Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 2.5, ed. Kühn, 1826, vol. 11, p. 101-103. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.5

10. Ὀνομάζομεν οὖν οἴδημα τὸν ἀνώδυνον μὲν
11. καὶ χαῦνον ὄγκον. ἐπιδέδεικται δ οὗτος ἐκ φλεγματώδους
12. οὐσίας γιγνόμενος ἢ πνεύματος ἀτμώδους, ὁποῖόν τι καὶ κατὰ
13. τὰ νεκρὰ γίνεται σώματα καὶ κατὰ τοὺς πόδας τε καὶ σκέλη
14. πολλάκις, ἐν ὑδερικαῖς διαθέσεσι καὶ φθόαις καὶ καχεξίαις
15. ἑτέραις. ἀλλ’ ἐπ’ ἐκείνων μὲν σύμπτωμά ἐστι τὸ τοιοῦτον
16. οἴδημα διαθέσεων ἐπισφαλῶν, οὐδεμιᾶς ἰδίας ἐξαιρέτου θεραπείας
17. δεόμενον αὐτό. καὶ γὰρ ἀνάτριψις μόνη δι’ ὀξυῤῥοδίνου
18. καί ποτε δι’ ἁλῶν καὶ ἐλαίου ἢ καὶ τῶν ἁλῶν ἐμβληθέντων
1. τῷ ὀξυῤῥοδίνῳ κατέστησεν αὐτὸ καὶ ἄλλα πολλὰ τοιαῦτα.
2. διὰ δὲ τὸν φλεγματικὸν χυμὸν ἐπιῤῥυέντα μορίῳ, ἐπιγενομένου
3. τοῦ πάθους, ἐνίοτε μὲν σπόγγος ὕδατι βεβρεγμένος ὀλίγον
4. ὄξους ἔχων κατέστησε τὸ πάθος· εἰ δὲ μὴ καταστήσειε, βραχὺ
5. πλεῖον ἐπιβλητέον τοῦ ὄξους, ὥστε τὸ μὲν σύμμετρον τοιοῦτον
6. εἶναι κατὰ τὴν κρᾶσιν, ὡς δύνασθαί τινα καὶ πίνειν
7. αὐτοῦ. τούτου δὲ τὸ μὲν ὑδαρέστερον ἐν ἀρχῇ παραληπτέον
8. ἐπὶ μαλακῶν μάλιστα σωμάτων· τὸ δ’ ἰσχυρότερον ἐπί τε
9. γενναίων καὶ σκληρὸν ἐχόντων δέρμα καὶ πρὸς τὰς πρώτας
10. ἐπιθέσεις τοῦ σπόγγου μηδὲν ὠφεληθέντων. εἶναι δὲ χρὴ
11. τὸν σπόγγον πάντως καινόν· εἰ δὲ μὴ παρείη τοιοῦτος, ἔστω
12. ἀκριβῶς ἐκπεπλυμένος ἀφρονίτρῳ τε καὶ νίτρῳ καὶ τῇ καλουμένῃ
13. κονίᾳ στακτῇ. μὴ παυσαμένου δὲ μηδ’ ἐπὶ τούτοις τοῦ
14. οἰδήματος, ἐπεμβάλλειν χρὴ βραχὺ στυπτηρίας καὶ τὸν σπόγγον
15. πάντως ἐπιτιθέναι καινόν. εἰ δὲ καὶ κατά τι τῶν κώλων
16. τὸ τοιοῦτον οἴδημα γένοιτο, τῆς ἐπιδέσεως ἐκ τῶν κάτω μερῶν
17. ἀρχόμενον ἄνω τελευτᾷν τὴν ἐπιβολὴν καὶ τὴν πίεσιν
18. καὶ τὴν σύμπασαν νομὴν ὡς ἐπὶ καταγμάτων ποιούμενον. ὁ
19. γάρ τοι σκοπὸς τῆς θεραπείας ἐπὶ τῶν τοιούτων παθῶν
1. μικτός ἐστι· τὸ μέν τι διαφορεῖν τῆς οὐσίας αὐτῶν, τὸ δέ τι
2. συνάγειν καὶ σφίγγειν. εἰ τοίνυν ἐπὶ τοῖς προειρημένοις μὴ
3. καθίσταιτο, τότε τῶν ἰσχυροτέρων φαρμάκων ἃ μικτὴν ἔχει
4. τὴν κρᾶσιν ἐκ τῶν εἰρημένων δυνάμεων ἐπιβάλλειν. ἐγὼ
5. δὲ ἐπὶ κεχρονικότος οἰδηματώδους ὄγκου προϋπαλείψας ἐλαίῳ
6. τὸ μόριον εἶτ’ ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον,
7. οἶδα τελέως ἐκθεραπευθὲν τὸ πάθος, οὐκέτι δηλονότι
8. τῆς τοιαύτης ἀγωγῆς σκοπὸν ἐχούσης, τὸ μικτὸν τῶν δυνάμεων,
9. ἀλλ’ ἐπὶ τὸ διαφορητικόν τε καὶ τμητικὸν ἀποκλινάσης,
10. ὅπερ ἐπὶ τῶν χρονιζόντων σχεδὸν ἁπάντων ἴσμεν εὐδοκιμοῦν.
11. ἐπεὶ δὲ καὶ περὶ τῶν οἰδημάτων αὐτάρκως εἴρηται πρός γε σὲ,
12. περὶ τῶν σκιῤῥωδῶν ὄγκων ἐφεξῆς ἂν εἴη ῥητέον.

Cliquer un n° de page pour en afficher l’image