15. Ἔστι γοῦν μία τις πρόφασις τῶν
16. φαινομένων φλεγμονῶν, οὐ πάνυ τι λανθάνουσα τὸ καλούμενον
17. ῥεῦμα, πλὴν εἴποτε συνδράμοι ταῖς δι’ ἄλλην τινὰ πρόδηλον
18. αἰτίαν δοκούσαις γεγονέναι. ἡνίκα μὲν γὰρ οὐδεμιᾶς
1. ἐκείνων προηγησαμένης ἐξαίφνης ἐφλέγμηνε τὸ μόριον, ἡ μὲν
2. ἐργασαμένη τὸ πάθος αἰτία ῥεῦμα καλεῖται, τὸ πάθος δ’ αὐτὸ
3. ῥευματικὴ διάθεσις. καὶ χρὴ μάλιστ’ ἐπὶ τῶν τοιούτων φλεγμονῶν
4. τὰς ἀρχὰς τῶν ἰάσεων χρηστὰς εἶναι. τὰ γὰρ ἐν
5. αὐταῖς ἁμαρτήματα δυσιάτους ἢ καὶ παντάπασιν ἀνιάτους
6. ἐργάζεται τὰς διαθέσεις. μέγιστα δ’ ἁμαρτήματα δύο ταῦτα,
7. τό τε μηδεμίαν ὅλου τοῦ σώματος πρόνοιαν ποιεῖσθαι καὶ τὸ
8. θερμαίνειν μὲν καὶ ὑγραίνειν ἔτι τὸ μέρος. ἄμφω δ’ οἱ πολλοὶ
9. τῶν ἰατρῶν ἁμαρτάνουσι. τινὲς μὲν γὰρ εἰσιν ἐκ τῆς
10. μεθοδικῆς αἱρέσεως ἀναπεπεισμένοι καὶ τὰς φλεγμονὰς ἁπάσας
11. στεγνὰ πάθη νομίζοντες καὶ χαλᾷν αὐτὰς ἡγούμενοι δεῖν.
12. εἰσὶ δ’ οἳ καὶ ἀλόγως τε καὶ ἀσκέπτως ἐκείνοις ἕπονται, μίαν
13. ἀπολογίαν τοῦ κακῶς ποιεῖν ἔχοντες τὸ σὺν πολλοῖς ἁμαρτάνειν.
14. ἀλλ’ οὔτε τῶν δογματικῶν ἰατρῶν τις οὔτε τῶν
15. ἐμπειρικῶν οὕτως ἐγίγνωσκεν. ἀλλ’ ὅπερ ὅ τε λόγος ὑπαγορεύει
16. καὶ ἡ πεῖρα, τὸ μὲν ὅλον σῶμα κενοῦν ταῖς ἐνδεχομέναις
17. κενώσεσι συμβουλεύουσιν, αὐτὸ δὲ τὸ φλεγμαῖνον μέρος ἐπιβρέχειν
18. τε καὶ καταπλάττειν τοῖς ἀπωθεῖσθαι μὲν τὸ ἐπιῤῥέον
1. δυναμένοις, κενοῦν δὲ τὸ ἤδη περιεχόμενον ἐν τῷ πεπονθότι
2. τόπῳ· τόνον δὲ καὶ ῥώμην ἐντιθέναι τοῖς ἤδη πεπονηκόσι
3. μορίοις. εἰς ἃ δὲ χρὴ βλέποντας κενοῦν, εἴρηται μὲν ἤδη καὶ
4. πρόσθεν, ἀλλὰ καὶ νῦν ἔτι δι’ ὀλίγων ὑπομνήσομεν· ὥστε
5. κᾀν τοῖς ἑξῆς ἅπασι μεμνημένον σε μηκέτι δεῖσθαι καθ’ ἕκαστον
6. πάθος ἀκούειν τοὺς ἐνδεικνυμένους σκοποὺς τὰς κενώσεις.
7. ἡλικίαν μὲν οὖν καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν
8. κατάστασιν καὶ τὴν ῥώμην τοῦ κάμνοντος καὶ τὴν ἕξιν καὶ τὸ
9. ἔθος καὶ αὐτὴν τὴν τοῦ νοσήματος ὑπόθεσιν ἐπιβλέπειν ἐφάσκομεν
10. δεῖν. ἐκ τούτων γὰρ, ὅτε χρὴ κενοῦν ἢ μὴ κενοῦν καὶ
11. ὅθεν καὶ ὅπως, εὑρεθήσεται, οἷον ἐπὶ τῆς προκειμένης διαθέσεως·
12. εἰς γόνυ φερέσθω τὸ ῥεῦμα καὶ τοῦτ’ ἐπὶ πλεῖστον
13. ἀθρόως ἐξαιρέσθω. φαινέσθω δέ σοι καὶ τὸ σύμπαν σῶμα
14. μεστὸν αἵματος καὶ ἡ δύναμις τοῦ νοσοῦντος ἰσχυρὰ καὶ ὁ
15. καιρὸς τοῦ ἔτους ἔαρ ἔστω καὶ τὸ χωρίον εὔκρατον καὶ ὁ
16. νοσῶν μειράκιον ἢ νεανίσκος, οὗτος αἵματος κενώσεως τῆς ἐκ
17. τῶν ἄνω χωρίων δεῖται καὶ χρὴ τεμεῖν αὐτοῦ τῶν ἐν ἀγκῶνι
18. φλεβῶν, ἤτοι τὴν ἐντὸς ἢ τὴν μέσην. εἰ δὲ τῶν ἄνωθέν τι
1. ἐπεπόνθει, κάτωθεν ἀπάγειν τοῦ αἵματος. ἀεὶ γὰρ εἰς τοὐναντίον
2. τὴν τοῦ ῥεύματος ὁρμὴν ἀντισπᾷν ξυμφέρει. καταπλάττειν
3. δὲ τῷ διὰ τοῦ ἀειζώου καὶ λεπισμάτων ῥοιᾶς ἑφθῶν
4. ἐν οἴνῳ καὶ ῥοῦ καὶ ἀλφίτων συγκειμένῳ· κάλλιστον γὰρ
5. τοῦτό γ’ ἔν τε τοῖς τοιούτοις καὶ πάνθ’ ὅσων δεόμεθα δρᾷν
6. δυνάμενον. ἀποκρούεται γὰρ τὸ ἐπιῤῥέον καὶ ξηραίνει τὸ περιεχόμενον
7. καὶ ῥώννυσι τὰ πέριξ μόρια. καὶ ἄλλα δὲ μυρία
8. φάρμακα κατὰ τὸν αὐτὸν τρόπον ἔνεστί σοι συντιθέναι. ὧν
9. τὴν μέθοδον τῆς συνθέσεως ἐν τοῖς περὶ φαρμάκων μεμάθηκας.
10. ὅθεν κᾀγὼ καθ’ ἕκαστον ἕν τί σοι παραγράψω καὶ ὑπόμνημά
11. τε ἅμα καὶ παράδειγμα τῆς τῶν ἄλλων δυνάμεως
12. ἐσόμενον. εἰ μὲν δὴ μὴ σφοδρῶς ὀδυνῷντο, τοῖς τοιούτοις
13. χρῆσθαι· σὺν ὀδύνῃ δὲ μείζονι τοῦ ῥεύματος ἐμπεσόντος οὐ
14. χρὴ μὲν οὐδ’ οὕτως οὐδ’ ὕδωρ θερμὸν οὔτ’ ἔλαιον
15. οὔτε τὰ διὰ τῶν πυρίνων ἀλεύρων προσφέρειν καταπλάσματα.
16. πολέμια γὰρ ἅπαντα τὰ τοιαῦτα ταῖς ῥευματικαῖς
17. διαθέσεσι, κᾂν εἰ παραχρῆμα δόξειε ῥᾳστώνην τινὰ φέρειν.
18. ἀρκεῖ δὲ τῶν τοιούτων τινὶ παραμυθήσασθαι τὸ σφοδρὸν
1. τῆς ὀδύνης, ὅσα διὰ γλυκέος τε καὶ ῥοδίνου καὶ κηροῦ
2. βραχέος ἐν ἀμφοῖν τετηκότος σύγκειται. χρὴ δὲ καὶ ταῦτ’
3. ἀναλαμβάνειν ἐρίοις. ῥυπαροῖς, οἴσυπον ὡς πλεῖστον ἔχουσι·
4. καὶ θέρους μὲν ψυχρὰ· χειμῶνος δὲ χλιαρὰ προσφέρειν.
5. οὕτω δὲ καὶ τὰ καταπλάσματα δι’ ἀρνογλώσσου καὶ φακῆς
6. καὶ ἄρτου καὶ ῥοδίνου. μικρὸν δ’ ὑπεράνω τῶν
7. πεπονθότων χωρίων ἐπιτιθέναι σπόγγον οἴνῳ στρυφνῷ
8. βεβρεγμένον ἢ ὕδατι ψυχρῷ· κάλλιον δ’ εἰ καὶ ὄξους ὀλίγον
9. ἔχοι. καὶ εἰ μὲν ἐπὶ τοιούτοις ἀξιόλογός τις ὠφέλεια
10. γένοιτο καὶ μηδαμοῦ πῦον ὑποφαίνοιτο, τοῖς πρὸς τὰ
11. ῥεύματα μαλθακοῖς ἐμπλάστροις δεῖ χρῆσθαι· κάλλιστα δ’
12. αὐτῶν, ὅσα ξηραίνειν τε ἅμα καὶ ἀπωθεῖσθαι δύναται τὸ
13. ἐπιῤῥέον αἷμα χωρὶς ὀδύνης. ὥστε τά γε συντείνοντα σφοδρῶς
14. καὶ διὰ τοῦτο ὀδυνῶντα πλεῖον ἀδικεῖ τοῖς ἀλγήμασιν
15. ἢ ὠφελεῖ ξηραίνοντα. τοιοῦτον οὖν εἶναι χρὴ τὸ φάρμακον,
16. οἷόν ἐστι τὸ σύνηθες ἡμῖν τὸ διὰ τῆς χαλκίτεως
17. ἀνιέμενον ῥοδίνῳ. εἰ δὲ καὶ καθαρὸν ἔριον οἴνῳ στρυφνῷ
18. βρέχων ἔξωθεν ἐπιβάλλοις αὐτῷ, πλέον ὀνήσεις. ὑποφαινομένου
1. δὲ κατὰ τὸ μόριον πύου, καταπλάττειν μὲν ἀναγκαῖον
2. ἅπαξ ἢ δίς που. καὶ ἄμεινον εἰς τὰ παρόντα τὸ ἐκ
3. τῶν κριθῶν ἄλευρον. παραπλέκειν δ’ ὁμοίως τι κᾀν τούτοις
4. ἢ ὄξους ἢ οἴνου. καὶ διελόντα καὶ κενώσαντα τὸ πῦον
5. φυλάττεσθαι μὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ.
6. καὶ εἰ ἀπονίψαι ποτὲ δέοι τὸ τραῦμα, μελικράτῳ τε ἢ
7. ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνομέλιτι χρηστέον. ἐπιτιθέναι δ’,
8. εἰ μὲν ἔτι φλεγμαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασμα. μὴ
9. φλεγμαίνοντος δὲ τῶν τε ἄλλων φαρμάκων τι τῶν ἐμπλαστῶν,
10. οἷς ἐπὶ ταῖς τοιαύταις τομαῖς χρώμεθα καὶ οὐχ
11. ἥκιστά γε τῷ διὰ τῆς χαλκίτεως. ἐπιτιθέναι δὲ κατ’ αὐτῶν
12. ἔξωθεν σπόγγον ἢ ἔριον οἴνῳ βρέχοντας στρυφνῷ. μὴ
13. παρόντος δὲ τοῦ στρυφνοῦ, τῷ ὕδατι μίξαντας ὄξους τοσοῦτον,
14. ὡς πίνειν δύνασθαι, τούτῳ βρέχειν. ἐπιτήδειοι δ’
15. εἰς ταῦτα καὶ ὅσοι θαλάττης ἔχουσιν οἶνοι. καὶ αὐτὸς δ’
16. ἂν ἐπὶ τοῦ καιροῦ τεχνήσαιο, μιγνύων ἁλῶν τῷ παρόντι.
17. τῷ δὲ τραύματι μηδὲν τῶν λιπαινόντων φαρμάκων προσφέρειν,
1. οἷον τό τε Μακεδονικόν ἐστι καὶ τὸ τετραφάρμακον
2. καλούμενον· ἀκριβῶς γὰρ δεῖται ξηραίνεσθαι. οὕτω μὲν
3. ἰᾶσθαι δεῖ τὰς ἐπὶ ῥεύματι φλεγμονὰς.
⟨
(Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]
Ad Glauconem de medendi methodo
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).
Ad Glauconem de medendi methodo, 2.2, ed. Kühn, 1826, vol. 11, p. 78-84. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩