Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 1.6, ed. Kühn, 1826, vol. 11, p. 20-22. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.6

13. Ὁ δὲ τεταρταῖος, χρὴ γὰρ καὶ τούτου τὰ
14. γνωρίσματά σοι γράψαι, τὸ μὲν ἐναργέστατον ἑαυτοῦ τεκμήριον
15. ἐνδείκνυται κατὰ τὴν ἀρχὴν τῶν παροξυσμῶν, ἡνίκα
16. ῥιγῶσιν ἔτι οἱ νοσοῦντες. ἱκανῶς γὰρ ἀραιοὶ καὶ βραδεῖς αὐτῶν
17. οἱ σφυγμοὶ γίγνονται· κατὰ δὲ τὰς ἀκμὰς ἢ καὶ αὐξανομένων
18. ἔτι ταχεῖς μὲν ἀνάγκη καὶ πυκνοὺς εἶναι· σώζεται 
1. δ’ ὅμως καὶ τότε ἡ ἴδιος αὐτῶν βραδύτης τε καὶ ἀραιότης, εἰ τὸ
2. προσγεγονὸς τάχους καὶ τῆς πυκνότητος τῶν παροξυσμῶν λογίσαιο.
3. καὶ γὰρ οὖν καὶ εἰ παραβάλοις τὴν ἀκμὴν τοῦ τεταρταίου
4. πυρετοῦ, τῇ τοῦ τριταίου ἀκμῇ πολλῷ τινί σοι δόξουσι
5. θᾶττόν τε καὶ πυκνότερον ἐν τοῖς τριταίοις αἱ ἀρτηρίαι σφύζειν·
6. καὶ αὐτῆς δὲ τῆς μιᾶς κινήσεως ἐν τῷ τεταρταίῳ πυρετῷ
7. τὸ ἀνώμαλον ἐνδείκνυται τὴν ἰδέαν αὐτοῦ. τὴν γὰρ
8. κοινὴν ἁπάντων τῶν πυρετῶν ἐν μιᾷ προσβολῇ τῆς ἀρτηρίας
9. ἀνωμαλίαν ἐναργεστάτην ἐστὶν εὑρεῖν ἐν τούτῳ. πολλῷ
10. γάρ τινι τήν τε ἀρχὴν τῆς κινήσεως καὶ τὸ τέλος ὠκύτερον
11. εὑρήσεις τῶν μέσων· οὐ μὴν δὲ ἐπὶ τῶν τριταίων ὧδ’ ἔχει·
12. βραχεῖα γὰρ ἐν αὐτοῖς ἡ ὑπεροχὴ τοῦ τάχους ἐστὶ καὶ μάλιστα
13. κατὰ τὰς ἀκμάς. ἀλλὰ καὶ τὰ τῆς θερμασίας γνωρίσματα διαφερόντως
14. αὐτοῖς ἔχει. τὸ γὰρ θερμὸν καὶ τὸ διακαὲς καὶ τὸ
15. οἷον ζέον τῶν τριταίων πυρετῶν οὐκ ἂν εὕροις ἐν τεταρταίοις.
16. ταυτὶ μὲν οὖν τὰ μέγιστα σημεῖα, τὰ δ’ ἄλλα τὰ ἔξωθεν,
17. οὐδὲ γὰρ χρὴ ταῦτα παραλιπεῖν, ἀλλὰ τήν τε φύσιν ἐπισκοπεῖσθαι
18. τοῦ νοσοῦντος, εἰ μελαγχολικωτέρα· καὶ τὸν καιρὸν
1. τοῦ ἔτους, εἰ φθινόπωρον· καὶ τὴν παροῦσαν κατάστασιν, εἰ
2. ἀνώμαλος. οὕτω δὲ καὶ τοῦ χωρίου τὴν φύσιν καὶ τῶν ἐπιδημούντων
3. νοσημάτων· καὶ εἰ σπλὴν μέγας εἴη καὶ ἄτακτοι
4. πυρετοὶ προηγήσαντο καὶ ἡ ἡλικία τῆς ἀκμῆς ἐπέκεινα καὶ εἰ
5. μεθ’ ἱδρῶτος παύοιντο· χολῆς δὲ ξανθῆς ἔμετον ἐν τούτοις
6. τοῖς πυρετοῖς μὴ προσδοκᾷν, ὥσπερ οὐδ’ ἐν τοῖς ἀμφημερινοῖς,
7. ἴδιον γὰρ τῶν τριταίων τοῦτο. παυσαμένων δὲ τοῦ
8. πυρέττειν, εἰ τὸ τοῦ πυρετοῦ σημεῖον ἔτι παραμένοι καὶ οἱ
9. σφυγμοὶ τῶν κατὰ φύσιν ἀραιότεροί τε καὶ βραδύτεροι γίγνονται,
10. τεταρταῖος ἂν εἴη σαφῶς ὁ τοιοῦτος πυρετός.

Cliquer un n° de page pour en afficher l’image