Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]

Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).

Ad Glauconem de medendi methodo, 2.8, ed. Kühn, 1826, vol. 11, p. 111-115. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.8

1. Μεταβῆναι γὰρ ἤδη καιρὸς ἐφ’ ἕτερον ὄγκου
2. γένος, ᾧ τῆς γενέσεως ἡ ὕλη πνεῦμα φυσῶδές ἐστι. ὀνομάζεται
3. δ’ οὐ μόνον φυσῶδες, ἀλλὰ καὶ φῦσα τὸ τοιοῦτον
4. πνεῦμα, παχὺ καὶ ἀτμῶδες ὑπάρχον, οὐκ αἰθερῶδες τὴν
5. οὐσίαν οὐδὲ λεπτόν· ἐννόησον δ’ αὐτοῦ τὴν φύσιν ἐκ τοῦ
6. περιέχοντος ἡμᾶς ἀέρος ἀναμνησθεὶς, ὁποῖος μὲν ἐν νοτίοις
7. καταστάσεσιν, ὁποῖος δ’ ἐν βορείοις γίνεται. τῷ μὲν γὰρ
8. ἐν νοτίοις καταστάσεσιν ἔοικε τὸ φυσῶδες· τῷ δ’ ἐν βορείοις
9. τὸ κατὰ φύσιν ἐν ἡμῖν πνεῦμα· συμβάλλεται δ’ εἰς τὸ μὴ
10. διαπνεῖσθαι τὸ τοιοῦτον πνεῦμα καὶ ἡ τῶν σωμάτων πύκνωσις.
11. ὥστε καὶ ἡ ἴασις τοῦ πάθους τούτου τὸν σκοπὸν
12. ἔνα καὶ κοινὸν ἀμφοῖν ἕξει τὴν τῶν πεπυκνωμένων σωμάτων
13. ἀραίωσιν καὶ τὴν τῶν πεπαχυσμένων πνευμάτων
14. λέπτυνσιν. θερμαίνων γὰρ ἱκανῶς ἄμφω δι’ οὐσίας λεπτομεροῦς
15. ἀραιώσεις μὲν τὸ πεπυκνωμένον, λεπτυνεῖς δὲ τὸ
16. πεπαχυσμένον. ἡ δὲ τῶν πασχόντων μορίων φύσις συνενδείξεταί
17. σοι τήν τ’ ἐπιτήδειον ὕλην τῶν βοηθημάτων καὶ
18. τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ. τὸ γάρ τοι πνεῦμα τοῦτο
1. τὸ παχὺ καὶ ἀτμῶδες ἔσθ’ ὅτε μὲν ὑπὸ τοῖς περιοστείοις
2. ὑμέσιν ἀθροιζόμενον ἴσχεται· ποτὲ δ’ ὑπὸ τῷ περιτοναίῳ·
3. ποτὲ δ’ ἐντὸς τῶν ἐντέρων ἢ τῆς γαστρός. ἴσχεται
4. δέ ποτε καὶ ὑπὸ τῶν τοὺς μῦς περιεχόντων ὑμένων ἔνδον,
5. ὥσπερ γε καὶ ὑπὸ τῶν ὑμενωδῶν τενόντων. ἴσχεται δὲ καὶ
6. κατὰ τὰς λόγῳ θεωρητὰς χώρας ἔν τε τοῖς μυσὶ καὶ τοῖς
7. ἄλλοις σώμασιν· ὧν χωρίων τὴν φύσιν ἐν ταῖς ἀνατομικαῖς
8. ἔμαθες ἐγχειρήσεσιν. οὕτω γοῦν καὶ αὐτὸς ὁ μὺς ἐμφυσᾶται.
9. καὶ κατὰ τὸ τῆς γαστρὸς ἢ τὸ τῶν ἐντέρων σῶμα κατακλείεται
10. πνεῦμα φυσῶδες· ὅταν δὲ καὶ ψυχρὸν ἱκανῶς ᾖ τοῦτο, μεγίστην
11. ὀδύνην παρέχει. θεραπεία δὲ κοινὴ μὲν ἁπάντων, ὡς
12. εἴρηται, διὰ λεπτομεροῦς οὐσίας· καὶ ὅταν γε μετ’ ὀδύνης ᾖ
13. τὸ πάθημα, τοιαύτης τὴν φύσιν ὡς πρᾳΰνειν τὰ ἀλγήματα
14. δύνασθαι. κατὰ δὲ τὴν τῶν πασχόντων μορίων διαφορὰν
15. ἥ θ’ ὕλη τῆς θεραπείας ὑπαλλάττεται καὶ ἡ δύναμις ἐπιτείνεται
16. καὶ ἀμβλύνεται. διὰ τοιοῦτον οὖν πνεῦμα τῆς ὀδύνης
17. γιγνομένης ἐν τῇ κάτω γαστρὶ, τὸ λεπτομερὲς ἔλαιον
18. ἐνιεὶς ἅμα τοῖς ἐναφηψημένοις αὐτῷ φαρμάκοις, αὐτίκα παύσεις
1. αὐτήν. τὰ δ’ ἐναφηψημένα τῷ ἐλαίῳ φάρμακα θερμαίνοντα
2. μετὰ λεπτομερείας ἔστω κύμινόν τε τὸ παρ’ ἡμῖν καὶ
3. μᾶλλον αὐτοῦ τὸ καλούμενον Αἰθιοπικὸν καὶ σελίνου καὶ
4. πετροσελίνου σπέρμα καὶ μαράθρου καὶ σίνωνος καὶ ἀνίσου
5. τε καὶ λιβυστικοῦ καὶ σεσέλεως καὶ δαύκου καὶ σπονδυλίου.
6. καὶ εἰ τεκμαίροιο ψυχρὰν εἶναι τὴν διάθεσιν τῶν ὀδυνωμένων
7. μορίων, καὶ πήγανον καὶ μάραθρον καὶ δαφνίδας ἐναφεψήσεις
8. καὶ μίξεις ἄσφαλτόν τε καὶ αὐτὸ τὸ δάφνινον, ὅσα
9. τ’ ἄλλα τῶν οὕτω θερμαινόντων ἐστίν. εἰ δὲ καὶ φλεγμονὴν
10. μεμίχθαι ταῖς τοιαύταις ὀδύναις ὑπολάβοις, ἀφαιρήσεις μὲν
11. τὰ δριμέα πάνυ καὶ θερμαίνοντα σφοδρῶς. ἐπὶ δὲ τὰ
12. μετρίως τοιαῦτα μεταβήσῃ χαλαστικὴν ἔχοντα δύναμιν. ἐναφεψήσεις
13. οὖν τῷ ἐλαίῳ τὸ ἄνηθον, οὐ τὸ πήγανον, καὶ
14. μίξεις στέαρ χήνειον ἢ ἀλεκτορίδος. ἀλλὰ ταῦτα μὲν ἐπὶ
15. μεγάλοις ἀλγήμασι. τὰ δὲ μέτρια καὶ ἡ ἔξωθεν ὤνησε πυρία,
16. μάλιστα μὲν διὰ κέγχρων, ἡ γὰρ κουφότης αὐτῶν ἀλυποτάτη
17. τοῖς ὀδυνωμένοις ἐστί. τούτων δὲ μὴ παρουσῶν
18. ἢ δι’ ἁλῶν θερμανθέντων ἢ δι’ ὠμόλινον ἢ ὁπωσοῦν ἄλλως.
1. καὶ σικύα δὲ μεγάλη μετὰ φλογὸς δαψιλοῦς ἄνευ τοῦ σχάσαι
2. τὸ δέρμα πολλάκις ἀνωδύνους διὰ ταχέων εἰργάσατο. χρὴ
3. δὲ περιλαμβάνειν αὐτὴν τὸν ὀμφαλόν. εἰ δ’ ἐπὶ τούτοις ἐπιμένοιεν
4. αἱ ὀδύναι, τολμήσεις χρήσασθαι τοῖς δι’ ὀπίου φαρμάκοις,
5. ὁποῖόν ἐστι καὶ τὸ τοῦ Ταρσέως Φίλωνος ἅπασι
6. τοῖς ἰατροῖς γινωσκόμενον, εἰδὼς μὲν ἐξ ἀνάγκης τινὰ βλάβην
7. τοῖς πεπονθόσι μορίοις ἐκ τῶν τοιούτων φαρμάκων ἐσομένην,
8. ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἐνιστάμενος αἱρήσῃ μετὰ
9. μικρᾶς βλάβης σῶσαι τὸν ἄνθρωπον ὑπὸ τοῦ τῆς ὀδύνης
10. μεγέθους συγκοπτόμενον. ἐξέσται γάρ σοι ταῖς ἑξῆς ἡμέραις
11. ἐπανορθώσασθαι τὴν γεγενημένην βλάβην ὑπὸ τοῦ φαρμάκου.
12. καλεῖται μὲν οὖν ἀνώδυνα φάρμακα τὰ τοιαῦτα τῷ παύειν
13. τὰς ὀδύνας. ἐργάζεται δὲ τὴν ἀνάπαυλαν αὐτῶν οὐ τὰς διαθέσεις
14. θεραπεύοντα τελέως, ἀλλὰ τὴν αἰσθητικὴν δύναμιν
15. ναρκοῦντα. χρῆσθαι δὲ προσήκει τῷ Φιλωνείῳ φαρμάκῳ καὶ
16. πᾶσι τοῖς δι’ ὀπίου σκευαζομένοις οὐκ εὐθέως, ἀλλὰ μετὰ
17. χρόνον τῆς συνθέσεως ἐνιαύσιον ἢ πάντως γε μῆνας ἕξ.
18. μάλιστα μὲν οὖν καὶ τάχιστα διὰ τῶν πινομένων φαρμάκων
1. οἱ κάμνοντες ἀνώδυνοι γίγνονται, πεπονθότων αὐτοῖς τῶν
2. λεπτῶν ἐντέρων, ὥσπερ γε καὶ διὰ τῶν ἐντιθεμένων τῇ ἕδρᾳ
3. ταχέως ὠφελοῦνται τὰ τῶν παχέων ἐντέρων παθήματα. γίνεται
4. δὲ οὐ σμικρὰ τῆς δυνάμεως διάδοσις κᾀκ τῶν πινομένων
5. τοῖς κάτω πεπονθόσι, κᾀκ τῶν ἐντιθεμένων τῇ ἕδρᾳ τοῖς τὰ
6. ἄνω πάσχουσιν. ἥ γε μὴν ἐν τοῖς σαρκώδεσι μέρεσι τοῦ φυσώδους
7. πνεύματος ἄθροισις ἔστιν ὅτε παντάπασιν
8. ἀνώδυνος γίνεται καὶ χρόνῳ παραμένει πλείονι καὶ μάλισθ’
9. ὅταν ἐγγὺς ᾖ διαρθρώσεως. ἐνταῦθα γάρ τοι καὶ οἱ μύες
10. αὐτοὶ νευρωδέστεροί τε καὶ πυκνότεροι καὶ σαρκωδέστεροί
11. τε καὶ ἀραιότεροι κατὰ τὰ μέσα σφῶν αὐτῶν. ἐθεράπευσα δὲ,
12. ὡς οἶσθα, τὰς τοιαύτας διαθέσεις τοῖς διὰ πίττης καὶ ῥητίνης
13. καὶ τερεβινθίνης καὶ στέατος λεοντείου καὶ ταυρείου φαρμάκοις.
14. ἁρμόζει δ’ ἐπ’ αὐτῶν καὶ τὸ διὰ γλοιοῦ καὶ τιτάνου καὶ
15. τὸ διὰ τοῦ συκομόρου, καὶ συνελόντι φάναι τὰ λεπτομερῆ
16. γενναίως, ἐπιμιγνυμένων αὐτοῖς τῶν μαλακτικῶν.

Cliquer un n° de page pour en afficher l’image