13. Ἡ θεραπεία δὲ καθ’ ἕκαστον αὐτῶν ἐφεξῆς
14. γεγράψεται· πρῶτον μὲν τῶν διαλειπόντων, δεύτερον δὲ τῶν
15. συνεχῶν λεγομένων. ἐπὶ μὲν οὖν τοῖς διαλείπουσιν ὀξύτατός
16. τε ἅμα καὶ ἐπιεικέστατος ὁ τριταῖός ἐστι· μακρότατος δὲ καὶ
17. ἀκίνδυνος ὅσον ἐφ’ ἑαυτῷ ὁ τεταρταῖος. ὁ δ’ ἀμφημερινὸς
18. μακρὸς καὶ οὐκ ἀκίνδυνος, ὥστε καὶ τὴν δίαιταν εὐθὺς
1. ἐξ ἀρχῆς καθίστασθαι προσήκει, πρὸς τὸν ξύμπαντα χρόνον
2. τοῦ νοσήματος ἀποβλέποντας. τὰ μὲν γὰρ ὀξέα καὶ ταχέως
3. ἀκμάζοντα, κᾂν εἰ πάνυ λεπτῶς θέλοι τις διαιτᾷν, οὐκ ἄν τι
4. μέγα βλάψει. ὅσα δὲ χρονιώτερα, ταῦτ’ εἰ μὴ κατ’ ἀρχὰς
5. ἁδρότερον διαιτήσειας, ἢ συναναιρήσεις τῷ νοσήματι τὸν ἄνθρωπον
6. ἢ οὐκ ἐν καιρῷ τὴν δίαιταν ὑπαλλάξεις. οὐ γὰρ χρὴ
7. προσιούσης τῆς ἀκμῆς ἁδρότερον ἢ πρόσθεν διαιτᾷν, ἀλλὰ
8. τοὐναντίον τῆς ὅλης τοῦ πάθους διαίτης τὸ λεπτότατον εἰς
9. τὴν ἀκμὴν ἀποτίθεσθαι χρή· τοῦτο μὲν οὖν κοινὸν ἁπάντων.
10. πρὸς αὐτῷ δὲ δεῖ καὶ τὰ ἴδια τῶν διαλειπόντων ἐπισκοπεῖσθαι,
11. οἷον εὐθὺς ἐν τοῖς τριταίοις, οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι,
12. διοριζέσθω σοι κατ’ ἀρχὰς εἰ ἀκριβής ἐστι καὶ ὡς ἄν
13. τις εἴποι γνήσιος, ἢ οὐκ ἀκριβὴς, ἀλλ’ οἷον νόθος τις. ὁ μὲν
14. γὰρ ἀκριβὴς τριταῖος τὸ μακρότατον ἐν ἑπτὰ περιόδοις κρίνεται,
15. πρὸς τῷ καὶ ἀκινδυνότατος εἶναι. τὸν ἕτερον δὲ τὸν
16. οὐκ ἀκριβῆ οἶδά ποτε φθινοπώρου μὲν ἀρξάμενον, ἦρος δὲ
17. παυσάμενον· εἶτα οἷα εἰκὸς ἐν τοσούτῳ χρόνῳ, τὸ μέν τι καὶ
18. αὐτοῦ τοῦ νοσοῦντος οὐ πάνυ τι πειθομένου τοῖς τῶν ἰατρῶν
1. προστάγμασιν, ἀλλὰ καὶ ἁμαρτάνοντός τι· τὸ δέ τι καὶ ὑπὸ
2. τῆς αἰτίας τοῦ χειμῶνος βλαπτομένου, σπλήν τε μέγιστος
3. ἐξήρθη καὶ ὑποχόνδρια διεφυσᾶτο· καί τις ἤδη καὶ ὕποιδος
4. ἦν ἄχροια περί τε τὸ πρόσωπον καὶ οὐχ ἥκιστα τοῖς σκέλεσιν,
5. ὥστε δεῖσαί τε ἡμᾶς ἀμφὶ τῷ μειρακίῳ καὶ δεηθῆναι μειζόνων
6. βοηθημάτων. οὕτως οὐδὲν ὅμοιον ἔχει ὁ τοιοῦτος τριταῖος
7. τῷ ἀκριβεῖ· διὰ τοῦτο οὖν φημι χρῆναι κατὰ τὰς ἀρχὰς
8. αὐτοὺς διορίζειν. εἰς ὅσον γὰρ τῇ φύσει διαφέρουσιν, εἰς
9. τοσοῦτον εὔλογόν ἐστι καὶ τὸν τῆς διαίτης τρόπον ὑπαλλάττεσθαι.
10. ὅπως οὖν ἄριστα διορισθεῖεν, ἀρκεῖ μοι τὰ τῷ
11. μειρακίῳ συμπεσόντα γράψαι, παράδειγμά τε ἅμα τῶν οὐκ
12. ἀκριβῶν τριταίων καὶ ὑπομνήματά σοι γενησόμενα. ἦν μὲν
13. δὴ τοῦ ἔτους τὸ μεταξὺ πλειάδων τε δύσεως καὶ τῆς προγεγενημένης
14. ἰσημερίας· ἤρξατο δὲ μετὰ φρίκης ὁ πυρετὸς τῷ
15. μειρακίῳ περὶ αὐτὴν σχεδὸν τὴν ἕω· ὥστε μήτε τῆ θερμασίᾳ
16. τριταίῳ τι δόξαι ἐοικέναι μήτε τοῖς σφυγμοῖς· ἀλλ’ οὐδὲ
17. χολῆς ἔμετος ἠκολούθησεν οὔτε ἱδρὼς ἱκανός· ἀλλὰ μόνον
18. ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ὥρᾳ που τρίτῃ βραχεῖαι νοτίδες
1. ἐγίγνοντο, ἐφ’ αἷς διεπνεῖτο μὲν ὁ πυρετὸς ἀτρέμα οὕτως,
2. ὥστε περὶ τὴν ἑσπέραν μόγις ἀπύρετον εἶναι δοκεῖν· ἔμενε δὲ
3. δηλαδὴ κατὰ τοὺς σφυγμοὺς τό τε τοῦ πυρετοῦ σημεῖον
4. αὐτῷ σαφὲς ἱκανῶς. ἀλλὰ τἄλλα γε πάνυ εὐφόρως εἶχε
5. κατὰ τὴν ἑσπέραν καὶ δι’ ὅλης τῆς νυκτός. αὖθις δὲ περὶ
6. τὴν ἕω τῆς τρίτης ἡμέρας δευτέρα καταβολὴ γίνεται, τὰ
7. πάντα τῇ πρώτῃ παραπλησία, πλὴν τοῦ χρόνου· τῆς γὰρ
8. ἐπιούσης νυκτὸς ὀλίγον πρὸ τῆς ἡμέρας νοτίδες ἐγίγνοντο
9. καὶ ὁ πυρετὸς ἐπαύετο περὶ τὴν ἕω τῆς τετάρτης ἡμέρας·
10. καὶ τοῦ λοιποῦ δὲ παντὸς φθινοπώρου καὶ χειμῶνος, ἐν ᾧ
11. διενόσησε, τά τ’ ἄλλα πάντα καὶ ὁ χρόνος τῆς καταβολῆς
12. καὶ τῆς λύσεως τοῦ πυρετοῦ κατὰ ταὐτὰ διέμενον. ἦν δὲ
13. τὸ μειράκιον ἡλικία μὲν ἀμφὶ τὰ ὀκτωκαίδεκα ἔτη, λευκὸν
14. δ’ ἰδέσθαι καὶ πῖον, ἀργότερον τῷ βίῳ καὶ πολλάκις ἔμπροσθεν
15. ἐν μέθαις τε καὶ λουτροῖς συνεχέσι καὶ πλησμοναῖς
16. γεγενημένον, ὥστ’ οὐδὲ χρηστῶς ἔπεττε τὰ σιτία. συνεισέβαλε
17. δ’ αὐτῷ καὶ σκληρὸς σφυγμὸς ἐν μὲν τῇ πρώτῃ καὶ
18. δευτέρᾳ τῶν ἡμερῶν μετρίως, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ
1. καὶ ταῖς ἐφεξῆς μέχρι τῆς ἑβδόμης εἰς τοσοῦτον ἧκε σκληρότητος,
2. ὡς ἄν τινα δόξαι τῷ σφυγμῷ μόνῳ πιστεύσαντα πολλῶν
3. εἶναι τὸ νόσημα μηνῶν· καὶ τοιοῦτος παρέμενεν ἄχρι τῆς
4. κατὰ τὸ ἔαρ ἰσημερίας, ἐν ᾗ πρῶτον ἤρξατο μαλάττεσθαι.
5. καὶ αὖθις ὕστερον ἡμέρᾳ τεσσαρακοστῇ τελέως ἀπαλλάττεται
6. τοῦ τριταίου, κατὰ βραχὺ τοῦ τε σφυγμοῦ μαλαχθέντος καὶ
7. τοῦ παροξυσμοῦ μικροτέρου γιγνομένου καὶ τῶν οὔρων ὑπόστασιν
8. χρηστὴν ἐχόντων· καὶ γὰρ οὖν καὶ ταῦτα κᾀν τῷ πρόσθεν
9. χρόνῳ πάντα δεινῶς ἦν ἄπεπτα. τοιοῦτος μὲν δὴ ὁ
10. ἐναντιώτατος τῷ ἀκριβεῖ τριταίῳ. τοὺς δ’ ἄλλους τοὺς μεταξὺ
11. παμπόλλους ὄντας ἐκ τῶν ἄκρων ἀφωρισμένων οὐ χαλεπῶς
12. ἂν εὑρήσεις. ἃ γὰρ ἐν ἀρχῇ τοῦ λόγου τριταίων πυρετῶν
13. ἔγραψα γνωρίσματα, ταῦτα σύμπαντα εἰ παρείη, τὸν ἀκριβῆ
14. τριταῖον οὐκ ἐργάζεται, ᾧ πάντως καὶ ὁ τοῦ παροξυσμοῦ
15. χρόνος βραχὺς ὡρῶν τεττάρων ἢ πέντε ἢ ἓξ ἢ τὸ μήκιστον
16. ἕνδεκά που ἢ δώδεκα. καὶ μὲν δὴ καὶ τὰ οὖρα τῶν τοιούτων
17. ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἢ πάντως γε τῇ τετάρτῃ φέρει τι σημεῖον
18. πέψεως. οὕτω μὲν οὖν ἀκριβῆ τε καὶ οὐκ ἀκριβῆ γνωρίζοις
1. τριταῖον. ἀνάλογον δὲ καὶ τεταρταῖον καὶ ἀμφημερινόν.
2. ᾧ μὲν γὰρ ὑπάρχει πάνθ’ ὅσα πρόσθεν ἔγραψα τεταρταίων
3. πυρετῶν γνωρίσματα, γνήσιός τε καὶ ἀκριβὴς τεταρταῖος. ᾧ
4. δὲ μὴ, νόθος τις ἐκεῖνος καὶ οὐκ ἀκριβής. καὶ ἀμφημερινῶν δὲ
5. ὅτῳ μὲν πάνθ’ ὅσα γέγραπται πάρεστιν, ἀκριβής· ᾧ δὲ μὴ, ὁ
6. τοιοῦτος οὐκ ἀκριβὴς. οὐκ οὖν οὐδὲ χρόνιοι ὁμοίως τεταρταίῳ
7. καὶ ἀμφημερινῷ οἱ οὐκ ἀκριβεῖς, ἀλλ’ ὥσπερ τριταῖος
8. ὀξὺς ὁ ἀκριβὴς, οὕτω τεταρταῖός τε καὶ ἀμφημερινὸς χρόνιοι.
9. ταῦτα μὲν ἐν τοῖς κατὰ περίοδόν τινα πυρέττουσι σκοπεῖσθαι.
10. τῶν δ’ ἄλλων πυρεττόντων οὖρά τε καὶ διαχωρήματα καὶ
11. τὴν ὅλην ἕξιν τοῦ σώματος ὁρᾷν· καὶ τὴν θερμασίαν καὶ τὴν
12. τῶν ἀρτηριῶν κίνησιν, ὅσα τ’ ἄλλα πρὸς τούτοις ὁ Ἱπποκράτης
13. τε καὶ ἡ μακρὰ πεῖρα κελεύει σκοπεῖσθαι, χώρας καὶ
14. ὥρας καὶ καταστάσεις καὶ ἡλικίας καὶ κράσεις σωμάτων, ἔθη
15. τε καὶ τὰ προηγησάμενα τῶν αἰτίων καὶ τὰ συνεισβάλλοντα
16. τοῖς νοσήμασι καὶ ὅσα μεταξὺ ἐπιφαίνεται. παρῄνηται μὲν
17. οὖν ὡς ἄν τινι δόξῃ τὸ πᾶν, οὐ μὴν πρός γε τὴν ἀλήθειαν
1. ὧδ’ ἔχει. τὸ γάρ τοι μέγιστον μὲν ἁπάντων τούτων, ῥηθῆναι
2. δὲ μικρότατον, οὐδέπω γέγραπται. τί δ’ ἐστὶ τοῦτο; ποσότης
3. νοσήματος καὶ δυνάμεως· πρᾶγμα πρὸς μὲν τὴν δήλωσιν
4. ἑνὸς ὀνόματος δεόμενον· εἰς δὲ τὴν χρείαν μέγιστον. οὐδὲ γὰρ
5. οἷόν τε προγνῶναι καλῶς, ἄνευ τοῦ τὸ ποσὸν ἑκάστου τῶν
6. εἰρημένων ἀκριβῶς ἐκλογίζεσθαι. καὶ γὰρ εἴτ’ ὀλέθριόν ἐστι
7. τὸ νόσημα, εἴτε μὴ, καὶ ὁπηνίκα μᾶλλον δυνατὸν ἢ τεθνήξεσθαι
8. τὸν ἄνθρωπον ἢ ἀπαλλαγήσεσθαι τοῦ πάθους, εἰ μὴ
9. πάντων τῶν προειρημένων τὸ ποσὸν ἀκριβῶς διασκεψάμενος
10. ἀνάγοις εἰς δύο κεφάλαια τήν τε νόσον αὐτὴν καὶ τοῦ νοσοῦντος
11. τὴν δύναμιν, οὐκ ἂν οἷός τ’ εἴης προγνῶναι καλῶς. τῆς
12. μὲν γὰρ δυνάμεως οὕτως ἰσχυρᾶς οὔσης ὡς περιγίγνεσθαι
13. τοῦ νοσήματος, ἀνάγκη σωθῆναι τὸν ἄνθρωπον. εἰ δὲ τοὔμπαλιν
14. εἴη, πάντως τεθνήξεται. μὴ τοίνυν ὁποῖόν τι τὴν ἰδέαν
15. ἐστὶ τὸ νόσημα σκόπει μόνον, ἀλλὰ καὶ πηλίκον. οὐ μικρᾶς
16. δὲ τοῦτό γε δεῖται τριβῆς, τά τ’ ἄλλα καὶ τῷ μήτε γραφῆναι
17. μήθ’ ὅλως διδαχθῆναι λόγῳ δύνασθαι τὸ ποσὸν ἑκάστου.
18. καὶ εἴτι ἄρα τὸ ἡμέτερόν ἐστιν, οὐχ ὑπ’ ἄλλου τινὸς εἰς τοσοῦτον
1. ἀκριβείας ἥκει ἢ ἐκ τοῦ μάλιστα ἠσκῆσθαι περὶ τὸν
2. τῆς ποσότητος στοχασμόν· τοῦτο μὲν δὴ καὶ ἐπ’ αὐτῶν τῶν
3. ἔργων καὶ μαθεῖν καὶ διδάξαι δυνατόν. ὅσα δ’ ἐν τῇ ποιότητι
4. τὸν διορισμὸν ἔχει, ταῦτα γράψομεν ἀκριβῶς τε ἅμα καὶ
5. σαφῶς εἰς ὅσον ἐγχωρεῖ διὰ βραχέων.
⟨
(Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]
Ad Glauconem de medendi methodo
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).
Ad Glauconem de medendi methodo, 1.9, ed. Kühn, 1826, vol. 11, p. 25-32. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩