Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 1.7, ed. Kühn, 1826, vol. 11, p. 22-24. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.7

11. Ἀμφημερινὸν δὲ πυρετὸν τοῖς δ’ ἂν μάλιστα
12. γνωρίσαις· ὑγροτέραν γὰρ εἶναι χρὴ τὴν θερμασίαν αὐτοῦ
13. μετά τινος δριμύτητος, οὐ κατὰ τὴν πρώτην ἐπιβολὴν εὐθὺς
14. ὑποπιπτούσης, ἀλλ’ ἐγχρονιζούσης τῆς χειρός. καπνώδη γάρ
15. τινα θερμασίαν ἀτμῷ πολλῷ συμμιγῆ δόξαις ἀνιέναι, καταπνιγομένου
16. μᾶλλον ἐν ὑγρότητι τοῦ πυρὸς πολλῇ ἢ αὐτοῦ
17. τῆς ὕλης κρατοῦντος. ἀλλὰ καὶ οἱ σφυγμοὶ τούτοις μικρότεροι
18. τῶν ἐν τεταρταίοις εἰσὶ πλέον ἢ ἐκεῖνοι τῶν ἐν τριταίοις.
1. ἀραιότεροι δ’ αὖ πάλιν οἱ ἐν τοῖς ἀμφημερινοῖς τῶν ἐν τριταίοις
2. τοσοῦτον, ὅσον τούτων οἱ ἐν τοῖς τεταρταίοις. βραδύτητος
3. δὲ ὡσαύτως ἐν ἀμφοῖν ἔχουσιν. ἧττον δὲ διψώδης ὁ
4. πυρετὸς οὗτος. λείπεται οὖν τεταρταίου τοσοῦτον, ὅσον
5. ἐκεῖνος τριταίου. καὶ ἡ γλῶσσα καὶ τὸ σύμπαν σῶμα ξηρότατον
6. μὲν ἐν τριταίοις, ὑγρότατον δ’ ἐν τούτοις ἐστὶ τοῖς
7. πυρετοῖς· καὶ οἱ ἔμετοι φλεγματώδεις καὶ ὅσα διὰ γαστρὸς
8. ἐκκρίνεται ψυχρότερα καὶ ὑγρότερα καὶ ὠμότερα καὶ ὑδατωδέστερα
9. καὶ φλεγματωδέστερα. καὶ τὸ σύμπαν ἀπέπτων χυμῶν
10. ἀνάπλεων ἐν τούτοις τοῖς πυρετοῖς εὑρήσεις τὸ σῶμα. καὶ
11. γὰρ οὖν καὶ ἡλικίαις καὶ φύσεσι καὶ χώραις καὶ ὥραις ἔτους
12. καὶ κράσεσιν ὑγροτέραις συμπίπτουσι. νεανίσκον μέν γε χολώδη
13. καὶ ξηρὸν τῇ κράσει οὐκ εἶδον οὐδέπω ποτε ἁλόντα
14. τούτῳ τῷ πυρετῷ. παῖδες δὲ καὶ μάλιστα οἱ μικρότεροί καὶ
15. ὅσοι τῶν τελείων φλεγματικώτεροί τέ εἰσι καὶ τὴν ἕξιν τοῦ
16. σώματος παχεῖς καὶ ἀργὸν τὸν βίον ἔχοντες ἐν πλησμοναῖς
17. καὶ μέθαις καὶ λουτροῖς συνεχέσι καὶ μάλιστα τοῖς ἐπὶ τροφῇ
18. ἀμφημερινοῖς εὐάλωτοι· ἀτὰρ οὖν καὶ χωρία τὰ ὑγρότερα καὶ
19. τῶν ὡρῶν τοῦ ἔτους ὁ χειμὼν καὶ τῶν καταστάσεων αἱ ὑγρότεραι,
1. μάλιστα φέρουσι τὸν πυρετὸν τοῦτον· εἰ δὲ καὶ ἐπιδημοίη
2. τηνικαῦτα, καὶ τοῦτό σοι πρὸς τὴν διάγνωσιν ἐπὶ τοῖς
3. εἰρημένοις οὐ μικρὰ συντελέσει. οὐ μὴν οὐδὲ παύουσι τὰς παρακμὰς
4. τούτων τῶν πυρετῶν οἱ ἱδρῶτες, ὥσπερ ἐν τριταίοις
5. καὶ τεταρταίοις, ὅθεν οὐδ’ εἰς ἀπυρεξίαν ἔρχονται σαφῆ, πλὴν
6. ὀλίγων δή τινων. τὰ δ’ οὖρα τὰ μὲν ἐπὶ προήκουσιν αὐτοῖς
7. γιγνόμενα τοὺς καιροὺς τῆς ὅλης νόσου διδάσκει· τὰ δ’ ἐν
8. ἀρχαῖς ἐνδείξεταί σοι καὶ αὐτὸ τὸ εἶδος τοῦ πυρετοῦ. τοῖς
9. μὲν γὰρ ἀμφημερινοῖς ἢ λευκὰ ἢ λεπτὰ ἢ παχέα καὶ θολερὰ
10. ἢ ἐρυθρά. τοῖς δὲ τριταίοις ἢ πυῤῥὰ ἢ ὑπόπυῤῥα. τοῖς
11. δὲ τεταρταίοις πολυειδῆ μὲν, ἀλλ’ ἄπεπτα πάντα. καὶ ταῦτα
12. μὲν τῶν διαλειπόντων πυρετῶν ἐστι γνωρίσματα.

Cliquer un n° de page pour en afficher l’image