Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 2.1, ed. Kühn, 1826, vol. 11, p. 71-78. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.1

ΓΑΛΗΝΟΥ ΤΩΝ ΠΡΟΣ ΓΛΑΥΚΩΝΑ ΘΕΡΑΠΕΥΤΙΚΩΝ

ΒΙΒΛΙΟΝ Β.

1. Περὶ δὲ τῶν καθ’ ἕκαστον μέρος τοῦ σώματος
2. παθῶν, ὦ Γλαύκων, ἑξῆς ἐροῦμεν ἀπὸ φλεγμονῆς ἀρξάμενοι.
3. καὶ γὰρ πλειστάκις αὕτη γίνεται καὶ πλείστας ἔχει
4. διαφοράς· καὶ πάσαις αὐταῖς πυρετοὶ πεφύκασιν ἕπεσθαι.
5. κοινὸν μὲν οὖν ἁπάσαις ἡ ἄμετρός ἐστι θερμασία καὶ οἷον
6. φλόγωσις, ὅθεν περ καὶ τὸ τῆς φλεγμονῆς ὄνομα κατ’ αὐτῶν
7. ἐπιφέρειν ἔθος ἦν τοῖς παλαιοῖς. ἰδίαν δὲ καθ’ ἑκάστην
8. εὕροις ἄν τινα διαφορὰν, ἐξ ἧς τό τε εἶδος αὐτῆς γνωριεῖς
9. καὶ τῆς προσηκούσης εὐπορήσεις ἰάσεως. ἑτέρως μὲν γὰρ ἕρπητας,
1. ἑτέρως δ’ ἐρυσιπέλατα, ἑτέρως δὲ φύγεθλα καὶ τἄλλα
2. τῶν φλεγμονῶν εἴδη θεραπεύσεις. ὥστε πάλιν ἡγεῖται κᾀνταῦθα
3. διαγινώσκειν ὀρθῶς τὰ πάθη δύνασθαι. καί σοι
4. πειράσομαι τοῦτο πρῶτον γράψαι, διελόμενος ἐξ ἀρχῆς περὶ
5. τῶν κατὰ τὰς φλεγμονὰς πάσας διαφορῶν. πρώτη μὲν οὖν
6. διαφορὰ φλεγμονῆς ἐστι, καθ’ ἣν τὴν μὲν αὐτῆς ὑγρὰν, τὴν
7. δὲ ξηρὰν εἶναι συμβέβηκεν. ὑγρὰν μὲν ἥτις ἂν ἐκ ῥεύματος
8. θερμοῦ τὸ μόριον καταλαμβάνοντος γίγνηται· ξηρὰν δ’ ὅταν
9. μηδενὸς ἐπιῤῥυέντος τὴν σύμφυτον θερμασίαν ἐκπυρωθῆναι
10. συμβῇ. τοῦτο δὲ μέχρι μέν τινος οἷον πυρετός ἐστι τοῦ μορίου·
11. ἐπειδὰν δὲ εἰς ἄμετρον ἤδη θερμότητα καὶ ξηρότητα
12. προήκῃ, φθορὰ καὶ νέκρωσις παντελὴς γίγνεται, ὅθεν οὐδ’
13. εἰς πλείω τέμνεσθαι πέφυκεν, ὥσπερ ἡ ἑτέρα διαφορὰ καθ’
14. ἣν ἐπιῤῥεῖν τινας χυμοὺς ἐλέγομεν τῷ μέρει. πολλὰ γὰρ τὰ
15. ταύτης εἴδη· αἵματος μὲν γὰρ ἐπιῤῥυέντος ἕτερον· χολῆς δὲ
16. ξανθῆς ἕτερον· ἀμφοῖν δ’ ἅμα τρίτον ἄλλο. καὶ μὲν δὴ καὶ
17. καθ’ ἕκαστον αὐτῶν ἢ σεσηπός ἐστιν ἤδη τὸ ἐπιῤῥέον ἢ ἐν
18. τῷ μορίῳ σφηνούμενον σήπεται· καὶ ἤτοι παχὺ τὴν σύστασιν
1. ἢ λεπτὸν ἢ χρηστὸν ἢ δριμύ. αἵματος μὲν οὖν χρηστοῦ καὶ
2. συμμέτρου τῷ πάχει ῥυέντος εἴς τι μόριον ἀθρόως καὶ διὰ
3. τὸ πλῆθος σφηνωθέντος, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν
4. ἄνθρωπον, ἤν γε μὴ παντελῶς δυσαίσθητον ᾖ τὸ μόριον·
5. καὶ σφυγμὸς ἀνιαρὸς ἐν τῷ βάθει καὶ τείνεσθαι πάντῃ νομίζει
6. καὶ θλᾶσθαι τὸ μόριον καὶ θερμασίας αἰσθάνεσθαι πλείονος,
7. ὡς διακαίεσθαι δοκεῖν καὶ ἀναψύχεσθαι ποθεῖν· καὶ ἔρευθος
8. ἐπανθεῖ τοιοῦτον, οἷον τοῖς λελουμένοις ἢ παρὰ τῷ πυρὶ
9. θαλφθεῖσιν ἤ πως ἄλλως θερμανθεῖσι. τοῦτο τὸ πάθος τὴν
10. τοῦ γένους ὅλου προσηγορίαν ἀπηνέγκατο καὶ καλεῖται φλεγμονὴ,
11. ἄλλοις παραπλησίως πολλοῖς εἴδεσι λαμβάνουσι τὸ τοῦ
12. γένους ἐπιφερόμενον ὄνομα. καὶ γίνεται συνεχῶς ἐπὶ πάσῃ
13. σχεδὸν προφάσει· καὶ γὰρ καὶ τρώσεσι καὶ σπάσμασι καὶ
14. θλάσμασι καὶ ῥήγμασι καὶ τοῖς ἐκ τῶν γυμνασίων καμάτοις,
15. ἐξαρθρήμασί τε καὶ κατάγμασι καὶ τοῖς αὐτομάτοις ἕλκεσιν
16. ἐπιγίγνεται· καὶ χωρὶς δὲ τούτων ἁπάντων, ὅταν εἰς ἄμετρον
17. χυμῶν πλησμονὴν αἱ φλέβες ἀφίκωνται, τότε τὸ περιττὸν
18. ἀποχέουσιν εἴς τι χωρίον, ὃ ἂν ἐπιτηδειότατον ᾖ τηνικαῦτα
1. δέξασθαι· πάντως δὲ τοῦτο τῶν ἄλλων ἢ ἀῤῥωστότερόν ἐστιν
2. ἢ μανώτερον ἢ ἕλκειν ἑτοιμότερον ἢ ἀκινητότερον, ἐξ ἡστινοσοῦν
3. αἰτίας, εἰς ταύτας ἀχθὲν τὰς διαθέσεις. οὐ γὰρ τοῦτό
4. γε νῦν πρόκειται λέγειν. χολὴ δὲ ξανθὴ ἡνίκα μὲν τὴν ἑαυτῆς
5. φύσιν σώζουσα σὺν τῷ αἵματι φέρεται πανταχόσε τοῦ
6. σώματος, ἴκτερος τὸ πάθος καλεῖται. μόνης δ’ ἀποκριθείσης
7. καὶ κατά τι μόριον ἱσταμένης, ἕρπης ὀνομάζεται· εἰ μὲν δὴ
8. παχεῖα τὴν σύστασιν εἴη, πᾶν ἑλκοῖ μέχρι τῆς ὑποκειμένης
9. σαρκὸς τὸ δέρμα, καὶ καλεῖ τούτους Ἱπποκράτης ἕρπητας
10. ἐσθιομένους. εἰ δὲ λεπτοτέρα εἴη, τὸ ἐπιπολῆς μόνον ὥσπερ
11. ἐπικαίει καὶ τοῦτο τὸ εἶδος ἀπηνέγκατο τὴν τοῦ γένους
12. προσηγορίαν, ἁπλῶς τε καὶ χωρὶς προσθήκης ἕρπης ὀνομασθέν.
13. τῶν γὰρ ἄλλων δυοῖν εἰδῶν τὸ μὲν ἤδη προειρημένον
14. ἐσθιόμενος ἕρπης ὀνομάζεται, θάτερον δὲ τὸ λοιπὸν κεγχρίας,
15. ὅτι καὶ τούτῳ συμβέβηκε, φλυκταίνας μικρὰς καὶ πολλὰς ἐπιπολῆς
16. τοῦ δέρματος ἐπεγείρειν, κέγχροις ἐοικυίας. γίνεται δ’
17. ὁ τοιοῦτος ἕρπης ὑπὸ χολῆς μὲν καὶ αὐτὸς, ἀλλ’ ἧττον δριμείας
18. καὶ θερμῆς ἢ οἱ πρόσθεν. εἰ δ’ ἐξ αἵματος καὶ ξανθῆς
1. χολῆς θερμοτέρων τοῦ δέοντος μικτὸν εἴη τὸ ῥεῦμα, ἢ ἐξ
2. αἵματος μὲν, ζέοντος δὲ καὶ λεπτοτάτου τὴν σύστασιν, ἐρυσίπελας
3. τὸ πάθος καλεῖται, θερμότερον πολλῷ τῆς φλεγμονῆς
4. τοῦτο καὶ ξανθότερον ἰδέσθαι. καὶ εἰ ἅψαιο, ῥᾳδίως ὑποτρέχει
5. τὸ αἷμα καὶ αὖθις ἐπιῤῥεῖ, λεπτὸν ἀκριβῶς καὶ ἐρυθρὸν
6. φαινόμενον, οὐ μὴν οὐδ’ ὀδυνᾶται ὁμοίως τῇ φλεγμονῇ
7. τοῦτο. καὶ κατ’ οὐδὲν δὲ τῶν τῆς φλεγμονῆς εἰδῶν οὔτε
8. σφυγμὸν οὔτε θλῖψιν οὔτε τάσιν ὁμοίαν ἐπιφέρει, ἀλλ’
9. ἔσθ’ ὅτε καὶ πάνυ μετρίως ἐνοχλεῖ καὶ μάλισθ’ ὅταν κατὰ
10. μόνου τοῦ δέρματος ἐκχυθῇ, μηδὲν ἀδικοῦν τὴν ὑποκειμένην
11. σάρκα· καὶ μὲν δὴ καὶ γίνεται τοιοῦτον ὡς τὰ πολλὰ καὶ
12. τοῦτό ἐστι τὸ ἀκριβὲς ἐρυσίπελας. ὡς τό γε καὶ τῆς ὑποκειμένης
13. ἁπτόμενον σαρκὸς οὔτ’ ἐξ ἀκριβῶς λεπτοῦ γίνεται τοῦ
14. ῥεύματος οὔτ’ ἐρυσίπελάς ἐστι μόνον, ἀλλ’ ἤδη μικτὴ διάθεσις
15. ἐξ ἐρυσιπέλατός τε καὶ φλεγμονῆς, ἐπικρατεῖ δ’ ἐν
16. αὐτῇ ποτὲ μὲν τὰ τοῦ ἐρυσιπέλατος ἴδια συμπτώματα, καὶ
17. καλεῖται τὸ τοιοῦτον πάθος ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐρυσίπελας
18. φλεγμονῶδες· ποτὲ δὲ τὰ τῆς φλεγμονῆς, καὶ ὀνομάζουσιν
19. αὐτὸ τηνικαῦτα φλεγμονὴν ἐρυσιπελατώδη. εἰ δὲ τὰ μηδετέρου 
1. ἐπικρατοίη σαφῶς, ἀλλ’ ἶσα φαίνοιτο, φλεγμονὴ
2. καὶ ἐρυσίπελας μεμίχθαι λέγεται. τὸ μὲν οὖν ἀκριβὲς ἐρυσίπελας
3. αὐτοῦ τοῦ δέρματος μόνου πάθος ἐστίν. οὐ μὴν ἥ γε
4. φλεγμονὴ μόνων τῶν ὑποκειμένων τῷ δέρματι μορίων, ἀλλὰ
5. μάλιστα μὲν τούτων, ἐνίοτε δὲ καὶ τοῦ δέρματος. καὶ ἔστιν
6. αὐτὴ τἄλλα μὲν ὀδυνηρὰ τῆς ἑτέρας οὐδὲν ἧττον, ἄπεστι δ’
7. αὐτῆς ὁ σφυγμός. ὅταν δὲ τὸ ἐπιῤῥέον αἷμα θερμὸν ἱκανῶς
8. ᾖ καὶ παχὺ, καθ’ ὅτι ἂν μόριον ἀθρόον ἐπιῤῥυῇ, τοῦτο καῦσαν
9. ἕλκος ἐσχάραν ἔχον εἰργάσατο. τὸ πέριξ δ’ αὐτοῦ πᾶν εἰς
10. φλεγμονὴν ἐξαίρει, ζέουσάν τε καὶ δεινῶς ἐπώδυνον. ὀνομάζεται
11. δὲ τὸ τοιοῦτον πάθος ἄνθραξ. ὅταν δὲ τὸ ἐπιῤῥέον
12. αἷμα μέλαν ᾖ καὶ παχὺ καὶ ἰλυῶδες καὶ ζέον, οἷόν περ τὸ
13. προειρημένον, ἅμα δὲ καὶ ἰχῶράς τινας λεπτοὺς μεμιγμένους
14. ἔχῃ, φλυκταίνας ἐπιπολῆς τοῦ δέρματος ἀνίστησιν, ὁμοίας ταῖς
15. ἀπὸ πυρὸς ὧν ἐκρηγνυμένων τὸ ἐσχαρῶδες ὑπ’ αὐταῖς ἕλκος
16. εὑρίσκεται· καὶ ἔστιν ἄνθραξ ἤδη καὶ τοῦτο. τὰ μὲν οὖν τῆς
17. φλεγμονῆς εἴδη τοσαῦτα κατά γε τὴν φύσιν αὐτὴν τοῦ πάθους
18. διαιρούμενα. πολλὰ δ’ ἂν ἴσως δόξειέ τις παραλελεῖφθαι
1. τῷ πλήθει τῶν ὀνομάτων ἐξαπατώμενος, οἷον βουβῶνάς τε
2. καὶ φύματα καὶ φύγεθλα καὶ ὀφθαλμίας καὶ περιπνευμονίας
3. καὶ πλευρίτιδας καὶ ἄλλα πολλὰ τῶν ὁμοίως ὀνομαζομένων.
4. ἅπαντα γὰρ ταῦτα φλεγμοναὶ μέν τινές εἰσιν, ἐν οἷς πρόσθεν
5. εἶπον εἴδεσι περιεχόμεναι, διαφόρου δ’ αὐτῶν ἕκαστον ἔτυχε
6. προσηγορίας, τῶν πρώτως θεμένων αὐτὰς σύνθετον νόησιν
7. αὐτοῦ τε τοῦ πάθους καὶ τοῦ δεδεγμένου ἅμα μέρους αὐτὸ,
8. δι’ ἑνὸς ἑρμηνεῦσαι βουληθέντων ὀνόματος. ἔστι γὰρ ὁ μὲν
9. βουβὼν καὶ τὸ φῦμα καὶ τὸ φύγεθλον ἀδένων παθήματα.
10. βουβὼν μὲν ἡ φλεγμονή· φῦμα δὲ τὸ ταχέως αὐξόμενον καὶ
11. πρὸς ἐκπύησιν ἐπειγόμενον· φύγεθλον δὲ τὸ λεγόμενον φλεγμονῶδες
12. ἐρυσίπελας ἢ ἐρυσιπελατώδης φλεγμονή. οὕτω δὲ
13. καὶ ὀφθαλμία μὲν ἡ τοῦ πεφυκότος ὑμένος τῷ κερατοειδεῖ
14. φλεγμονή· πλευρῖτις δ’ ἡ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος·
15. συνάγχη δὲ φάρυγγος· ἡ περιπνευμονία δὲ τοῦ πνεύμονος·
16. ἑκάστου τε τῶν ἄλλων ἀνάλογον. τὰς μὲν οὖν ἐν τοῖς
17. φαινομένοις μέρεσι τοῦ σώματος φλεγμονὰς ἕτοιμον γνωρίζειν·
18. τὰς δ’ ἐν τοῖς ἀφανέσιν, αἳ καὶ τοὺς πυρετοὺς ἐπιφέρουσι
1. πάντως, οὐκέθ’ ὁμοίως· ἀλλ’ ἐμοὶ μὲν δοκεῖ γνώμης
2. τε πάνυ λεπτῆς ἡ τοιαύτη δεῖσθαι διάγνωσις, ἐμπειρίας τε τῆς
3. φύσεως τῶν μορίων, ἣν ἐξ ἀνατομῆς τε ἅμα καὶ ἀκριβοῦς
4. ἐπιστήμης ἐνεργειῶν τε καὶ χρειῶν ποριζόμεθα· περὶ μὲν δὴ
5. τούτων ἐν ἑτέραις εἴρηται πραγματείαις. νῦν δ’ οὐκέτ’
6. ἐγχωρεῖ, προστιθέναι τὸν περὶ τούτων λόγον, ἐξαίφνης σοι
7. προσπεσούσης ἀναγκαίας ἀποδημίας. ὅπως δ’ ἄν τις τὰς ἐν
8. τοῖς φαινομένοις μορίοις συνισταμένας φλεγμονὰς κάλλιστα
9. ἰῷτο, τοῦτό σοι πρῶτον δίειμι τὴν ἀρχὴν ἀπὸ τοῦ πολλάκις
10. τε γιγνομένου πάθους καὶ δι’ αὐτὸ τοῦτο ὅλου τοῦ γένους
11. τὴν προσηγορίαν ἀπενεγκαμένου ποιησάμενος. ἐφ’ οὗ τοῦτο
12. πρῶτον ἁπάντων φημὶ χρῆναι σκοπεῖν, ὅπερ κᾀν τοῖς ἄλλοις
13. ἅπασι μεγίστην ἔχει δύναμιν, ἐξευρεῖν τὴν πρόφασιν τοῦ
14. νοσήματος.

Cliquer un n° de page pour en afficher l’image