Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 2.11, ed. Kühn, 1826, vol. 11, p. 135-139. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.11

15. Ἐφεξῆς δ’ ἂν εἴη τοῖς εἰρημένοις εἰπεῖν σοί
16. τι καὶ περὶ τῶν γαγγραινουμένων φλεγμονῶν. ὀνομάζουσι δ’,
17. ὡς οἶσθα, γαγγραίνας τὰς διὰ μέγεθος φλεγμονῆς νεκρώσεις
18. οὐκ ἤδη γεγενημένας, ἀλλὰ γινομένας ἔτι. τελέως μὲν γὰρ 
1. νεκρωθὲν μόριον ὡς νυττόμενον ἢ τεμνόμενον ἢ καιόμενον
2. ἀναίσθητον ὑπάρχειν ὧν πάσχει, τάχιστα χρὴ περικόπτειν
3. καθ’ ὃ ψαύει τοῦ πλησιάζοντος ὑγιοῦς. ἀλλὰ τὸ μὲν οὕτω
4. διατεθὲν μέλαν γίνεται, τὸ δ’ ἐν τῷ μεταξὺ καθεστηκὸς,
5. ὡς ὁδοιπορεῖν ἐπὶ τὴν νέκρωσιν, γάγγραινα ὀνομάζεται.
6. θεραπεία δ’ αὐτῆς γίνεται κενωσάντων ἡμῶν ὅσον οἷόν τε
7. πλεῖστον τοῦ κατὰ τὸ πάσχον μόριον αἵματος ἐσφηνωμένου,
8. δι’ ὃ καὶ ἡ νέκρωσις γίνεται, μὴ δυναμένων τῶν ἀρτηριῶν
9. ὑπὸ στενοχωρίας διαστέλλεσθαι, τῷ δ’ ὑπολοίπῳ διαπνοὰς
10. παρασχόντων. ἢ τοίνυν ὅλον τὸ δέρμα πολλαῖς βαθείαις
11. τομαῖς διαιρεῖν χρὴ, τέμνοντας ἅμα αὐτῷ τὴν ὑποκειμένην
12. οὐσίαν ἢ πολλαῖς ἀμυχαῖς βαθείαις ἀποσχάζειν, ἐάσαντα
13. δ’ ἀποῤῥυῆναι τὸ αἷμα τῶν φαρμάκων ἐπιτιθέναι τι τῶν
14. πρὸς τὰ σηπόμενα χρησίμων. ἔστι δὲ τοιαῦτα δι’ ὀξυμέλιτος
15. καὶ ἀλεύρου ὀρόβων ἢ αἰρῶν, ἢ εἰ μὴ ταῦτα παρείη,
16. τὸ τῶν κυάμων· αὐτό τε μόνον τὸ ὀξύμελι. σφοδροτέρῳ
17. δὲ αὐτῷ χρῆσθαι βουλόμενος, ἁλῶν ἐπεμβάλλειν ἢ τῶν
18. κυκλίσκων τινὰ λειοῦν ἀκριβῶς, οἷος ὁ Ἀνδρώνιός ἐστι καὶ
1. ὁ Πολυείδου καὶ ὁ Πασίωνος. ἀλλὰ καὶ τὸ τοῦ Μούσα
2. φάρμακον ἐπιτηδειότατόν ἐστιν εἰς ταῦτα, ὃ κατὰ τὸν
3. Ἥρα γέγραπται τόμον. χρῶ δὲ τούτοις καὶ οἷς προείρηκα,
4. προσέχων τὸν νοῦν τῷ σώματι τοῦ κάμνοντος. ἀγροίκου
5. μὲν γὰρ ὄντος αὐτοῦ καὶ σκληροῦ φύσει, τῶν ἰσχυροτάτων
6. δεῖται φαρμάκων τὸ σῶμα· γυναίου δὲ ἁπαλοσάρκου,
7. τῶν ἀσθενεστέρων. οὕτω δὲ καὶ τῶν ἀνδρῶν ὅσοι λευκοί
8. τε καὶ ἁπαλόσαρκοι καὶ φιλόλουτροι καὶ ἀγύμναστοι
9. μαλακῶν δέονται φαρμάκων. δῆλον δ’ ὅτι καὶ τὰ παιδία.
10. κᾂν ἐκτέμοις δέ ποτε τὸ σεσηπὸς καὶ νενεκρωμένον μέρος
11. ἀσφαλείας ἕνεκα, τοῖς εἰρημένοις ἄρτι χρῶ φαρμάκοις, ἀποβλέπων
12. εἰς τὰς τῶν νοσημάτων φύσεις, ἅμα τῷ καὶ
13. τὴν αὐτοῦ τοῦ πεπονθότος μορίου φύσιν ἐπισκοπεῖν· τινὰ
14. γὰρ τάχιστα σήπεται καὶ βέλτιον ἀσφαλείας ἕνεκα, ὅταν
15. ἐκτέμῃς ἢ περιτέμῃς τὸ σεσηπὸς, τὴν οἷον ῥίζαν αὐτοῦ
16. συνημμένην τοῖς ἀπαθέσι καίειν, ὡς ἐπὶ τῶν αἰδοίων εἰώθαμεν
17. ἐργάζεσθαι πολλάκις, ἐνίοτε μὲν αὐτοῖς τοῖς πεπονθόσι
18. μορίοις τὰ καυτήρια προσφέροντες, ἐνίοτε δὲ καὶ
1. προϋποβάλλοντες μότον. μετά γε μὴν τὴν καῦσιν εἰώθαμεν,
2. ὡς οἶσθα, χυλῷ πράσου χρῆσθαι, μὴ παρόντος δὲ
3. τούτου, τοῖς προειρημένοις ὀλίγον ἔμπροσθεν. ὅταν δὲ
4. φαίνηταί σοι τούτων γιγνομένων πεπαῦσθαι τὸ σηπόμενον,
5. ὅπως ἀποπέσῃ θᾶττον ἡ ἐσχάρα, τῷ κεφαλικῷ καλουμένῳ
6. φαρμάκῳ μετὰ μέλιτος χρῶ. κάλλιον καὶ καταπλάττειν
7. ἔξωθεν ἢ δι’ ὑδρελαίου τὸν ἄρτον ἕψοντας ἢ κρίθινον
8. ἄλευρον οὕτω σκευάζοντας, ἢ μετὰ αὐτοῦ μῖξαι
9. πύρινον. καὶ μὴν καὶ τὸ τετραφάρμακον ὀνομαζόμενον,
10. ἔτι τε τὸ μακεδονικὸν, ἐπιτήδεια πρὸς τὰς διαπυήσεις τε
11. καὶ ἀποπτώσεις τῶν ἐσχαρῶν, ὁμοίως δὲ καὶ πάντα ὅσα
12. διαπυΐσκει. καὶ ἄρτος δὲ μετὰ σελίνου λειωθεὶς ἢ ὠκίμου
13. περιῤῥήσσει καὶ χωρίζει τὰς ἐσχάρας ἀπὸ τῶν ὑγιεινῶν.
14. τῶν δ’ ἁπλῶν φαρμάκων μετὰ μέλιτος ἴρις ἢ ῥίζα πάνακος
15. ἢ ἀριστολοχίας ἢ ἀκόρου. ἐπὶ δὲ τῶν μαλακῶν σωμάτων
16. ἀρκεῖ καὶ τὸ τῶν ὀρόβων ἄλευρον μετὰ μέλιτος ἢ
17. λιβανωτοῦ. ὁμοίως δὲ ἀφαιρεῖ τὰς ἐσχάρας καὶ τὸ τοῦ Μαχαιρίωνος
18. φάρμακον καὶ ἡ Ἴσις ἔμμοτα μετὰ μέλιτος. ὅταν
1. δὲ ἐκπέσωσιν αἱ ἐσχάραι, καὶ διὰ τῶν ἐπιτυχόντων φαρμάκων
2. σαρκοῦνται τὰ τοιαῦτα τῶν ἑλκῶν.

Cliquer un n° de page pour en afficher l’image