7. Τοιαῦται μέν τινες αἱ τῶν τοιούτων παθῶν
8. ἰάσεις κατὰ γένος· ἐξαλλάττονται δὲ παρὰ τὰς τῶν πεπονθότων
9. ὀργάνων φύσεις. τέτταρες δὲ ἀπὸ τούτων ἐνδείξεις εἰσὶν,
10. ἐκ τῆς κράσεως αὐτῶν, ἐκ τῆς διαπλάσεως, ἐκ τῆς θέσεως, ἐκ
11. τῆς δυνάμεως. ἐκ μὲν τῆς κράσεως, εἰ τὰ μὲν αὐτῶν ξηρότερα
12. φύσει, τὰ δ’ ὑγρότερα, τὰ δὲ ψυχρότερα, τὰ δὲ θερμότερα
13. γέγονε· καὶ κατὰ συζυγίαν ἢ ὑγρότερα καὶ θερμότερα
14. ἢ ὑγρότερα καὶ ψυχρότερα ἢ ξηρότερα καὶ θερμότερα ἢ ξηρότερα
15. καὶ ψυχρότερα ἢ κατὰ πᾶν εὔκρατα. καὶ χρὴ σκοπὸν
16. εἶναί σοι ἐν ταῖς θεραπείαις τὴν φύσιν τοῦ μορίου. τὸ γὰρ
17. μέχρι πόσου ψυκτέον ἢ ξηραντέον αὕτη διδάσκει. τὰ γὰρ
1. σαρκώδη φλεγμαίνοντα βραχέως δεῖται ξηραίνεσθαι· καὶ μὲν
2. δὴ καὶ ὅσα φλεβώδη, κᾂν ᾖ μᾶλλον τῶν σαρκωδῶν ξηρότερα,
3. ἀλλ’ οὐδ’ αὐτά γε ἱκανῶς. ὅσα δ’ ἀρτηριώδη τὴν φύσιν ἐστὶ
4. μόρια, μᾶλλον ἔτι τῶν φλεβωδῶν καὶ τούτων ἔτι μᾶλλον τὰ
5. νευρώδη, καὶ πολὺ δὴ μᾶλλον τούτων ὅσα χονδρώδη καὶ
6. ὀστώδη. πρὶν γὰρ εἰς τὴν οἰκείαν ἐπανέλθοι φύσιν τὸ μέρος,
7. οὐδέπω τέλος ἡγητέον ἔχειν τὴν ἴασιν. ἐπανάγει δ’ εἰς τὴν
8. ξηροτέραν μὲν κρᾶσιν, ὅσα φύσει ξηρότατα· εἰς δὲ τὴν ψυχροτέραν
9. ὅσα ψυχρότατα. καὶ κατὰ τὰς ἄλλας δὲ δύο ποιότητας
10. ὁμοίως· εἰς δὲ τὸ μέτριον ἐν ἑκάστῃ τὰ μέτρια. οὕτω
11. μὲν αἱ κράσεις τῶν μορίων ποικίλλουσι τὰς τῶν παθῶν θεραπείας.
12. αἱ δὲ διαπλάσεις ὡδί· τὰ μὲν γὰρ ἔνδον αὐτῶν εὐρύτητας
13. ἔχει, τὰ δ’ ἔξωθεν, τὰ δ’ ἑκατέρωθεν, τὰ δ’ οὐδετέρωθεν·
14. οἷον τῶν μὲν ἁπλῶν αἱ ἀρτηρίαι καὶ αἱ φλέβες
15. καὶ νεῦρα· αἱ μὲν ἐν τοῖς κώλοις ἔνδον αὐτῶν· αἱ δ’ ἐντὸς
16. περιτοναίου καθ’ ἑκάτερα· νεῦρα δὲ τὰ μὲν ἐν τοῖς κώλοις,
17. κατ’ οὐδέτερον· ὅσα δ’ ἐντὸς περιτοναίου, κατὰ θάτερον. τοῖς
18. δὲ σπλάγχνοις σχεδὸν ἅπασιν ἔνδοθέν τε καὶ ἔξωθέν εἰσιν
1. εὐρυχωρίαι μεγάλαι. καὶ προσέτι καὶ ἡ σὰρξ αὐτὴ ἡ μὲν τοῦ
2. πνεύμονος μανή· ἔμπαλιν δ’ ἡ τῶν νεφρῶν πυκνοτάτη· καὶ
3. μετὰ ταύτην ἡ τοῦ ἥπατος. ἡ δὲ τοῦ σπληνὸς εἰς ὅσον πυκνοτέρα
4. τῆς τοῦ πνεύμονος, εἰς τοσοῦτον μανωτέρα τῆς τοῦ
5. ἥπατος. ἐν ἅπασιν οὖν τούτοις ὅσα μὲν οὐδετέρωθεν ἔχει
6. κοιλότητας ἐκδεχομένας τὸ περιττὸν τοῦ ῥεύματος, ἰσχυρῶς
7. δεῖται ξηραίνεσθαι, κᾂν μὴ πάνυ ξηρὰ τὴν φύσιν ᾖ, καθάπερ
8. τὰ νεῦρα καὶ μάλιστα τὰ ἐν τοῖς κώλοις. ὅσα δ’ ἔξω τε καὶ
9. εἴσω δύναται χαλάσαι τι τῆς φλεγμονῆς, οὐδὲν δεῖται τά γε
10. τοιαῦτα τῶν ἱκανῶς ξηραινόντων καὶ μάλιστ’ εἰ χαύνην ἔχοι
11. τὴν σάρκα, καθάπερ ὁ πνεύμων. ἡ δ’ ἀπὸ τῆς θέσεως ἔνδειξις
12. οὐδ’ αὐτὴ παροπτέα· δι’ ὧν τε γὰρ χρὴ κενοῦν καὶ ὅπως
13. καὶ ὅθεν, αὐτὴ μάλιστα διδάσκει. τῶν μὲν οὖν ἔτι ἐπιῤῥεόντων
14. ἡ ἀντίσπασις, οὕτω γὰρ ὁ Ἱπποκράτης ὀνομάζει, τῶν δ’
15. ἤδη κατειληφότων τὸ μόριον ῥευμάτων, ἡ παροχέτευσις ἴαμα.
16. ἄμφω δὲ τὰ εἴδη τῆς κενώσεως διὰ τῶν κοινῶν ποιεῖσθαι
17. κελεύει φλεβῶν. οἷον τὰς ἐπὶ μητρῶν ἀντισπάσεις, εἰ τὴν ἐν
18. ἀγκῶνι τέμνοις φλέβα ἢ παρὰ τοὺς τιτθοὺς σικύας προσβάλλοις
1. ἢ εἰ τὰς χεῖρας θερμαίνοις τε καὶ ἀνατρίψαις καὶ διαδήσαις.
2. παροχετεύσεις δὲ τὰς ἐν ἰγνύαις ἢ σφυροῖς διαιρῶν καὶ
3. σικύας μηροῖς προσβάλλων καὶ θερμαίνων καὶ ἀνατρίβων καὶ
4. διαδῶν τὰ σκέλη. καὶ εἰ μὲν ἡ δεξιὰ μήτρα πεπόνθοι, ἐκ
5. δεξιᾶς χειρὸς καὶ σκέλους ἀπάγων τὸ αἷμα. τῆς δ’ ἀριστερᾶς
6. πεπονθυίας ἐκ τῶν ἐν ἐκείνῃ κατ’ εὐθὺ κώλων. τὸ γὰρ καθ’
7. ἵξιν ὑπ’ αὐτοῦ λεγόμενον αὐτὸ τοῦτ’ ἔστι τὸ κατ’ ἰσότητα.
8. τέμνειν δὲ τὰς ἔνδον φλέβας τοῦ Ἱπποκράτους· αὗται γὰρ
9. ἐγγυτέρω τε τῶν πεπονθότων μορίων καὶ μᾶλλον κατ’ εὐθύ.
10. καὶ γὰρ εἰ σπληνὸς φλεγμαίνοντος κενοῦν αἵματος ἐθέλοις,
11. τῆς ἀριστερᾶς χειρὸς τὰς ἔνδον φλέβας τέμνειν, καὶ εἰ ἥπατος,
12. τῆς δεξιᾶς ὡσαύτως. εἰ δέ τι τῶν ἄνωθεν εἴη φλεγμαῖνον, ὡς
13. ἐν συνάγχαις τε καὶ ὀφθαλμίαις καὶ ὅσα περὶ κεφαλὴν, τὰς
14. ἔξωθέν τε καὶ κατ’ εὐθύ· τῶν κώλων δ’ αὐτῶν πεπονθότων
15. ἀπὸ τῶν ὁμοζύγων ἡ κένωσις, εἴτε ἀντισπᾷν εἴτε παροχετεύειν
16. ἐθέλοις, πλὴν εἰ μὴ χρόνιον εἴη τὸ πάθημα. τηνικαῦτα γὰρ
17. ἀπ’ αὐτοῦ τοῦ πεπονθότος. οὕτως οὖν κᾀπὶ τῶν συναγχικῶν
1. τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας τέμνομεν, ὅταν ἡμῖν τὸ
2. μὲν ὅλον ἤδη σῶμα κενὸν ᾖ, χρονίζῃ δὲ τὸ πάθος. οὕτω δὲ καὶ
3. σπληνὶ καὶ ἥπατι σικύας προσβάλλομεν. οὕτω δὲ καὶ ἄλλο
4. τι καὶ ἄλλο μέρος πεπονθὸς ἀποσχάζομεν, οὐκ ἐπιῤῥεόντων
5. ἔτι τῶν χυμῶν· ἐρεθιεῖς γὰρ αὐτοὺς ἐν τῷδε μᾶλλον καὶ διπλάσιον
6. ἐργάσῃ τὸ κακόν· ἀλλ’ ὅταν ἤδη τὸ μὲν ὅλον ἀπέριττον
7. ᾖ σῶμα, μηδὲν δ’ ἐπιῤῥέῃ νῦν, ἴσχηται δέ τι τοῦ παλαιοῦ ῥεύματος
8. ἐν τῷ μορίῳ. καὶ μὴν καὶ ὅτι τὰ μὲν ἐν τοῖς κυρτοῖς
9. τοῦ ἥπατος ἐπ’ οὖρα χρὴ προτρέπειν, τὰ δ’ ἐν τοῖς σιμοῖς
10. ἐπὶ τὴν κάτω διαχώρησιν, ἡ θέσις ἐδίδαξε τοῦ σπλάγχνου.
11. καὶ ὅτι θώρακα μὲν καὶ πνεύμονα διὰ βηχῶν ἐκκαθαίρειν·
12. γαστέρα δὲ καὶ στόμαχον δι’ ἐμέτων· ἔντερα δὲ ταῖς κάτω
13. διαχωρήσεσιν· ὥσπερ οὖν καὶ σπλῆνα καὶ νεφροὺς μὲν ταῖς
14. δι’ οὔρων· μήτραν δὲ ταῖς διὰ τῶν καταμηνίων· ἐγκέφαλον
15. δὲ καὶ μήνιγγας ταῖς δι’ ὑπερώας καὶ γαργαρεῶνος καὶ ῥινῶν
16. καὶ ὤτων. ἀλλὰ καὶ ὅτι τοῖς μὲν ἐπιπολῆς μορίοις τοιοῦτον
17. εἶδος χρὴ φαρμάκων προσφέρειν, οἵου δεῖται τὸ πάθος·
18. τοῖς δ’ ἐν τῷ βάθει καὶ διὰ πολλῶν τῶν μεταξὺ μέλλουσιν
1. ὁμιλήσειν ταῖς δυνάμεσειν αὐτῶν, οὐχ οἷον νῦν ἐστιν, ἀλλ’
2. οἷον ἔσεσθαι μέλλει παρὰ τῆς θέσεως τῶν μορίων ἐμάθομεν.
3. ὥστ’ εἴ τι τῶν ἔξωθεν ἐπιτιθεμένων εἴτε τῶν ἐσθιομένων ἢ
4. πινομένων εἴη τὸ φάρμακον, οὐ τὴν παροῦσαν αὐτοῦ δύναμιν
5. ἐπισκεπτέον, ἀλλ’ οἵαν ἕξει πλησιάζον τῷ πεπονθότι
6. μορίῳ. ταῦτ’ ἄρα ταῖς τοῦ πνεύμονος φλεγμοναῖς, ὅσα προσφέρουσιν
7. ἔξωθεν ἐπιπλάσματα, τῷ θώρακι περιβάλλοντες
8. ἰσχυρότερα πολὺ καὶ δριμύτερα τὴν φύσιν ἐστὶν ἢ εἰ αὐτῷ
9. τῷ σπλάγχνῳ προσεφέρετο. διὰ πολλῶν γὰρ τῶν μεταξὺ
10. σωμάτων τὸ ἐντυγχάνειν μέλλον τῷ πεπονθότι μορίῳ παροδεῦον
11. πάντως ἂν ἐξελύθη τε καὶ ἠμαυρώθη τὴν δύναμιν, εἰ
12. ἐξ ἀρχῆς ἦν ἀσθενές. τοσοῦτον οὖν αὐτοῖς ἐπικτήτου ἰσχύος
13. διδόναι προσῆκεν, ὁπόσον ἡ ὁδὸς ἀφαιρεῖται· ὥστε ἶσον
14. καθίστασθαι τὸ λειπόμενον τῷ διὰ τοῦ ψαύειν ὠφε
15. λοῦντι. ταῦτ’ ἄρα καὶ αὐτοῦ τοῦ θώρακος τοῖς μὲν ἐπιπολῆς
16. φλεγμαίνουσιν ἱκανὰ, τὰ χαλᾷν μόνον δυνάμενα· τοῖς δ’
17. ἔνδον, ὥσπερ καὶ τῷ ὑμένι τῷ ὑπεζωκότι, δριμυτέρων δεῖ. καὶ
18. περὶ σπληνὸς δὲ καὶ ἥπατος καὶ πάντων τῶν ἔνδον τοῦ περιτοναίου
1. μορίων ὁ αὐτὸς λόγος. ἑλκοῦται γὰρ πολλάκις ὑπὸ
2. τῶν ἐπιτιθεμένων φαρμάκων τὸ δέρμα, καί τοι πολὺ σκληρότερόν
3. τε καὶ δυσπαθέστερον ὑπάρχον τῶν σπλάγχνων. καὶ εἰ
4. δυνατὸν ἦν αὐτοῖς τοῖς σπλάγχνοις ἐπιβάλλειν, ὧν ἑκάστοτε
5. δέονται, τοσούτῳ μαλακωτέρων φαρμάκων ἂν ἐδεήθησαν, ὅσῳ
6. καὶ ἡ φύσις αὐτῶν ἐστιν εὐπαθεστέρα. καὶ μὲν δὴ καὶ ὅσα
7. κελεύουσί τε ἐσθίειν καὶ πίνειν φάρμακα τοῖς τῶν σπλάγχνων
8. παθήμασιν ἀρωγὰ, καὶ ταῦτα πολὺ δριμύτερά τε καὶ ἰσχυρότερά
9. ἐστι ταῖς δυνάμεσιν ἢ οἵων δεῖται τὰ πάσχοντα μόρια,
10. πλὴν τῶν γαστρὶ καὶ στομάχῳ συμφερόντων· ταῦτα γὰρ μόνα
11. τοιαῦτα διδόασιν, οἵων χρῄζει τὰ πάθη· τὰ δ’ ἄλλα πάντα
12. δριμύτερα καὶ ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι· καὶ μάλισθ’
13. ὅσα νεφρῶν ἢ πνεύμονος ἕνεκα δίδονται. σκοπεῖν οὖν ὅσον
14. ἀριθμὸν μορίων διεξέρχεται, τὸ μέλλον εἰς πνεύμονα φέρεσθαι.
15. πρῶτον μὲν στόμα καὶ φάρυγγα καὶ στόμαχον· ἔπειτα
16. δ’ αὐτὴν τὴν γαστέρα καί τινα τῶν λεπτῶν ἐντέρων· εἶτα
17. τὰς ἐν τῷ μεσεντερίῳ φλέβας· εἶτα τὰς ἐν τοῖς σιμοῖς τοῦ
18. ἥπατος· ἐξ ὧν εἰς τὰς ἐν τοῖς κυρτοῖς μεταληφθὲν, ἐντεῦθεν
1. εἰς τὴν κοίλην φλέβα ἔρχεται, μεθ’ ἣν εἰς καρδίαν· ἔπειθ’
2. οὕτως εἰς πνεύμονα. καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς οὐ καθ’ ἕκαστον
3. τούτων τῶν μορίων, χυμοῖς τέ τισιν ἀναμίγνυται καί
4. τινα μεταβολὴν καὶ ἀλλοίωσιν οἰκείαν τῇ φύσει τοῦ σπλάγχνου
5. δέχεται. ὥστε τὸ καταλειπόμενον αὐτοῦ τῆς δυνάμεως
6. παντελῶς ἐστι μικρὸν καὶ ἀμυδρὸν ἢ ὅσον αὔταρκες εἰς
7. τὴν ὠφέλειαν τοῦ πεπονθότος. ἡ μὲν οὖν παρὰ τῆς θέσεως
8. τῶν μορίων ἔνδειξις εἰς τοσοῦτον ἄρα τὴν θεραπείαν
9. ὑπαλλάττει· ἡ δὲ παρὰ τῆς δυνάμεως εἰς ὅσον νῦν ἐρῶ.
10. ἐπειδὴ τῶν μορίων τοῦ σώματος τὰ μὲν ἐπιῤῥύτοις διοικεῖται
11. δυνάμεσι, τὰ δὲ καὶ συμφύτοις· τούτων δ’ αὐτῶν
12. τὰ μὲν ἑαυτοῖς μόνοις, τὰ δὲ καὶ ἄλλοις ἀρχαὶ δυνάμεών
13. εἰσι· καὶ τῶν μὲν ἴδιον τοὖργόν ἐστι, τῶν δὲ κοινὸν,
14. ἀναγκαῖον ὑπαλλάττεσθαι τὸ τῆς θεραπείας εἶδος ἐν ἑκάστῃ
15. τῶν εἰρημένων διαφορῶν. πολλὰ γὰρ τῶν προειρημένων
16. βοηθημάτων λύει μὲν τὰ πάθη, βλάπτει δὲ τὰς συμφύτους
17. τῶν μορίων δυνάμεις, ὧν δὲ ἡ βλάβη παντὶ τῷ σώματι
18. διαφέρει, διττῶς τούτου γιγνομένου, παρ’ ὅσον ἤτοι δυνάμεώς
1. ἐστιν ἀρχὴ τὸ σπλάγχνον, ἅπασι τοῖς μέρεσι κοινὴ ἢ
2. τοὖργον αὐτοῦ παντὶ τῷ σώματι χρήσιμον. ἧπαρ μὲν γὰρ καὶ
3. καρδία καὶ ἐγκέφαλος καὶ ὄρχεις ἀρχαὶ δυνάμεών εἰσι κοιναὶ ὅλῳ
4. τῷ σώματι. γαστρὶ δὲ καὶ μήτρᾳ ἔμφυτοι μὲν αἱ δυνάμεις
5. καὶ οὐδενὸς ἄλλου κοιναί. τό γε μὴν ἔργον τὸ μὲν τῆς γαστρὸς
6. ἅπαντι τῷ σώματι χρήσιμον· τὸ δὲ τῶν μητρῶν οὐκέτι. βλάπτει
7. δὲ πολλάκις ἡ τοῦ πάθους ἴασις τὴν δύναμιν τοῦ μέρους·
8. τά τε γὰρ ἀμέτρως χαλῶντα λύει τὸν τόνον, ὥστε καὶ τὴν
9. δύναμιν τοῦ μέρους· τὰ δ’ ὑπερβαλλόντως ψύχοντα σβέννυσι
10. τὸ ἔμφυτον θερμὸν, ὃ τάχα μὲν, ὥς τισιν ἔδοξε τῶν ἀρίστων
11. ἰατρῶν τε καὶ φιλοσόφων, ἡ οὐσία τῶν δυνάμεών ἐστιν,
12. εἰ δὲ μὴ, ἀλλὰ τό γε πρῶτόν τε καὶ ἀναγκαιότατον αὐτῶν
13. ὄργανον. ἤδη δὲ καὶ ποιότητές τινες ἄτοποι καταλυτικαὶ
14. τῶν δυνάμεών εἰσιν. οὐδὲν οὖν τούτων χρὴ παρέρχεσθαι κατὰ
15. τὰς ἰάσεις, ἵνα μή ποτε λάθωμεν ἡμᾶς αὐτοὺς εἰπόντας τὸ
16. μὲν πάθος ἐθεραπεύθη, ὁ δὲ ἄνθρωπος ἀπέθανεν· ὅπερ ὁσημέραι
17. γιγνόμενον ὁρᾷς ὑπὸ τῶν πλείστων, ὅσοι τήν τε ἄλογον
18. τριβὴν πρεσβεύουσι καὶ τὴν ἅπασι τοῖς τῆς τέχνης καλοῖς
1. λυμηναμένην αἵρεσιν μεθοδικὴν, ἥ τινας λόγους μεταδιώκει
2. δογματικοὺς μὲν, ἀλλὰ καὶ πολλῶν ἁμαρτημάτων ἀνάπλεως.
3. ἐν τῇ παρὰ τῆς δυνάμεως ἐνδείξει τῶν μορίων εἴη δ’ ἂν καὶ
4. τὸ δυσαίσθητον ἢ εὐαίσθητον ὑπάρχειν αὐτό. τὰ γὰρ εὐαίσθητα
5. δριμέων οὐκ ἀνέχεται φαρμάκων, ὥσπερ οὐδὲ χυμῶν.
6. ἐν γοῦν τῷ στόματι τῆς κοιλίας δριμέος τινὸς χυμοῦ περιεχομένου
7. συγκόπτονται πολλάκις· εἰ δὲ τὰ μετριώτατα πάσχοιεν,
8. ἀλύουσί τε καὶ ναυτιῶσι, ποτὲ μὲν ἐμοῦντες τὸν λυποῦντα
9. χυμὸν, ἔσθ’ ὅτε δὲ μάτην σπαραττόμενοι· καὶ γίνεται τοῦτο
10. κατ’ ἐκείνας μάλιστα τὰς διαθέσεις, ἐν αἷς εἰς τὸ στόμα τῆς
11. γαστρὸς ὁ μοχθηρὸς ἀναπίνεται χυμός. ὁμοίως δὲ καὶ τοῖς
12. ὀφθαλμοῖς ἐπιῤῥέων ὁ τοιοῦτος χυμὸς ὀδυνηρότατός ἐστι
13. καὶ φλυκταίνας ἑλκώδεις τε καὶ δυσιάτους ἐργάζεται. ὡσαύτως
14. οὖν οὐδὲ τῆς τῶν δριμέων φαρμάκων ὁμιλίας ὀφθαλμὸς ἀνέχεται
15. διὰ τὴν εὐαισθησίαν, ὥσπερ οὐδὲ τὸ στόμα τῆς γαστρός.
16. οὐ μὴν οὐδ’ ἐπικειμένου τινὸς ἔξωθεν βαρύνοντος, ἀνέχεται
17. ταῦτα τὰ μόρια· καὶ μᾶλλόν γε τῆς γαστρὸς ὁ ὀφθαλμός·
18. ὅπου γ’ ἐνίοτε καὶ πρὸς τῶν ἐπιχριομένων φαρμάκων βαρύνεται.
1. τὰ δ’ ἀναισθητότερα μόρια καὶ καταπλασμάτων ἀνέχεται
2. βαρέων καὶ φαρμάκων δακνόντων. εἰ γοῦν πέμπτην τις
3. ἐθέλοι πρὸς ταῖς εἰρημέναις τέτταρσι τὴν ἀπὸ τῆς εὐαισθησίας
4. ἔνδειξιν ἀριθμεῖν, εἴτ’ οὖν περιλαβεῖν τὴν κατὰ δύναμιν, οὐδὲν
5. ὡς πρὸς τὸ καλῶς ἰᾶσθαι διαφέρει. τούτων οὖν ἀεὶ χρὴ μεμνῆσθαι
6. τῶν ἐνδείξεων ἐπὶ παντὸς μορίου πάσχοντος ὁτιοῦν πάθος.
7. ἣ τε γὰρ κρᾶσις αὐτοῦ καὶ ἡ διάπλασις ἥ τε θέσις καὶ ἡ δύναμις
8. ὑπαλλάξει τὰς κατὰ μέρος ἡμῶν ἐνεργείας φυλαττομένου
9. τοῦ κοινοῦ σκοποῦ· τοῦτον γὰρ ἔφαμεν ἐκ τοῦ πάθους ἀεὶ
10. δεῖν λαμβάνεσθαι. τὰ μὲν οὖν κατὰ ψιλὴν καὶ μόνην δυσκρασίαν
11. γιγνόμενα νοσήματα διὰ τῶν ἐναντίων ποιοτήτων θεραπεύεται·
12. θερμὴ μὲν δυσκρασία διὰ τῶν ψυχόντων, εἴτ’ οὖν
13. πρώτως εἴτε καὶ κατὰ συμβεβηκὸς εἴη ταῦτα ψύχοντα· ψυχρὰ
14. δὲ διὰ τῶν θερμαινόντων. οὕτω δὲ καὶ ξηρὰ μὲν διὰ τῶν
15. ὑγραινόντων· ὑγρὰ δὲ διὰ τῶν ξηραινόντων. περὶ δὲ τοῦ
16. πρώτως θερμαίνοντος ἢ κατὰ συμβεβηκὸς ἐπὶ πλεῖστον, ὡς
17. οἶσθα, ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπεσκεψάμεθα
18. πραγματείᾳ, ἐπιδεικνύντες ἐνίοτε καὶ τὸ πρώτως
1. ψῦχον θερμαίνειν κατά τι συμβεβηκὸς, ὥσπερ καὶ τὴν τοῦ
2. ψυχροῦ κατάχυσιν ὕδατος, ὅταν ἐπανάκλησιν θέρμης ποιῆται·
3. καὶ τὴν τοῦ θερμοῦ ψύξιν, ὅταν ἀραιῶσαν τὸ σῶμα διαφορήσῃ
4. τὴν ἐν αὐτῷ θερμασίαν. αἱ μὲν οὖν κατὰ μόνας τὰς
5. δραστικὰς ποιότητας ἀλλοιώσεις τῶν σωμάτων ὑπὸ μόνης
6. τῆς διὰ τῶν θερμαινόντων τε καὶ ψυχόντων ὑγραινόντων τε
7. καὶ ξηραινόντων δυνάμεως εἰς τὸ κατὰ φύσιν ἄγονται, μὴ
8. δεόμεναι κενώσεως αἰσθητῆς. αἱ δὲ δι’ ἐπιῤῥοὴν ὕλης,
9. εὐκράτου μὲν οὔσης αὐτῆς, κενώσεως χρῄζουσι μόνης, δυσκράτου
10. δὲ, κενώσεώς τε ἅμα καὶ τῆς διὰ τῶν ἐναντίων ποιοτήτων
11. ἀλλοιώσεως· κενώσεως μὲν, ὥσπερ αἱ ῥευματικαὶ καλούμεναι,
12. περὶ ὧν ἓν ἡμῖν, ὡς οἶσθα, γέγραπται βιβλίον· ἐν ᾧ
13. καὶ τοῦτο εὐθέως κατ’ ἀρχὰς ἐδείχθη, τὸ τῆς θρεπτικῆς
14. δυνάμεως ὅλου τοῦ σώματος ἀῤῥωστούσης, γίγνεσθαι τὰς
15. διαθέσεις ταύτας, ῥεούσης τῆς ἀθροιζομένης περιουσίας
16. εἰς τὰ πάντων ἀτονώτατα μόρια. τοῦ μέν τοι ῥέοντος αἵματος
17. εἰς τὰ τοιαῦτα μόρια κατὰ τὰς ῥευματικὰς διαθέσεις
18. ἔχοντός τινα κακοχυμίαν ἡ διάθεσις γίνεται μικτὴ· καὶ γίγνοιτ’
1. ἂν ἴσως τοῦτο σπανιώτατα. διὰ παντὸς γὰρ ὤφθη μοι, χωρὶς
2. φλέγματος ἢ ξανθῆς χολῆς ἢ μελαίνης αἷμα τῇ συστάσει
3. λεπτὸν ἐπιῤῥέον. ἐξ ἄλλης δέ τινος αἰτίας εἰς ὄγκον ἀρθέντος
4. τοῦ μορίου σκοπεῖν εἴτε φλεγμονὴ τὸ πάθος ἐστὶν εἴτε
5. σκίῤῥος εἴτε οἴδημα, φλεγμονὴν ὀνομαζόντων ἡμῶν ἅπασαν
6. τὴν θερμὴν καὶ οἷον φλογώδη διάθεσιν, ἧς τὰς διαφορὰς
7. ὀλίγον ἔμπροσθεν εἴπομεν. ὥρα τοίνυν ἤδη περὶ τῶν οἰδημάτων
8. ὑποθέσθαι σοι διὰ βραχέων, ἀναμνήσεως ἕνεκεν ὧν κατὰ
9. διέξοδον ἤκουσας ἡμῶν λεγόντων.
⟨
(Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]
Ad Glauconem de medendi methodo
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).
Ad Glauconem de medendi methodo, 2.4, ed. Kühn, 1826, vol. 11, p. 89-101. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩