Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 2.10, ed. Kühn, 1826, vol. 11, p. 125-135. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.10

1. Ὅταν δ’ ἐπὶ πλέον ἀκόλλητον ᾖ τὸ
2. δέρμα τοῖς ὑποκειμένοις σώμασι, κόλπον ὀνομάζουσι τὸ τοιοῦτον
3. πάθος· ἐφεξῆς δ’ ἀναμνήσω σε καὶ τῆς τούτου θεραπείας,
4. ἣν ἐθεάσω με πολλάκις ἐπὶ πολλῶν ποιησάμενον.
5. οὔσης οὖν τοιαύτης διαθέσεως, βέλτιον μὲν αὐλίσκον εὐθύτρητον
6. ἢ ἐκ χαλκοῦ πεποιημένον ἢ ἐκ κέρατος ἡτοιμάσθαι
7. σοι· μὴ παρόντος δ’ ἐκείνου, τῶν καλουμένων πυουλκῶν ὅστις
8. ἂν εὐρύτατον ἔχοι τρῆμα· καὶ τό γε διὰ χάρτου κεκαυμένου
9. συντιθέμενον ἡμέτερον φάρμακον, οἶδάς με πολλάκις ὀλίγον
10. πολλῷ ῥοδίνῳ μιγνύντα, καὶ διὰ τοῦ τοιούτου πυουλκοῦ τοῖς
11. κόλποις ἐνιέντα· κᾄπειτα μοτῷ τιλτῷ μύοντα τὸ στόμιον. ὅσα
12. δ’ ἐμπλαστὰ φάρμακα τήκοντες ῥοδίνῳ τοῖς τοιούτοις ἐνίεμεν,
13. οὐ διεξέρχεται τὸν πυουλκόν· ἀλλ’ ἐπὶ τούτων κύστιν
14. προσήκει λαβόντα χοιρείαν, προστιθέναι τὸν εὐθύτρητον
15. αὐλίσκον. εἶναι δὲ χρὴ τὰ τηκόμενα φάρμακα δριμύτερα τῶν
16. ἐμμότων ὀνομαζομένων· ὁποῖα ταῦτ’ ἐστὶ τὰ συνήθη πᾶσι,
17. χλωρὰ τῇ χροιᾷ. προσήκει μὲν γὰρ αὐτὰ τοῦ ῥοδίνου κατὰ
18. τὴν τῆξιν οὐκ ὀλίγον ἔχειν, ὥστ’ ἐνίεσθαι τῷ κόλπῳ δύνασθαι.
19. καταλύεται δὲ τῶν ἐμμότων ἡ δύναμις ἐν ταῖς τοιαύταις 
1. μίξεσιν. ὅσα τοίνυν ἐμπλαστὰ φάρμακα τελέως ὄντα,
2. καθάπερ τό τε τοῦ Μαχαιρίωνος καὶ τὸ τοῦ Ἐπιγόνου καὶ τὸ
3. προσαγορευόμενον Ἴσις εἰς τὴν τῶν ἐμμότων χρῆσιν ἀγόμενα
4. κηρωτῆς μιγνυμένης δεῖται, ταῦτα γὰρ ἐπιτήδεια τοῖς
5. κόλποις ἐστί. δι’ ὃ γὰρ αὐτοῖς ἡ κηρωτὴ μίγνυται, διὰ τοῦτο
6. καὶ νῦν ἐστιν ἐπιτηδεία. μίγνυται δὲ διότι δακνώδη ταῖς δυνάμεσίν
7. ἐστιν, εἰ τακείη μόνα αὐτὰ καθ’ αὑτὰ μὴ μιχθείσης
8. αὐτοῖς τῆς κηρωτῆς. ἀλλ’ ὅταν γε τὸ μὲν ἔλαιον ᾖ ῥόδινον
9. πολὺ, τὸ δ’ ἐν αὐτῷ τηκόμενον φάρμακον ὀλίγον οὐκ ἔτι
10. μένει δριμέα. συμμέτρως δ’ ὑποσαρκωθέντος τοῦ κόλπου,
11. τῶν κολλητικῶν τι φαρμάκων ἐπιθήσεις, ὡς εἰ καὶ πρόσφατον
12. ἔναιμον ἐθεράπευες τραῦμα. πολλὰ δὲ τοιαῦτά ἐστι· τὰ
13. μὲν δι’ ἀσφάλτου σκευαζόμενα, καὶ καλοῦσιν οὐκ οἶδ’ ὅπως
14. αὐτὰ βαρβάρους ἐμπλάστρους· ἕτερα δὲ φάρμακα κιῤῥὰ ἢ
15. φαιὰ τὰ διὰ λιθαργύρου τε καὶ ἰοῦ μέχρι πλείονος ἑψηθέντα.
16. γίνεται γὰρ οὗτος ὁ ἰὸς κίῤῥος, ὁ δ’ ἐπ’ ὀλίγον ἑψηθεὶς τὰς
17. μηλίνας ὀνομαζομένας ἐμπλάστρους ἐργάζεται. γιγνώσκεις δ’
1. ὅτι πάντα τὰ μεταλλικὰ φάρμακα λεπτομερέστερά τε καὶ
2. ξηραντικώτερα γίνεται μέχρι πλείονος ἑψόμενα. τοῖς γε μὴν ἐν
3. τῷ παραυτίκα κιῤῥοῖς φαρμάκοις ἀποτεθεῖσιν ἐπίπαγός τις
4. ἔξωθεν ἐπιπήγνυται φαιὸς, ὑφ’ ᾧ τὸ βάθος τοῦ φαρμάκου
5. κιῤῥότερον ἢ ἐξ ἀρχῆς φαίνεται. καὶ διὰ τοῦτο τινὲς μὲν διχρώμους
6. ὀνομάζουσι τὰς τοιαύτας ἐμπλάστρους, τινὲς δὲ
7. διπροσώπους. ὅσῳ δ’ ἂν ὦσι λεπτομερέστεραί τε καὶ ξηραντικώτεραι,
8. τοσούτῳ μᾶλλον ἐνεργήσουσιν ἐπὶ τὸν κόλπον. εἰς
9. βάθος γὰρ αὐτῶν χρὴ διϊκνεῖσθαι τὴν δύναμιν, εἰ τοῦ προκειμένου
10. σκοποῦ τυγχάνειν μέλλοιεν. αἱ δὲ τὰ πρόσφατα καὶ
11. ἔναιμα τραύματα κολλῶσαι, κᾂν ἧττον τούτων ξηραίνωσι,
12. κολλῶσι τὰ χείλη τῶν τραυμάτων. ἐὰν μὲν γὰρ εἴη βραχέα τε
13. καὶ ἀβαθῆ, δι’ αὐτὸ τοῦτο ῥᾷόν τε καὶ θᾶττον ἀνύουσι τὸ
14. δέον, ἐὰν δὲ εἰς βάθος διήκῃ τὸ τραῦμα τὸ πρόσφατον, καὶ
15. ῥαφαῖς καὶ ἀγκτῆρσιν εἰώθαμεν αὐτὰ συνάγειν. οἱ μὲν οὖν
16. κόλποι πάντες οὐχ ἁπλαῖ διαιρέσεις εἰσὶν, ἀλλ’ ἀναδέδαρται
17. συχνὸν ἐν αὐτοῖς ἄλλοτε κατ’ ἄλλο μέρος, ὅπερ οὐδ’
18. αὐτὸ χρὴ λανθάνειν σε. πρὸς μὲν γὰρ τὴν ἄνω χώραν ἀνατεταμένου
1. τοῦ κόλπου, ῥᾳδίως ἐκρεῖ διὰ τοῦ στόματος ὁ ἰχώρ.
2. κατάντους δ’ ὄντος αὐτοῦ, μένων ἔνδον ἀναβιβρώσκει τι τῶν
3. συνεχῶν. ἐπὶ μὲν δὴ τῶν τοιούτων κόλπων, εἰ μὴ πρότερον
4. εἰς ὑπόῤῥυσίν τινα ποιήσῃς τομὴν, οὐδὲν ἀνύσεις οὔτ’ ἐν τῷ
5. σαρκοῦν αὐτοὺς οὔτ’ ἐν τῷ κολλᾷν. ἐπὶ δὲ τῶν ἄλλων οὐ
6. δεήσει διαιρέσεως, ἐάν γε μόνον φυλάττῃς τὸ προσῆκον σχῆμα
7. τῷ πεπονθότι μορίῳ, δι’ ὃ σχῆμα δυνήσῃ ποτὲ καὶ τὸν ἀνάῤῥοπον
8. κόλπον ἐργάσασθαι κατάῤῥοπον καὶ τὸν κατάῤῥοπον
9. ἀνάῤῥοπον. εἶδες γοῦν ἐμέ ποτε τὸν ἐν τῶ πήχει κόλπον, οὗ
10. τὸ στόμιον ἦν ἐγγὺς τοῦ ἀγκῶνος, ἀναῤῥόπῳ σχήματι θεραπεύσαντα,
11. χωρὶς ἀντιδιαιρέσεως. καὶ κατὰ μηρὸν δὲ ὁμοίως
12. τοῦ καταῤῥόπου κόλπου, πρὸς μὲν τῷ γόνατι τὸ πέρας ἔχοντος,
13. ὑψηλὸν δὲ τὸ στόμα τῆς μέσης κατὰ τὸν μηρὸν χώρας
14. ἀνωτέρω, χωρὶς ἀντιδιαιρέσεως ἐθεάσω τὴν θεραπείαν γενομένην,
15. ὑποτιθέντος μου κατὰ τὴν ἰγνύαν ὑπαυχένιον μαλακὸν
16. ὡς ταπεινοτέραν ἔχειν τὴν θέσιν τὸν βουβῶνα τοῦ γόνατος.
17. ἤρκεσε δὲ καὶ ἐπὶ τούτου τοῦ κόλπου καὶ ἑτέρων μειζόνων
18. μελίκρατον μόνον ἐνεθὲν, ἐπιτήδειον εἰς κόλλησιν παρασχεῖν
1. ἅπαν τὸ βάθος αὐτοῦ. τινὲς μὲν δὴ κονίαν στακτὴν προσενίασιν,
2. ἐξελέγχοντες ἑαυτοὺς ἐφ’ οἷς ἐνίεσαν ἔμπροσθεν φαρμάκοις
3. ὑποσαρκοῦντες τὸν κόλπον. οὐ γὰρ οἷόν τε σάρκα νεωτέραν
4. ἐπιτραφῆναι τῇ πρότερον οὔσῃ ῥύπου περικειμένου. πῶς
5. οὖν αὐτάρκως σεσαρκωμένου τοῦ κόλπου τὸ κολλητικὸν ἐπιφέρουσι
6. φάρμακον, εἴπερ ὡς ἱκανῶς ὄντα ῥυπαρὸν ἐπιχειροῦσι
7. διαῤῥύπτειν τῇ κονίᾳ τῆς καθαρᾶς σαρκὸς, οὐδὲ τὸ δριμὺ
8. μελίκρατον φερούσης; ἐπὶ ταύτης μὲν οὖν ἀρκεῖ τὸ τοιοῦτον
9. ἐνιέμενον, ὡς ἂν καὶ πίνοι τις ἡδέως αὐτό. καὶ μετά γε τὸ
10. μελίκρατον ἐφεξῆς εἴωθα, πρὶν ἐπιθεῖναι τὸ κολλητικὸν φάρμακον,
11. ἐκκλύζειν τὸν κόλπον ποτὲ μὲν οἴνῳ μόνῳ, ποτὲ δὲ
12. οἰνομέλιτι. πρὸς μὲν γὰρ τὸ περιῤῥῦψαί τε καὶ ἀποκαθῆραι
13. τοὺς περὶ αὐτὸν ἰχῶρας ἄμεινον τὸ μελίκρατον· εἰς δὲ τὴν
14. μέλλουσαν κόλλησιν ὁ οἶνος. ἔστω δὲ μέσος γλυκύτητός τε καὶ
15. στύψεως. καὶ μέντοι καὶ μετὰ τὴν ἐπίθεσιν τοῦ κολλήσοντος
16. φαρμάκου σπόγγος καινὸς ἐξ οἰνομέλιτος μόνος περιβαλλέσθω
17. μαλακὸς ὡς ἔνι μάλιστα· καὶ ἡ ἐπίδεσις ἀπὸ μὲν τοῦ πυθμένος
18. ἀρχέσθω τοῦ κόλπου, τελευτάτω δὲ ἐπὶ τὸ στόμιον. αἱ δὲ
1. περιβολαὶ τῶν ὀθονίων σφιγγέτωσαν μὲν ἀνωδύνως τὸν
2. πυθμένα τοῦ κόλπου, κατὰ βραχὺ δ’ ἐκλυέσθω ἄχρι τοῦ
3. στομίου· καὶ τοῦτο δ’ αὐτὸ χαλαρὰν ἐπίδεσιν ἐχέτω τοῦ φαρμάκου,
4. τῆς περιβαλλομένης ἔξωθεν ἐμπλάστρου τῷ κόλπῳ
5. διεψαλισμένης κατὰ τὸ τοῦ κόλπου στόμιον, ὡς ἐκρεῖν δύνασθαι
6. εἴ τις ἰχώρ. ἐκκρίνοιτο δὲ διὰ τοῦ κόλπου, μικροῦ τινος
7. ἄλλου κατ’ αὐτοῦ ἐπιτιθεμένου ἐμπλάστρου μέχρι τῆς ἐπιλύσεως,
8. ἣν διὰ τρίτης ποιησάμενος ἀφαιρήσεις αὐτὸ τοῦτο τὸ
9. οἷον ἐπίθεμα περικείμενον, ἐάσας τὸ καθόλου τοῦ κόλπου
10. περιβεβλημένον φάρμακον. ἔστω δέ σοι διάγνωσις, εἰ κεκόλληται
11. τὸ βάθος τοῦ κόλπου καλῶς, ἐκ τοῦ ῥέοντος ἰχῶρος, εἰ
12. πολὺς ἢ ὀλίγος ἐστὶν ἢ πεπεμμένος ἢ ἄπεπτος· ἔτι δὲ καὶ κατ’
13. αὐτὸν τὸν κόλπον, εἰ μήτ’ ὀδύνη τις αἰσθητικὴ μήτ’ ὄγκος·
14. ἀλλὰ προσέσταλται τὸ χωρίον ἅπαν καὶ ξηρὸν καὶ ἀνώδυνόν
15. ἐστιν. ἐὰν δὲ καὶ πῦον εὔπεπτον ἐπὶ τοῦ στόματος ἴδῃς ὀλίγον,
16. ἔτι μᾶλλον τὰς ἐλπίδας ἀγαθὰς ἕξεις περὶ τοῦ κεκολλῆσθαι
17. τὸν κόλπον. ἐπιθείς τε τὸν σπόγγον αὖθις, ἐπιδήσας
18. τε πάλιν, ὡς εἴρηται, λῦε κατὰ τὴν ὑστεραίαν ἢ διὰ τρίτης
19. ὑπαλλάττων ἀεὶ τὸ κατὰ τοῦ κόλπου στομίου ἐπικείμενον 
1. ὀθόνιον ἐκ τῆς αὐτῆς ἐμπλάστρου κεχρισμένον, ὃ περιλήψεται
2. σύμπαν ἐν κύκλῳ τὸ στόμιον· εἶναι δ’ αὐτὸ χρὴ μὴ πάνυ
3. προστετυπωμένον, ἀλλ’ ὥστε δύνασθαι τὸν ἰχῶρα τοῦ κόλπου
4. πάντα κενοῦσθαι δι’ αὐτοῦ. κατὰ μὲν οὖν τὴν πρώτην τε καὶ
5. δευτέραν ἡμέραν ἐὰν ἐκκρίνῃ ταύτης ἰχὼρ λεπτὸς ἐκ τοῦ κόλπου,
6. μὴ πάνυ τῆς κολλήσεως ἀπέλπιζε. πολλάκις γὰρ ἡ τοῦ
7. περιβαλλομένου φαρμάκου τῷ πεπονθότι μορίῳ δύναμις
8. ἐκθλίβει σφοδρῶς ἔκ τε τοῦ δέρματος αὐτοῦ καὶ τῆς ὑποκειμένης
9. σαρκὸς αὐτῷ ὑγρότητα λεπτὴν, ὅταν γε οὕτως ἔχῃ
10. διαθέσεως τὸ τοῦ θεραπευομένου σῶμα διὰ φυσικὴν κρᾶσιν
11. ἢ μοχθηρὰν δίαιταν. ἧς ἐκθλιβείσης συμμέτρως ξηρὰ γενόμενα
12. τὰ χωρία κολλᾶται. κατὰ δὲ τὴν τρίτην ἡμέραν ἢ τετάρτην
13. ἀπὸ τῆς ἀρχῆς, ἐὰν ἄπεπτος ἰχὼρ φαίνηται διὰ τοῦ στόματος,
14. γίνωσκε μὴ κεκολλῆσθαι τὸν κόλπον. ἔστω δὲ πρὸ πάντων καὶ
15. τὸ περιβαλλόμενον τῷ πεπονθότι μορίῳ φάρμακον ἰσχυρῶς
16. μὲν ξηραῖνον, οὔτε δὲ δάκνον οὔτε συντεῖνον· οἷόν ἐστι τὸ
17. ἡμέτερον κιῤῥὸν, ὃ χωρὶς κηροῦ σκευάζεται διὰ μεταλλικῶν
18. φαρμάκων ἡψημένων καὶ ἐλαίου κικίνου καὶ ὄξους. ἐναίμων
19. τε τραυμάτων κολλητικὸν ἀλύπως καὶ ξηραντικὸν κόλπων.
1. εἶδες δ’ αὐτῷ καὶ σύριγγα θεραπευθεῖσαν, ἐφ’ ἧς στενῆς τ’
2. οὔσης ὀπῆς καὶ μακρᾶς καὶ μηδέπω μοι φαινομένης ἔχειν ἔνδον
3. ἐν αὐτῇ τύλον, ἀλλὰ μόνον ῥύπον, ἐν ᾗ καὶ πρότερον ἔκλυσα
4. τὴν κονίαν, εἶτ’ ἐπισχὼν ἐν τῇ σύριγγι μεῖναι τοσοῦτον χρόνον,
5. ἐν ὅσῳ τὸν ῥύπον ἤλπισα τελέως ἐκπεσεῖν ἅπαντα, μετὰ
6. ταῦτ’ ἐπέθηκα τὸ φάρμακον. οὕτω δὲ καὶ τοὺς ὑπ’ αὐτῷ τῷ
7. δέρματι μόνῳ κόλπους σαρκώσεως μὲν οὐ δεομένους, ἀμαθῶς
8. δὲ θεραπευομένους ὑπό τινων, ἅμα τῷ παραλαβεῖν ἐκόλλησα
9. τῷ φαρμάκῳ τῷδε προεκκλύσας τῇ κονίᾳ, διὰ τὸ μηδενὶ τῶν
10. καθαιρόντων ἕλκους φαρμάκων χρῆσθαι τοὺς θεραπεύοντας.
11. ὅταν γε μὴν τῶν εἰς ἀπόστασιν ἀφικνουμένων ὄγκων ἡ τομὴ
12. γένηται βραδέως ἢ δι’ ἀμαθίαν τῶν θεραπευόντων ἢ διὰ δειλίαν
13. τῶν θεραπευομένων, οὐκ ἐπιτρεπόντων τεμεῖν, ἀλλὰ
14. περιμεινάντων ἐν χρόνῳ πλείονι διαβρωθῆναι τὸ δέρμα πρὸς
15. τοῦ πύου, συμβαίνει πολλάκις ἅπαν τὸ περὶ τῷ κατὰ τὴν
16. ἀπόστασιν ἀθροισθέντι πύῳ δέρμα λεπτὸν ἱκανῶς γενέσθαι,
17. καθάπερ τι ῥάκος· ὅθεν ἡγοῦμαι καὶ τοὔνομα αὐτῷ πρὸς
18. τῶν ἰατρῶν τεθεῖσθαι τὸ ῥακῶδες. ἔστιν οὖν τὰ τοιαῦτα
1. δέρματα δυσκόλλητα, καὶ μάλισθ’ ὅταν τις αὐτοῖς ἐπιβάλῃ
2. ξηρὸν κατὰ τὴν σύστασιν φάρμακον· ὑπὸ τούτων γὰρ ἔτι
3. μᾶλλον γίνεται ῥακῶδές τε καὶ ξηρὸν τὸ δέρμα, παραπλήσιον
4. ταῖς τριβακαῖς διφθέραις. ἔδοξεν οὖν μοι προσηκόντως ἄν
5. τις χρήσασθαι πρὸς τὴν κόλλησιν αὐτοῦ τῇ συστάσει μὲν ὑγρῷ
6. φαρμάκῳ, τῇ δυνάμει δὲ ξηρῷ. λέλεκται δ’ ἐν τοῖς περὶ φαρμάκων
7. ὅτι δυνάμει ξηρὰ φάρμακα καλεῖν ἔθος ἐστὶ τοῖς
8. ἰατροῖς ὅσα ξηραίνειν πέφυκε. κάλλιστον δὲ πάντων τῶν
9. ὑγρῶν μὲν τῇ συστάσει, ξηρῶν δὲ τῇ δυνάμει τὸ συντεθὲν ὑπ’
10. ἐμοῦ φάρμακόν ἐστι, τὸ διὰ λιθαργύρου καὶ στέατος χοιρείου
11. παλαιοῦ καὶ χαλκίτεως, ἐχόντων ἔλαιον παλαιότατον. ἄμεινον
12. δ’ ἐνεργοῦντος ἐπειράθην αὐτοῦ κατὰ τὰς τοιαύτας διαθέσεις,
13. ὅταν μὴ πάνυ τι σκληρὸν ᾖ μηδ’ ἀκριβῶς ἀμόλυντον.
14. ἀλλὰ κᾂν τοιοῦτον σκευασθῇ καὶ τῶν ἐναίμων μέν ἐστι τραυμάτων
15. κολλητικὸν καὶ πάντων δὲ τῶν ἑλκῶν ἐπουλωτικὸν,
16. ἀνιέμενόν τ’ ἐλαίῳ, κᾄπειτα μετ’ οἴνου μετρίως παλαιοῦ
17. φυρώμενον, εἶτ’ ἐπιτιθέμενον ἐν κύκλῳ ταῖς τοιαύταις διαθέσεσιν,
18. ἀλύπως αὐτὰς ἐκόλλησε πολλάκις. ἁρμόττει δ’, ὡς
1. εἴρηται, ἐπὶ τῶν ῥακωδῶν δερμάτων οὐχ ἥκιστα καὶ τὸ μέλι
2. μέχρι συστάσεως ἐμπλαστρώδους ἑψηθέν. ἔστι δ’ ἡ συμμετρία
3. τῆς ἑψήσεως αὐτοῦ δυσκατόρθωτος τῷ μὴ τεθεαμένῳ. χρὴ
4. γὰρ αὐτὸ μήθ’ οὕτω γενέσθαι σκληρὸν, ὡς δυσπρόπτωτον
5. εἶναι, μήθ’ οὕτως ὑγρὸν, ὡς περιῤῥεῖν. τὸ μὲν γὰρ σκληρὸν
6. εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖται ταῖς σκληραῖς ἐμπλάστροις,
7. τὸ δ’ ὑγρὸν, ὡσανεὶ ἐπικείμενον θερμῷ σώματι, περιῤῥεῖ
8. κύκλῳ καὶ ξηρὰν ἀπολείπει τὴν ὀθόνην, ἥτις οὐ μόνον οὐδὲν
9. ὀνίνησιν, ἀλλὰ καὶ πρὸς κακοῦ γίνεται τῷ κολληθησομένῳ
10. δέρματι. συμμέτρως γε μὴν ἑψηθὲν τὸ μέλι κάλλιστόν ἐστι
11. φάρμακον ἐπὶ τῶν τοιούτων κόλπων. ἐπεὶ δ’ ἡ συμμετρία
12. τῆς ἑψήσεως αὐτοῦ δυστέκμαρτός ἐστιν, ἄμεινον ἔδοξέ
13. μοι καταπάττειν αὐτῷ χνοώδη σμύρναν ἢ ἀλόην ἢ λιβανωτὸν
14. ἤ τινα τούτων ἢ πάντα ὁμοῦ· καὶ μάλισθ’ ὅταν ἐπὶ τῆς
15. ὀθόνης ἐγχρισθὲν ὑγρότερον φαίνηται. καταπάττειν δὲ αὐτὰ
16. διὰ κοσκίνου, μετεώρου κρατουμένου κατὰ τοῦ μέλιτος. ἀρκεῖ
17. δ’ ἅπαξ ἢ δὶς κροῦσαι αὐτὸ πρὸς τὴν συμμετρίαν τῆς διεκπτώσεως.
18. ἐνίοτε δὲ καὶ κατ’ αὐτὴν τὴν ἕψησιν ἐμπάττω τι
1. τῷ μέλιτι τῶν εἰρημένων φαρμάκων, καὶ μάλισθ’ ὅταν ὁ κόλπος
2. ᾖ μείζων τε καὶ βαθύτερος. ἐπειράθην δὲ καὶ τοῦ λεπτοῦ
3. κενταυρίου, θαυμαστοῦ φαρμάκου πρὸς τὴν τοιαύτην χρείαν·
4. ἐφεξῆς δ’ αὐτῷ σύμφυτον ἐπιτήδειόν ἐστι καὶ μετ’ αὐτὸ τῆς
5. Ἰλλυρίδος ἴρεως ἡ ῥίζα, μεθ’ ἣν καὶ τὸ τῶν ὀρόβων ἄλευρον.
6. εὔδηλον ὅτι κεκόφθαι τε καὶ διηθῆσθαι λεπτῷ κοσκίνῳ καὶ
7. μετὰ ταῦτά γε λελειῶσθαι τὰ τοιαῦτα πάντα προσήκει. μιγνύσθω
8. δὲ τῷ μέλιτι κατ’ ἐκεῖνον τὸν καιρὸν, ἡνίκ’ ἂν ἀπὸ τοῦ
9. πυρὸς ἐξαίρεσθαι μέλλῃ, τοσοῦτον ἡμῶν ἐπιδιατριψάντων, ὡς
10. ἑνωθῆναι καλῶς αὐτὰ τῷ προηψημένῳ μέλιτι. κάλλιον δὲ καὶ
11. καθαιροῦντα τὴν κακάβην ἀπὸ τοῦ πυρὸς, ἐμπάττειν ἅπαντα
12. τὰ τοιαῦτα, κᾄπειτα κινεῖν ἐπιμελῶς ἄχρις ἂν οὕτω γένηται
13. τὸ μέλι χλιαρὸν, ὡς ἐπιτιθέναι δύνασθαι τῷ θεραπευσομένῳ
14. σώματι.

Cliquer un n° de page pour en afficher l’image