Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 2.7, ed. Kühn, 1826, vol. 11, p. 108-110. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.7

7. Σπλῆνα μέντοι σκιῤῥούμενον οὐ μόνον
8. ἔξωθεν ἰσχυροῖς φαρμάκοις θεραπεύειν προσήκει, ἀλλὰ καὶ
9. διὰ πομάτων ἰσχυροτάτων. ἀνέχεται γὰρ καὶ τούτων ἀλύπως.
10. ἄριστα δ’ ἐξ αὐτῶν καππαρέως ῥίζης φλοιὸς καὶ σκολοπενδρίου
11. καὶ μυρίκης αἵ τε ῥίζαι καὶ οἱ ἀκρέμονες. ἕψειν δὲ τὰ
12. τοιαῦτα πάντα προσήκει ἐν ὄξει τε καὶ ὀξυμέλιτι. πολλάκις
13. δ’ ἁπτομένῳ φαίνεται μὲν ἀντίτυπος ὁ σπλὴν, οὐ μὴν σκιῤῥώδης
14. ἐστὶν ὁ ὄγκος, ἀλλὰ πνευματώδης μᾶλλον. ἐφ’ οὗ
15. προαποβρέξαντα δι’ ἀψινθίου φάρμακον ἔμπλαστρον ἐπιτιθέναι
16. χρὴ μικτῆς δυνάμεως, ὁποῖόν ἐστι τὸ διὰ θείου τε καὶ
17. στυπτηρίας. ἔστι δ’ ἀμέλει τὰ πλεῖστα τῶν ἐν ταῖς φαρμακίτισι
18. βιβλίοις γεγραμμένων φαρμάκων τοιαῦτα. πρόσεχε δὲ
1. οὐχ ἁπλῶς τῇ δυνάμει τῶν μεμιγμένων φαρμάκων, ἀλλὰ καὶ
2. τῷ πόσῳ τῆς μίξεως. ἐπὶ γὰρ τῶν πνευματώδη τὸν
3. ὄγκον ἐχόντων σπληνῶν καὶ μᾶλλον ἐπὶ τῶν οἰδημάτων, κᾂν
4. πολὺ τῶν στυπτηριῶν ἐμβάλλῃς, οὐδὲν βλάψεις. ἐπὶ δὲ τῶν
5. σκιῤῥωδῶν προσήκει ἐπικρατεῖν τὴν διαφορητικὴν δύναμιν,
6. ὀλίγον δ’ αὐτῇ μεμίχθαι τῆς στυφούσης. ἓν γοῦν τῶν ἁπλῶν
7. τε καὶ αὐτοφυῶν φαρμάκων τοιοῦτον ὑπάρχον ἁλὸς ἄνθος
8. ἰᾶται σκιῤῥουμένους σπλῆνας, ἐπιτεθὲν ἔξωθεν αὐτοῖς ἐν κύστει.
9. ἥπατος δὲ σκίῤῥον ἀρχόμενον μὲν ἰασάμεθα πολλάκις·
10. ἐκταθέντα δ’ εἰς πλείους ἡμέρας οὔτ’ αὐτὸς ἠδυνήθην ἰάσασθαι,
11. οὔτ’ ἄλλον τινὰ εἶδον ἰάσασθαι δυνηθέντα. πᾶσι μὲν
12. οὖν τοῖς οὕτω παθοῦσιν ἐξ ἅπαντος ὕδερος ἕπεται. διαφθείρονται
13. δ’ οἱ πλεῖστοι ἐν χρόνῳ μακροτέρῳ. τινὰς δ’ ἱστόρησα
14. καὶ διὰ ταχέων ἀπολομένους, οἷς ἡ γαστὴρ διεχώρει πολλά.
15. πρόδηλον οὖν ὅτι τούτοις ἱκανῶς ἐστέγνωτο τὰ στόματα τῶν
16. μεταλαμβανόντων τὴν τροφὴν ἀγγείων, ἐκ τῶν σιμῶν τοῦ
17. ἥπατος εἰς τὰ κυρτά. τοὺς δ’ οὖν θεραπευθέντας ἐξ αὐτῶν
18. ἡ προειρημένη τῶν ἐν τοῖς μυώδεσι σκίῤῥων ἀγωγὴ διέσωσεν.
1. οὐ γὰρ φέρει τὸ σπλάγχνον τοῦτο τὰ σφοδρὰ φάρμακα, καθάπερ
2. ὁ σπλήν. ἐπιτείνειν οὖν χρὴ τὰ διὰ φλεγμονὴν αὐτῷ
3. προσαγόμενα τῇ μίξει τῶν μαλακτικῶν. ἦν δ’ ἐκεῖνα τὰ δι’
4. ἀψινθίου κόμης καὶ μυροβαλάνου πιέσματος καὶ νάρδων ἀμφοτέρων
5. Ἰνδικῆς τε καὶ Κελτικῆς, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ
6. μαστίχης Χίας καὶ μύρων τῶν διὰ ναρδοστάχυος σκευαζομένων,
7. ἔτι δὲ μαστιχίνου καὶ σχινίνου καὶ μηλίνου καὶ οἰνανθίνου. τούτοις
8. οὖν ἀμμωνιακόν τε θυμίαμα καὶ βδέλλιον, οἵ τ’ εἰρημένοι
9. μυελοὶ καὶ τὰ στέατα μιγνύμενα καὶ τὰ τέμνειν δυνάμενα,
10. τὸν γεννώμενον ἐν ἥπατι σκίῤῥον ἰάσαιντο μετὰ τῆς προσηκούσης
11. δηλονότι διαίτης καὶ τῶν ἅμα αὐτῇ πινομένων φαρμάκων,
12. σκοπὸν ἐχόντων ἐκφράξαι τε καὶ διαῤῥύψαι τὸν χυμὸν τὸν ἐν
13. τῷ σπλάγχνῳ. ἔστι δὲ ταῦτα πάντα καὶ τῶν ἐν νεφροῖς λίθων
14. θρυπτικά· καὶ γέγραπται πολλοῖς ἰατροῖς περὶ τῆς ὕλης
15. αὐτῶν. ἐπιμιγνύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν
16. τι· παμπόλλη δ’ ἐστὶ καὶ τούτων ἡ ὕλη, γεγραμμένη μὲν ὑπὸ
17. πολλῶν, εἰρημένη δὲ καὶ πρὸς ἡμῶν ἐν ταῖς περὶ τῶν φαρμάκων
18. πραγματείαις. διὸ καὶ νῦν ἀρκείτω καὶ πρὸς σὲ τὰ εἰρημένα.

Cliquer un n° de page pour en afficher l’image