Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 2.12, ed. Kühn, 1826, vol. 11, p. 139-144. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.12

3. Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται μετρίως,
4. περὶ τῶν καρκινωδῶν ἑξῆς ἂν εἴη ὄγκων εἰπεῖν, γινομένων
5. ἐν ἅπασι τοῖς μορίοις, μάλιστα δὲ τοῖς τιτθοῖς τῶν γυναικῶν,
6. ὅσαι μηκέτι καθαίρονται τὴν κατὰ φύσιν κάθαρσιν·
7. ἥτις ὅταν ὡς χρὴ γένηται, τελέως ἄνοσος ἡ γυνὴ διατελεῖ.
8. πάντες οὖν οἱ τοιοῦτοι παρὰ φύσιν ὄγκοι τὴν γένεσιν ἐκ
9. μελαγχολικοῦ περιττώματος ἴσχουσι, ὑπὲρ οὗ λέλεκται καὶ
10. ἐν τοῖς κατὰ φυσικῶν δυνάμεων ὑπομνήμασι, γεννᾶσθαι μὲν
11. ἡμῶν δειξάντων ἐν ἥπατι κατὰ τὴν ἐξαιμάτωσιν ἀνάλογον
12. τῇ κατὰ τὸν οἶνον τρυγὶ, καθαίρεσθαι δὲ διὰ τοῦ σπληνός.
13. ἐκ γὰρ τοῦ τοιούτου χυμοῦ τρέφεσθαι πέφυκεν. ὅταν οὖν ἡ
14. φυσικὴ κρᾶσις τοῦ ζώου τὸν χυμὸν τοῦτον ὀλίγον ᾖ γεννῶσα
15. καὶ ἡ δίαιτα συντελῇ καὶ ὁ σπλὴν ἀξιολόγως ἕλκῃ τὸ γεννώμενον
16. εἰς ἑαυτὸν, οὐδὲν ἀθροίζεται κατὰ τὰς φλέβας τοιούτων
17. περίττωμα. ὅταν δὲ τἀναντία ᾖ, ἀθροίζεται πολὺ κατὰ
1. τὰς φλέβας καὶ ἐργάζεται τὰ λεχθησόμενα νοσήματα. λέγω
2. δ’ ἐναντία τοῖς εἰρημένοις τὸ μὲν ἧπαρ εἰς γένεσιν ἐπιτήδειον
3. τοῦ τοιούτου περιττώματος, τὴν δίαιταν δὲ διὰ τῶν
4. τοιούτων ἐδεσμάτων γινομένην, ἃ πέφυκε γεννᾷν αἷμα παχὺ
5. καὶ ἰλυῶδες· ἀσθενέστερον δὲ τὸν σπλῆνα φύσει και ἀδυνατώτερον
6. ἕλκειν ἐφ’ ἑαυτὸν ἅπαν τὸ γεννώμενον. ἐν δὲ τῷ
7. τοιούτῳ σώματι θολοῦται καὶ παχύνεται τὸ κατὰ τὰς φλέβας
8. αἷμα. καὶ ποτὲ μὲν ὑπ’ αὐτῶν τῶν φλεβῶν, ἐχουσῶν γε
9. καὶ αὐτῶν ἀποκριτικὴν τῶν ἀλλοτρίων δύναμιν, ὥσπερ καὶ
10. τἄλλα πάντα δι’ αἱμοῤῥοΐδος ἐκκρίνεται· πολλάκις δὲ εἰς
11. κιρσοὺς κατασκήπτει, καὶ ποτὲ εἰς τὸ δέρμα πᾶν ὠθεῖται.
12. καὶ τοῦτό ἐστι γένεσις τοῦ πάθους, ὃ καλοῦσιν ἐλέφαντα.
13. γίνεταί γε μὴν ἐνίοτε καὶ εἰς ἄλλα μόρια τοῦ σώματος,
14. ἅπερ ἂν ᾖ πάντων ἀσθενέστατα, φορὰ τοῦ τοιούτου χυμοῦ,
15. καὶ φαίνονταί γε σαφῶς αἱ κατὰ τὸ μόριον ἐκεῖνο φλέβες
16. μεσταὶ αἵματος μέλανός τε καὶ παχέος. καὶ ὅσον δ’ ἂν ᾖ
17. παχύτερόν τε καὶ μελάντερον, τοσοῦτον χεῖρόν ἐστι τὸ πάθος.
18. ἐπὶ δὲ τῶν τιτθῶν εἴδομεν πολλάκις ἀκριβῶς ὄγκον ὅμοιον 
1. καρκίνῳ ζώῳ. καθάπερ γὰρ ἐπ’ ἐκείνου πόδες ἑκατέρωθέν
2. εἰσι τοῦ σώματος, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ πάθους αἱ φλεβὲς
3. ἀποτεταμέναι τοῦ παρὰ φύσιν ὄγκου τὸ σχῆμα καρκίνῳ παραπλήσιον
4. ἐργάζονται. τοῦτο τὸ πάθος ἀρχόμενον μὲν ἰασάμεθα
5. πολλάκις, εἰς μέγεθος δὲ ἀξιόλογον ἀρθὲν ἄνευ χειρουργίας
6. οὐδεὶς ἰάσατο. πάσης μὲν οὖν χειρουργίας ἐκκοπτούσης ὄγκον
7. παρὰ φύσιν ὁ σκοπός ἐστιν ἐν κύκλῳ πάντα τὸν ὄγκον
8. περικόψαι, καθ’ ἃ τῷ κατὰ φύσιν ἔχοντι πλησιάζει. διὰ δὲ
9. τὸ μέγεθος τῶν ἀγγείων, καὶ μάλισθ’ ὅταν ἀρτηρίαι τύχωσιν
10. οὖσαι, παραχρῆμά τε κίνδυνος αἱμοῤῥαγίας γίνεται βρόχοις
11. τε διαλαμβανόντων αὐτὰς συμπάθειαι ἕπονται. ἐὰν δὲ καὶ
12. καῦσαι τὰς ῥίζας αὐτοῦ πάθους προελώμεθα, καὶ κατὰ τοῦτο
13. κίνδυνος οὐ μικρὸς, ὅταν ἐγγὺς καιρίων μορίων ἡ καῦσις
14. γένηται. ἀλλ’ ἀρχόμενον γεννᾶσθαι, καθάπερ ἔφην, ἰασάμεθα
15. πολλάκις τὸ πάθος τοῦτο, καὶ μάλισθ’ ὅταν ὁ μελαγχολικὸς
16. χυμὸς φαίνηται μὴ πάνυ παχὺς ὑπάρχων. ὑπακούει γὰρ
17. οὗτος τοῖς καθαίρουσι φαρμάκοις ἑτοίμως, δι’ ὧν ἡ θεραπεία
18. γίνεται. πρόδηλον δ’ ὅτι μελάνων εἶναι χρὴ κενωτικὰ
1. τὰ διδόμενα φάρμακα, καὶ τοῦτο συνεχῶς ποιητέον, ἄχρις ἂν
2. εἰς τὸ κατὰ φύσιν ἀκριβῶς ἐπανέλθοι τὸ μόριον, οὔσης
3. καὶ τῆς διαίτης εὐχύμου. κατὰ γοῦν τὴν Ἀλεξάνδρειαν
4. ἐλεφαντιῶσι πάμπολλοι διά τε τὴν δίαιταν καὶ τὴν θερμότητα
5. τοῦ χωρίου. κατὰ δὲ τὰς Γερμανίας τε καὶ Μυσίας
6. σπανιώτατα τοῦτο τὸ πάθος ὦπται γινόμενον. καὶ παρά
7. γε τοῖς γαλακτοπόταις Σκύθαις σχεδὸν οὐδέποτε φαίνεται
8. γινόμενον. ἀλλ’ ἐν Ἀλεξανδρείᾳ παμπόλλη ἡ γένεσις αὐτοῦ
9. διὰ τὴν δίαιτάν ἐστιν· ἀθάραν γὰρ ἐσθίουσι καὶ φακὴν
10. καὶ κοχλίας καὶ ταρίχη πολλά· τινὲς δὲ καὶ ὄνεια κρέα
11. καὶ ἄλλα τοιαῦτα παχὺν καὶ μελαγχολικὸν γεννῶντα χυμόν.
12. ἅτε δὲ θερμοῦ τοῦ περιέχοντος ὄντος καὶ ἡ ῥοπὴ
13. τῆς φορᾶς αὐτῶν πρὸς τὸ δέρμα γίνεται. τούτῳ μὲν οὖν
14. τῷ πάθει συμφέρουσιν αἱ εἰρημέναι καθάρσεις. ἐὰν δὲ τὰ
15. τῆς ἡλικίας καὶ τὰ τῆς δυνάμεως ἐπιτρέπῃ, φλεβοτομεῖν
16. πρότερον. ἐπὶ δὲ τῶν καρκίνων οὐκ ἀνάρμοστον μὲν οὐδ’
17. ἐπὶ τούτων, ἢν μηδὲν κωλύῃ, φλεβοτομεῖν· ἐφεξῆς δὲ καθαίρειν·
18. καὶ εἰ μὲν γυναῖκες εἶεν, ἔμμηνα κινεῖν αὐταῖς,
1. ἐάν γε δηλονότι μηδέπω πεντηκοστὸν ἔτος ἄγωσι. κατὰ δὲ
2. τοῦ πεπονθότος μορίου χυλὸς ἐπικείσθω στρύχνου, κάλλιστον
3. γὰρ τοῦτο φάρμακον εἰς τὰ τοιαῦτα. μὴ βουλομένου
4. δὲ τοῦ θεραπευομένου φάρμακον οὕτως ὑγρὸν ἐπιβαλέσθαι,
5. καὶ μάλισθ’ ὅταν προέρχεσθαί τε τῆς οἰκίας καὶ τὰ
6. συνήθη πράττειν ἀναγκάζηται, τὸ διὰ πομφόλυγος ἐπιβλητέον,
7. ᾧ καὶ πρὸς τοὺς ἡλκωμένους καρκίνους οἶσθα
8. χρώμενόν με· καὶ τούτου μὴ παρόντος τῷ διὰ χαλκίτεως
9. ἡμετέρῳ φαρμάκῳ. κατὰ δὲ τὴν δίαιταν ἐν χυλῷ πτισάνης
10. πλεοναστέον καὶ γάλακτος ὀῤῥῷ καὶ λαχάνοις, μαλάχῃ
11. καὶ ἀτραφάξει καὶ βλίτῳ, καὶ κατὰ καιρὸν ἐν ᾧ εἰσιν αἵ
12. κολοκύνθαι, ταύταις χρηστέον. ἰχθύων δὲ τοῖς πετραίοις
13. καὶ ὄρνισι πᾶσι, πλὴν ἑλείων. ἐπὶ δὲ τῶν ἐλεφαντιώντων
14. ἡ τῶν ἐχιδνῶν ἐδωδὴ θαυμάσιόν ἐστι φάρμακον.
15. χρὴ δὲ ἐσθίειν αὐτὰς οὕτω σκευάζοντας ὡς
16. τοὺς θηριοτρόφους καὶ ἀσπιδοτρόφους Μάρσους ἐθεάσω,
17. πρῶτον μὲν ἀποκοπτομένης τῆς οὐρᾶς καὶ τῆς κεφαλῆς
18. ἄχρι δακτύλων τεττάρων, εἶτα τῶν ἔνδον ἁπάντων ἀφαιρεθέντων
1. θέντων καὶ τοῦ δέρματος δηλονότι, εἶθ’ ὕδατι τοῦ σώματος
2. αὐτῶν περιπλυθέντος. ἀλλὰ μέχρι μὲν τοῦδε, κᾀπειδὰν
3. τὴν θηριακὴν ἀντίδοτον καλουμένην σκευάζωμεν, οὕτω
4. πράττομεν· ἐφεξῆς δὲ διαφερόντως ἕψομεν, ἐπὶ μὲν τῆς
5. θηριακῆς ἐν ὕδατι προσεπεμβάλλοντες ἀνήθου καὶ βραχέων
6. ἁλῶν, ἐπὶ δὲ τῶν ἐλεφαντιώντων ἐν λοπάσι παραπλησίως
7. ταῖς ἐγχέλυσι σκευάζοντες διὰ λευκοῦ ζωμοῦ. γίνεται δὲ
8. οὕτως. ὕδατος μὲν δαψιλοῦς ἐμβληθέντος καὶ ἐλαίου βραχέος
9. καὶ σὺν αὐτῷ πράσου καὶ ἀνήθου. πρόδηλον δ’ ὅτι
10. μέχρι τοσούτου τὰς σάρκας τῶν ἐχιδνῶν ἀφεψεῖν προσήκει,
11. μέχρις ἂν ἀκριβῶς γενηθῶσι μαλακαί. καὶ αὐτὸ δὲ τὸ δι’ αὐτῶν
12. σκευαζόμενον φάρμακον, ὃ καλοῦσι θηριακὴν ἀντίδοτον,
13. ἐπιτήδειόν ἐστι πίνεσθαι τοῖς οὕτω κάμνουσι, καὶ εἰ βούλοιτό
14. τις αὐτοῦ καὶ τὸ δέρμα χρίεσθαι. ταῦτα γὰρ ἅπαντα
15. ποιούντων ἔσθ’ ὅτε λεπὶς ἀφίσταται τοῦ δέρματος,
16. ὁποῖον ἐπὶ τῶν ὄφεων τὸ καλούμενον γῆρας.

Cliquer un n° de page pour en afficher l’image