4. Τὰς δ’ ἐπί τινι τῶν ἄλλων αἰτίων ὑγραίνειν
5. τε καὶ θερμαίνειν οὐδὲν κωλύει. καὶ εἰ ἐκπυῆσαι βουληθείης
6. αὐτὰς, καταπλάττειν ἀλεύρῳ πυρίνῳ δι’ ἐλαίου τε καὶ
7. ὕδατος ἡψημένῳ. καὶ εἴποτε καὶ ἀποσχάζειν δεήσειεν, οὐδὲ
8. τοῦτο χρὴ δεδιέναι. τὰς δ’ ἐπὶ τοῖς ῥεύμασιν εἰ ἀποσχάσαις,
9. μέγα τι κακὸν ἐργάσῃ καὶ μάλιστ’ εἰ κατ’ ἀρχάς. ὅσαι γὰρ
10. αὐτῶν χρόνου πλείονος οὖσαι μετά τε τὴν τοῦ παντὸς σώματος
11. κένωσιν καὶ τὴν ἄλλην τὴν προσήκουσαν ἴασιν σκληρότητάς
12. τινας ἢ μελανότητας ἐν τοῖς μέρεσιν ὑπολειπομένας
13. ἔχουσι, τούτων ἀπάγειν τοῦ αἵματος οὐδὲν ἄτοπον·
14. οὔτε γὰρ φλεγμονὰς τάς γε τοιαύτας ἔτι νομιστέον· ὥσπερ
15. οὐδὲ ἐρυσίπελας ἔτι τὸ ἤδη πελιδνόν. καὶ γὰρ οὖν καὶ τοῦτο
16. κατὰ τὰς ἀρχὰς μὲν ψύχειν χρὴ καὶ μάλισθ’ ὅταν ἄνευ φανερᾶς
17. γένηται προφάσεως. ἡνίκα δ’ ἤδη τὸ ζέον ἄπεστιν αὐτοῦ,
18. καὶ σχάσαι συμφέρει καὶ καταπλάσαι θερμῷ τῷ κριθίνῳ καὶ
1. κηρωτὴν καὶ ἄλλο τι φάρμακον ἐντιθέναι τῶν διαφορούντων.
2. οὐ μὴν ἀπό γε φλεβὸς αἷμα τῶν γε τοιούτων κενοῦν ἀναγκαῖον,
3. ἀλλ’ αἱ διὰ τῆς κοιλίας ὑποκαθάρσεις ἀρκοῦσι. διδόναι
4. δὲ φάρμακον, ὃ χολὴν ξανθὴν ἄγει. μικροῦ δ’ ὄντος
5. τοῦ παθήματος οὐδὲ τοῦτ’ ἀναγκαῖον, ἀλλ’ ἀρκεῖ κλύσαι
6. δριμεῖ. τὰ δ’ ἐφ’ ἕλκεσιν ἐρυσιπέλατα καὶ ὅσα οὕτω φανερὰς
7. ἔχει τὰς αἰτίας, οὐδ’ εἰ παραχρῆμα βούλοιο καταπλάττειν
8. ἀλεύρῳ κριθίνῳ καὶ μάλιστα καὶ προαποσχάσας, οὐδὲν βλάψεις.
9. τὰς δὲ φλεγμονὰς τὰς ἐρυσιπελατώδεις καὶ τὰ φλεγμονώδη
10. τῶν ἐρυσιπελάτων ἰᾶσθαι, μικτὴν μὲν ὡς οἷόν τε
11. ποιούμενον τὴν ἐπιμέλειαν, ἐναντιούμενον δ’ ἀεὶ τῷ μᾶλλον
12. κρατοῦντι. καὶ βουβώνων δὲ καὶ φυμάτων καὶ φυγέθλων
13. παραπλησίαν ταῖς ἐν τοῖς ἄλλοις μέρεσι γιγνομέναις ὁμοίαις
14. διαθέσεσι τὴν ἐπιμέλειαν ποιεῖσθαι, πλὴν ὅσα δριμυτέρων
15. φαρμάκων ἐπὶ τοῖς αὐτοῖς παθήμασιν ἀνέχεσθαι πεφύκασιν,
16. ὡς ἀδένες. τοὺς δ’ ἕρπητας τὰ μὲν περὶ τὴν τοῦ σώματος
17. ὅλου κένωσιν ὁμοίως τοῖς ἐρυσιπέλασιν ἰᾶσθαι προσήκει· τὰ
1. δὲ περὶ τὴν αὐτοῦ τοῦ πεπονθότος μέρους οὐκ ἔθ’ ὁμοίως.
2. ἅπαντες γὰρ οἱ ἀναβιβρωσκόμενοι ψύχεσθαι μὲν ἐθέλουσιν,
3. ὡσαύτως τοῖς ἄλλοις ἕρπησί τε καὶ ἐρυσιπέλασιν· οὐ μὴν ὅσα
4. γε σὺν τῷ ψύχειν καὶ ὑγραίνειν φάρμακα πέφυκε, ταῦτά γ’
5. ἔτι φέρουσιν, ἀλλὰ μόνον τῶν ψυχόντων προσίενται τὰ
6. ξηραίνειν μάλιστα δυνάμενα. μὴ τοίνυν μήτε θριδακίνην
7. αὐτοῖς μήτε πολύγονον μήτε τὸν ἀπὸ τῶν τελμάτων φακὸν
8. ἢ τὸν ἕλειον λωτὸν ἢ ἀνθύλλιον ἢ ψύλλιον ἢ ἀνδράχνην ἢ
9. σέριν ἢ ἀείζωον ἤ τι τῶν οὕτως ὑγραίνειν τε καὶ ψύχειν δυναμένων
10. προσφέρειν, ἃ τοῖς ἐρυσιπέλασιν ἦν οἰκεῖα. ἀλλὰ
11. μήτε σπόγγῳ ποτὲ θαῤῥήσῃς ὕδατι ψυχρῷ βεβρεγμένῳ μήτε
12. στρύχνῳ, καί τοι καὶ τοῦτο ξηραίνειν τε καὶ ψύχειν πέφυκεν,
13. ἀλλὰ μετρίως. οἳ δ’ ἄρα σφοδροτέρας ἢ κατὰ τὸν στρύχνον
14. δέονται ξηρότητος. ἐπιπλάττειν οὖν αὐτοῖς χρὴ κατ’ ἀρχὰς
15. μὲν ἕλικας ἀμπέλου καὶ βάτου καὶ κυνοσβάτου καὶ ἀρνογλώσσου.
16. μετὰ δὲ ταῦτα τήν τε φακῆν μιγνύειν δεῖ καὶ
17. μέλιτός ποτε καὶ ἀλφίτων καὶ τὸ προγεγραμμένον πρὸς τὰς
18. ἐκ ῥεύματος φλεγμονὰς κατάπλασμα, περιελὼν αὐτοῦ τὸ
1. ἀείζωον. αὐτὰ δὲ τὰ ἡλκωμένα κατάχριε φαρμάκοις τοῖς
2. πρὸς ἕρπητας ἐπιγεγραμμένοις ἐν ταῖς φαρμακίτισι βίβλοις.
3. πολλὰ δ’ ἐστὶ ταῦτα παρὰ πᾶσι καὶ εἰς κυκλίσκους ἀναπλάττεται
4. τὰ πλεῖστα καὶ δεῖται χρωμένους ἀνίεσθαι γλυκεῖ. μὴ
5. παρόντος δὲ γλυκέος, οἴνῳ λεπτῷ τε καὶ λευκῷ καὶ ὑποστύφοντι,
6. οἷος ὅ τε Φαλερῖνος καὶ ῾Μασσαλιώτης καὶ ὁ Σαβῖνος
7. καὶ Ἀδριανὸς καὶ Ἀρσύϊνος, μηδέπω μηδὲν ἐν τῇ γεύσει
8. δριμὺ διὰ παλαιότητα κεκτημένοι. καὶ ὀξυκράτῳ δ’ ὑδαρεῖ
9. ποτε χρησάμενος ἀντὶ τούτων οὐδὲν ἧττον ἂν ἔχοις. ἤδη δὲ
10. καὶ χρονιζομένων τῶν ἑλκῶν μήτε γλυκεῖ λύειν τοὺς κυκλίσκους
11. μήτε ὑδαρὲς ἔτι τὸ ὀξύκρατον ἔστω. καὶ τῶν οἴνων
12. δ’ ὅσοι στύφουσιν ἱκανῶς ἀγαθοί· μάλιστα μὲν οἱ μέλανες,
13. εἰ δ’ ἀποροῦμεν αὐτῶν, λευκοί. φάρμακα δ’ ἐν τῷδε τῷ καιρῷ
14. μάλιστα μὲν ἁρμόσει αὐτοῖς, τό τε τοῦ Πολυείδου καὶ
15. Πασίωνος καὶ τὸ Μούσα καὶ τὸ Ἄνδρωνος, ὅσα τ’ ἄλλα τούτοις
16. ἔοικε. τοὺς δὲ τὰ ἐπιπολῆς μόνον ἑλκοῦντας ἕρπητας, εἰ
17. μὴ πάνυ τι κεχρονικότες εἶεν, οὐδὲν χρὴ καταχρίειν τούτων,
18. καίει γὰρ ἰσχυρῶς καὶ ξηραίνει σφοδρῶς, ἀλλ’ ἀρκεῖ τοῖς
1. τοιούτοις ἕρπησιν, ὅσα κατὰ γλαυκίου δύναμίν ἐστι φάρμακα,
2. λύεσθαι δὲ μάλιστα μὲν ὕδατι. μηδὲν δ’ ἀνύοντος αὐτοῦ καὶ
3. ὄξους παραπλέκειν· εἰ δὲ καὶ στρύχνου δεύσειας χυλῷ ἢ ἀρνογλώσσου,
4. μειζόνως ὠφελήσεις. ἐν δὲ τῷ καθόλου τοῦτό σε
5. γιγνώσκειν χρὴ ἐπὶ παντὸς ἕλκους εἴτ’ αὐτομάτως εἴτ’ ἀπὸ
6. συμπτώματος εἴτε καὶ τρωθεῖσιν εἴη γεγενημένον, ὡς ξηραίνεσθαι
7. μὲν ἀεὶ βούλεται, φαρμάκῳ δ’ ὡς Ἱπποκράτης φησὶ
8. μὴ περισκελεῖ τουτέστι μὴ δάκνοντι, μηδ’ ἐρεθίζοντι σφοδρῶς,
9. πλὴν εἰ μὴ κακόηθές τε καὶ μετὰ σήψεως εἴη. τὰ γὰρ τοιαῦτα
10. δριμυτάτων δεῖται φαρμάκων καὶ πυρὶ τὴν δύναμιν ἐοικότων,
11. οἷόν ἐστι τό τε μίσυ καὶ ἡ χαλκίτις καὶ ἀρσενικὸν καὶ
12. τίτανος καὶ σανδαράχη· καὶ γὰρ οὖν καὶ καίει παραπλησίως
13. τῷ πυρὶ τὰ τοιαῦτα φάρμακα· πολλάκις δὲ καὶ τούτων νικωμένων
14. αὐτῷ τῷ πυρὶ χρώμεθα. ταῦτ’ ἆρα καὶ τοῖς καλουμένοις
15. ἄνθραξι κατ’ αὐτῆς τῆς ἐσχάρας, ἔνθα μάλιστα σήπεται
16. τὸ μορίον, ἡ τῶν τοιούτων φαρμάκων ἰδέα πρόσφορος, οὐ
17. μὴν τῷ πέριξ χωρίῳ, λήσεις γὰρ αὐτὸς ἑλκώσας αὐτὰ εἰς μηδὲν
18. δέον, ἀλλὰ τοῖς προειρημένοις κυκλίσκοις χρηστέον, οἷος ὁ
1. Ἀνδρώνιος. εἰ δέ ποτε ἔρευθος ἐπικρατοίη καὶ πολλὴ φλόγωσις,
2. ἀνιέναι χρὴ γλυκεῖ τὸ φάρμακον ἢ ἀρνογλώσσου χυλῷ.
3. εἰ δ’ ὄγκου μέγεθος ὑπάρχει, οἴνῳ μὲν στρυφνῷ τὸ πρῶτον,
4. ἔπειτα δὲ καὶ ὄξει. καταπλάττειν δὲ τῷ τῶν ὀρόβων ἀλεύρῳ
5. δι’ ὀξυμέλιτος· καὶ πρὸ τούτων ἁπάντων εὐθὺς κατ’ ἀρχὰς
6. ἀφαιρεῖν αἵματος ἱκανὸν, ἤν γε μηδὲν κωλύῃ.
⟨
(Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]
Ad Glauconem de medendi methodo
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).
Ad Glauconem de medendi methodo, 2.3, ed. Kühn, 1826, vol. 11, p. 84-89. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩