καὶ τεταρταίου μόνον, ἀλλὰ καὶ
3. ἡμιτριταίου καὶ ἄλλου τινὸς τῶν συνεχῶν εἶναι δυναμένου.
4. τὰ δ’ ἄλλα γνωρίσματα τό τε τῆς θερμασίας ἐστὶ ποιὸν καὶ
5. καὶ ποσὸν καὶ ἡ τῶν ἀρτηριῶν κίνησις, αὐτό τε τοῦ
6. ῥίγους τὸ εἶδος αἰσθανομένου, ὥρα τε καὶ χώρα καὶ κατάστασις
7. καὶ ἡ φύσις τοῦ νοσοῦντος καὶ ἡ ἡλικία καὶ τὰ προηγησάμενα
8. καὶ τὰ παρακολουθοῦντα. τὴν μὲν γὰρ θερμασίαν
9. πολλὴν καὶ δριμεῖαν εἶναι χρή· τοὺς δὲ σφυγμοὺς μεγάλους
10. καὶ θερμοὺς καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς καὶ χωρὶς
11. πάσης ἀνωμαλίας, πλὴν τῆς πυρεκτικῆς. τὸ δὲ ῥῖγος, οἷον
12. νυττομένου τοῦ χρωτὸς ὡς ὑπό τινος ὀξέος μᾶλλον ἢ ψυχροῦ,
13. τῶν ἐν τεταρταίοις τε καὶ ἀμφημερινοῖς ψυχροῦ τοῦ ῥίγους
14. αἰσθανομένων. τὴν δ’ ὥραν θερινὴν, ὥσπερ οὖν καὶ
15. τὸ χωρίον θερμὸν καὶ τήν γε παροῦσαν κατάστασιν· ἔστω δὲ
16. καὶ ἡ φύσις τοῦ κάμνοντος θερμοτέρα τε καὶ χολωδεστέρα,
17. καὶ ἡ ἡλικία νεανίσκου· καὶ γυμνασία μᾶλλον ἢ ἀργία προηγείσθω,
18. καὶ ἔγκαυσις μᾶλλον ἢ ψύξις, καὶ ἔνδεια μᾶλλον ἢ
19. πλησμονή. καὶ ἀγρυπνίαι δὲ καὶ λῦπαι καὶ κόποι καὶ σύντονοι
1. φροντίδες εἰς τοῦτο συντελοῦσιν. εἰ δὲ καὶ πολλοῖς ἄλλοις
2. τῶν νοσούντων ἐν ἐκείνῳ τῷ χρόνῳ τριταίοις ἁλῶναι συμβαίη
3. καὶ τοῦτ’ ἂν εἴη πρὸς τοῖς εἰρημένοις μέγιστον γνώρισμα.
4. εἰ δὲ τούτων ἁπάντων ὑπαρχόντων ἢ τῶν μεγίστων
5. τε καὶ ἐπικαιροτάτων δίψος τε αὐτοὺς ἔχει σφοδρὸν, ἔμετός
6. τε χολῆς ἢ ἱδρὼς ἐπιγένηται ἢ ἀμφότερα, νῦν μὲν ἂν καὶ
7. σαφῶς εἴη δῆλος. εἰ δὲ καὶ παύσαιτο μὲν πυρέττων ἐπὶ τοῖσδε
8. ὁ ἄνθρωπος τοῦτον δὴ τὸν φανερὸν ἅπασι καὶ ἐν κινήσει
9. πυρετὸν, ὑπολείποιτο δ’ αὐτῷ κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν
10. ἡ ἴδιος ἀνωμαλία τῶν πυρετῶν, βεβαίως ἂν οὕτως ἀποφαίνοις
11. τριταῖον ὑπάρχειν αὐτὸν, ὡς εἰ καὶ διὰ τρίτης ἤδη
12. παροξυνόμενον ἑώρας.

Cliquer un n° de page pour en afficher l’image