17. Ἐπειδὴ δὲ καὶ περὶ τούτων ἱκανῶς εἴρηται,
18. μεταβαίνειν καιρὸς ἐπὶ τὸν περὶ τῶν ἀποστημάτων λόγον.
19. ὀνομάζουσι δ’ οὕτω τὰς διαθέσεις ἐκείνας, ἐν αἷς ἀλλήλων
1. ἀφίσταται τὰ πρότερον ἀλλήλων ψαύοντα σώματα. χώραν
2. οὖν ἀναγκαῖον ἐν τῷ μεταξὺ γενέσθαι κενὴν, ἥτις ἤτοι πνευματώδη
3. τινὰ οὐσίαν ὑγρὰν ἢ ἐξ ἀμφοῖν σύνθετον περιέξει.
4. μεθίστανται δ’ εἰς τοῦτο καὶ τῶν φλεγμονῶν ἔνιαι, καὶ τῶν
5. ἐρυσιπελατωδῶν δὲ καὶ φλεγμονωδῶν οὐκ ὀλίγαι. συνίσταται
6. δὲ καὶ χωρὶς τούτων ἡ τῶν ἀποστημάτων διάθεσις ἐκ
7. περιουσίας μέν τινων ὑγρῶν ἢ πνευμάτων ἀτμωδῶν, ἤτοι δ’
8. ἐν αὐτοῖς τοῖς πάσχουσι σώμασιν ἐν μέσῳ γεννωμένων ἢ ἐξ
9. ἑτέρων ἐπιῤῥεόντων, λόγῳ τῶν καλουμένων ἀποσκημμάτων.
10. ὀνομάζουσι δ’ οὕτω τὰς διαθέσεις ἐκείνας, ὅταν χυμοί τινες
11. ἐνοχλοῦντες πρότερον ἑτέρῳ μορίῳ καταλιπόντες ἐκεῖνο εἰς
12. ἕτερον μεταστῶσιν. ὅτῳ δ’ ἂν τρόπῳ γένηται διάθεσις ἀποστήματος,
13. ἡ μεταξὺ χώρα τῶν ἀφισταμένων σωμάτων πληροῦται
14. τῶν ἐργαζομένων αὐτὴν ὑγρῶν. ἅπερ ἐνίοτε χρονίζοντα
15. πολυειδῶς ἀλλοιώσεις ἴσχει. καὶ γὰρ λίθοις καὶ ψάμμοις
16. καὶ ὀστράκοις τε καὶ ξύλοις, ἄνθραξί τε καὶ πηλῷ καὶ
17. γλοιῷ καὶ ἀμοργῇ καὶ τρυγὶ καὶ πολλοῖς ἄλλοις τοιούτοις
18. εὕρηται πολλάκις, ἐν ἀποστήμασιν ὅμοια περιεχόμενα σώματα.
1. τῶν μὲν οὖν ἐπιπολῆς ὑπὸ τῷ δέρματι συνισταμένων ἥ τε
2. διάγνωσις ῥᾴστη καὶ ἡ ἴασις οὐ χαλεπή. διαγιγνώσκεται μὲν
3. γὰρ ἑτοίμως τῇ τῆς ἁφῆς ἰδιότητι. θεραπεύεται δὲ διὰ τῶν
4. ἔξωθεν ἐπιτιθεμένων φαρμάκων, διὸ οὐ δεόμεθα τῶν πινομένων,
5. ὥσπερ ὅσα διὰ βάθους καὶ μάλιστα κατὰ σπλάγχνα
6. συνίσταται. κατὰ μὲν οὖν τὰς διαγνώσεις εἴκει τοῖς ἐπερειδομένοις
7. δακτύλοις τὰ ἐκπυΐσκοντα, τὴν ἀντιτυπίαν οὐκ ἔχοντα
8. τῶν φλεγμαινόντων μορίων. τὴν διάγνωσιν οὖν παρέχει σαφῆ.
9. ἰδιότης δὲ τῆς ἕξεως ἑτέρα μέν ἐστιν ἐπὶ λεπτοῖς ὑγροῖς, ἑτέρα
10. δ’ ἐπὶ παχέσι, καθάπερ γε καὶ ἐπὶ γλίσχρῳ καὶ μυξώδει χυμῷ.
11. πολλάκις δ’ ἡμῖν ὑποπίπτει μετὰ τάσεως πνευματώδους ἀφεστός
12. τι μόριον, οὗ διαιρεθέντος εὑρέθη θρόμβος αἵματος,
13. ὥστε καὶ ὅστις ἐθεάσατο δὶς ἢ τρίς που τοιαύτην διάθεσιν,
14. ἐὰν φιλόπονος ᾖ καὶ μνήμων, ἱκανὸς ἔσται διαγινώσκειν ἐν
15. τοῖς τοιούτοις ὄγκοις περιεχόμενον θρόμβον ἐκ τοῦ παραθέσθαι
16. τῇ μνήμῃ τὴν ἰδιότητα τῆς τάσεως καὶ τῆς εἴξεως. ἴσως
17. δ’ ἄμεινόν ἐστιν οὐκ ἰδιότητα λέγειν, ἀλλὰ ποσότητα τάσεώς
18. τε καὶ εἴξεως. ἡ θεραπεία δὲ τῶν ἐπιπολῆς φλεγμονῶν ἀφισταμένων
1. ἀρχομένης μὲν ἔτι τῆς ἀποστάσεως διὰ τῆς ἀνωδύνου
2. τε καὶ χαλαστικῆς ἀγωγῆς, ἤδη δὲ προηκούσης ἐπὶ τὴν
3. πεπτικήν τε καὶ διαπυητικὴν ἰδίως ὀνομαζομένην μεταβαινόντων
4. γίνεται· λέλεκται δὲ περὶ αὐτῆς, ὥσπερ οὖν καὶ περὶ
5. τῶν ἄλλων τοιούτων, ἐν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν
6. φαρμάκων δυνάμεως συντάγματι. ὕδατί τε οὖν ἐπὶ πλεῖον
7. καταντλεῖν προσήκει, καταχέοντας ἔλαιον θερμὸν τοῦ
8. φλεγμαίνοντος μορίου καὶ καταπλάττειν τῷ τῶν πυρῶν ἀλεύρῳ
9. δι’ ὕδατος καὶ ἐλαίου συμμέτρως ἕψοντας· θᾶττον γὰρ ἄγει
10. πρὸς διαπύησιν τοῦτο τοῦ δι’ ἄρτου καταπλάσματος. ἐκεῖνο
11. μὲν γὰρ διαφορητικώτατόν ἐστιν, ὡς ἂν ἁλῶν τε καὶ ζύμης
12. ἔχον, ὠπτημένον τε καλῶς. οὐδὲν δ’ ὑπάρχει τούτων τῷ δι’
13. ἀλεύρου πυρίνου. καὶ ὅταν γε τὴν ἀρχομένην ἐκπυΐσκεσθαι
14. φλεγμονὴν θεραπεύων ἐλπίσῃς κωλῦσαι τὴν ἐκπύησιν, ἐπὶ
15. πλεῖστον ἕψε τὸν ἄρτον, ἐλαίῳ δηλονότι καὶ ὕδατι φυράσας·
16. πολλαπλάσιον δ’ ἔστω τὸ ὕδωρ τοῦ ἐλαίου. μᾶλλον δ’ ἔτι
17. τούτου κωλύει τὴν ἐκπύησιν τὸ τῶν κριθῶν ἄλευρον
18. ὁμοίως σκευαζόμενον. τὸ δ’ ἐν τῇ θεραπείᾳ ταύτῃ καταντλούμενον
1. ὕδωρ ἡψημένην ἐχέτω μετ’ αὐτοῦ ῥίζαν ἀλθαίας.
2. εἰ δὲ τάσις εἴη τοῦ περὶ τὸ φλεγμαῖνον μόριον δέρματος ἰσχυρὰ,
3. σχάζειν αὐτοῦ δεῖ πολλάκις ἐπιπολαίαις ἀμυχαῖς· καὶ μετὰ
4. ταῦτα τὸ κρίθινον ἄλευρον ἕψοντας, ὡς εἴρηται, καταπλάττειν.
5. ἐπειράθην δὲ πολλάκις ἐπιπολῆς τε καὶ πάνυ λεπτῶν
6. ἀμυχῶν· ἔμπαλιν δὲ ταύταις διὰ βάθους ἑτέρων μεγάλων·
7. καὶ τρίτων ἄλλων μεταξὺ τῶν εἰρημένων ἐν μήκει τε καὶ
8. βάθει. αἱ μὲν οὖν ἐπιπολῆς ἀσθενῆ τὴν βοήθειαν εἶχον. αἱ
9. δὲ βαθεῖαί τε καὶ μακραὶ πλεῖστον μὲν ἐκένουν τοῦ αἵματος,
10. ὡς ἐγγὺς ἀφικνεῖσθαι λειποθυμίας· αὗται δὲ πάλιν ἰδίας
11. ἐδέοντο θεραπείας, ὥσπερ τραύματα. τὰς διὰ μέσου δ’ αὐτῶν
12. ἀμφοτέρων ἔξω τῶν εἰρημένων ἀτόπων καθεστηκυίας εὗρον
13. ἀεί· καὶ διὰ τοῦτο χρῆσθαι μᾶλλον εἱλόμην αὐταῖς πρὸ τῶν
14. ἄλλων. ἐφ’ ὧν μέν τοι δυσεκπύητός τε καὶ δυσδιαφόρητος ὁ
15. ὄγκος ἐστὶ, τοὺς ἐσφηνωμένους χωμοὺς ἡγητέον εἶναι παχυτέρους
16. τε καὶ γλισχροτέρους. ἐν δὲ ταῖς τοιαύταις διαθέσεσι
17. μόναις ἐπιτήδειός ἐστιν ἡ διὰ τῶν βαθέων ἀμυχῶν ἴασις, ἐπιτήδειον
18. δὲ καὶ τὸ διὰ τῶν ἡψημένων ἰσχάδων κατάπλασμα.
1. χρὴ δ’ οὐκ αὐτὰς ἰσχάδας λαμβάνειν, ἀλλὰ τὸ ὕδωρ ἐν ᾧ διετάκησαν
2. ἡψημέναι. προσήκει δὲ δηλονότι γλυκείας τε καὶ
3. λιπαρὰς τὰς ἰσχάδας εἶναι, ὡς ἐν αὐταῖς ἔχειν ὑγρότητα παραπλησίαν
4. μέλιτι· καὶ εἰ τοιαύτας λαβὼν ἑψήσειας ἄχρι πλείστου,
5. τὸ ἀφέψημα μέλιτι λεπτῷ κατὰ τὴν σύστασιν ἔσται
6. παραπλήσιον. τούτῳ τοιγαροῦν τῷ ὕδατι ποτὲ μὲν κρίθινον
7. ἄλευρον ἀναδεύειν προσήκει, ποτὲ δ’ ἄρτον συγκόμιστον·
8. ὀνομάζουσι δ’ οὕτω τὸν μέσον τοῦ τε ἀκριβῶς καθαροῦ καὶ
9. τοῦ πιτυρίτου καλουμένου. προσαγορεύουσι δ’ ἔνιοι τὸν
10. τοιοῦτον ἄρτον αὐτόπυρον· ἐπειδὴ τοῦ μὲν καθαροῦ τὸ ἄλευρον,
11. οὐχ οἷόν πέρ ἐστι τῇ φύσει, τοιοῦτον εἰς τὴν ἀρτοποιΐαν
12. λαμβάνουσιν, ἀλλὰ προδιαττῶντες ἀποκρίνουσι τὸ πίτυρον.
13. ἔμπαλιν δὲ τοῦ πιτυρίτου προαφαιροῦσι τὸ καθαρώτατον. ὁ
14. δ’ αὐτόπυρος ἄρτος, οἷον περιέχει τὸ ἄλευρον, ὁ πυρὸς αὐτοφυῶς
15. τοιοῦτον φυλάττει. χρὴ δὲ καὶ τὸν πυρὸν αὐτὸν, ἐξ
16. οὗπερ τὸ ἄλευρον λαμβάνεται, τῶν εὐγενῶν ὀνομαζομένων
17. εἶναι. τινὲς μὲν γὰρ πυροὶ πλεῖστον ἐν ἑαυτοῖς ἔχουσι τὸ
18. πίτυρον, οὓς δὴ καὶ ἀγενεῖς ὀνομάζουσιν· ἔνιοι δὲ τὴν σεμίδαλιν,
19. οὓς, ὡς ἔφην, εὐγενεῖς προσαγορεύουσιν. οὔκουν χρὴ
1. πιτυρίαν εἶναι τὸν πυρὸν, ἐξ οὗπερ χρήσιμον εἰς τὸ κατάπλασμα
2. λαμβάνομεν ἄλευρον, ἀλλ’ ὡς εἴρηται τῶν πολλὴν
3. ἐχόντων σεμίδαλιν. εἰ δ’ ἐξ ἀγενοῦς σίτου λαμβάνοις τὸ ἄλευρον,
4. ἀποκρίνειν αὐτοῦ χρὴ μέρος τι τοῦ πιτύρου καὶ οὕτω
5. τὸν μέσον ἄρτον ἐργάζεσθαι· τοῦ τοιούτου τοίνυν ἄρτου τὸ
6. μέσον καὶ ἁπαλὸν εἰς τὰ καταπλάσματα μιγνύναι, ὅταν ὡς
7. ἔφην ἐν τῷ μέσῳ κατὰ δύναμιν ἀλεύρου κριθίνου τε καὶ
8. πυρίνου βουληθῇς ποιῆσαι τὸ κατάπλασμα. τὸ μὲν γὰρ πύρινον
9. ἄλευρον ἐκπυητικώτατόν ἐστι καὶ πεπτικώτατον· τὸ δὲ
10. κρίθινον διαφορητικώτατον. ὁ δ’ εἰρημένος ἄρτος ἐν τῷ
11. μεταξὺ τούτων, ὥσπερ γε καὶ τὸ ἄλευρον αὐτοῦ τῶν εἰρημένων
12. ἀλεύρων πυρίνων μεταξύ. πρὸς ταῦτ’ οὖν ἀποβλέπων
13. καὶ τῷ τῶν ἰσχάδων ἀφεψήματι μίγνυε, ὅ τι περ ἂν
14. ἁρμόττειν σοι δοκῇ τῶν ἀλεύρων ἢ τῶν ἄρτων. εἰ δὲ διαφοροῖτο
15. μὲν ὁ ὄγκος, ἐλλιπέστερον δ’ ἢ προσῆκε, συνέψειν χρὴ
16. ταῖς ἰσχάσιν ὕσσωπον ἢ ὀρίγανον. εἰ δὲ ἰσχυρότερόν ποτε
17. ξηρᾶναι βουληθείης τὸν ὄγκον, ἅλας ἐπιβάλλειν τῷ ἀφεψήματι·
18. κᾄπειθ’ οὕτως ἀναδεύσαντας αὐτῷ τὸ τῶν κριθῶν
19. ἄλευρον, ἀφαιρήσαντας δὲ καὶ τούτων τὸ πιτυρῶδες πᾶν,
1. οὕτω καταπλάττειν ἐπὶ πλέον ἕψοντας. ἐπί γε μὴν τῶν
2. δυσδιαφορήτων ὄγκων εὐλαβητέον ἐστὶ τὸ λείψανον αὐτῶν
3. γενέσθαι σκιῤῥῶδες. ὥστε καὶ προσέχειν χρὴ τὸν νοῦν ἀκριβῶς
4. ἐφ’ ἑκάστης λύσεως, ἐφ’ ὅ τι μεθίσταται τῶν θεραπευομένων
5. ὄγκων ἕκαστος· ἡ γὰρ διὰ τῶν ξηραινόντων ἰσχυρῶς ἀγωγὴ
6. σκιῤῥῶδες αὐτῶν τὸ κατάλοιπον ἐργάζεται· γνώσῃ δὲ τοῦτο
7. καθ’ ἑκάστην λύσιν, ἁπτόμενος τοῦ πεπονθότος μορίου καὶ
8. παραβάλλων τῷ πρόσθεν ὄντι τὸ νῦν φαινόμενον. ἐὰν οὖν
9. ποτε τοιαύτην ὑποψίαν ἔχῃς, ἐναφεψεῖν τῷ ὕδατι σικύου
10. ἀγρίου ῥίζαν ἢ βρυωνίας ἢ ἀσάρου, πολλάκις μὲν καὶ αὐτῶν
11. μόνων, ἐνίοτε δὲ καὶ τῶν λιπαρῶν ἰσχάδων ἐπεμβάλλων·
12. εἶτα τῷ ὕδατι μιγνύειν τὸ ἄλευρον, ἀναμιγνύντα τι καὶ στέατος
13. αὐτῷ χηνὸς μάλιστα ἢ ἀλεκτορίδος· εἰ δ’ οὐκ ἔχεις ταῦτα,
14. τοῦ γε τῶν συῶν. καὶ αὗται δ’ αἱ ῥίζαι τῶν προειρημένων
15. βοτανῶν καὶ πρὸς αὐταῖς τῆς ἀλθαίας μετὰ τὴν σύμμετρον
16. ἀφέψησιν λειούμεναι σὺν ἄρτῳ τε καὶ στέατι τοὺς τοιούτους
17. ὄγκους διαφοροῦσιν. ἰσχυροτέρα δὲ τούτων ἐστὶν ἡ τοῦ δρακοντίου·
18. καὶ εἴποτε βουληθείης χρῆσθαι αὐτῇ λεπτομερεστέρᾳ
1. τε πολὺ τῶν εἰρημένων οὔσῃ καὶ διαφορητικωτέρᾳ, μίγνυε
2. πάντως τὸ στέαρ· εἰ μὴ γὰρ ὑγραίνοις τε καὶ μαλάττοις τοὺς
3. σκιῤῥουμένους ὄγκους, ἀλλὰ διαφοροίης μόνον ἰσχυροτέροις
4. φαρμάκοις, ἐν μὲν ταῖς πρώταις ἡμέραις ἀξιολόγως αὐτοὺς
5. καθαιρήσεις, ἅμα τῷ σκληρύνειν τὸ καταλειπόμενον· αὐτὸ
6. δὲ τοῦτο σκληρυνθὲν ἔσται δύσλυτον. ἄμεινον οὖν, ὡς ἔφην,
7. τοῖς διαφοροῦσιν ἰσχυρῶς φαρμάκοις ἀναμιγνύναι τὰ μαλάττοντα,
8. τὴν εἰς σκίῤῥον μετάπτωσιν αὐτῶν εὐλαβούμενον· καὶ
9. αὐτῶν δὲ τῶν σκιῤῥουμένων ἤδη τῆς θεραπείας τὸν τρόπον
10. ἔμπροσθεν ἤκουσας. αὖθις οὖν ἐπὶ τοὺς ἐκπυϊσκομένους ὄγκους
11. ἴωμεν· οὓς ὅταν ἀπογνῷς διαφορῆσαι, τοῖς διὰ τοῦ πυρίνου
12. ἀλεύρου καταπλάσμασι χρῶ. συλλαμβάνουσι γὰρ ἱκανῶς τῷ
13. τάχει τῆς ἐκπυήσεως. ἔπειτα στομώσας ἐὰν μὲν ἀκριβῶς ᾖ τὰ
14. πέριξ τῆς τομῆς ἀφλέγμαντα, τοῖς ἐμπλάστοις φαρμάκοις
15. θεράπευε. ξηραντικὴ δ’ αὐτῶν ἡ δυνάμις καὶ ἄδηκτος ἔστω,
16. μὴ διὰ τῶν στυφόντων συγκειμένη φαρμάκων, ἀλλ’ ἤτοι τῶν
17. ἀλύπως διαφορούντων μόνον ἢ καί τι βραχὺ στύψεως ἐχόντων.
18. ἐχρησάμην δ’ ἐγὼ πολλάκις ἐπὶ τῶν τοιούτων τῷ διὰ
1. τῆς ζύμης καὶ τῶν κεκαυμένων ὀστρέων. εἰ δέ τι τῶν πέριξ
2. τῆς τομῆς φλεγμαίνοι, τῷ διὰ τῆς χαλκίτεως ἐλαίῳ
3. τήξας, ὅταν ἀτρέμα ψυχθῇ, κατακεράσας εἰς θυείαν, μαλάττων
4. τε ταῖς χερσὶ καὶ οἶνον παραχέων, ὡς οἶσθα. πολυχρηστότατον
5. δ’ ἐστὶ τοῦτό μοι τὸ φάρμακον, ὡς ἐν
6. τοῖς περὶ συνθέσεως φαρμάκων ὑπομνήμασι λέλεκται. γενήσεται
7. δ’ ἂν θεὸς ἐθέλῃ καὶ περὶ τῶν κατὰ τὰ μόρια
8. παθῶν πραγματεία· καθ’ ἣν τάς τε δυνάμεις ἁπάντων τῶν
9. συνηθῶν μοι φαρμάκων ἀκριβῶς ἐξηγήσασθαι πειράσομαι
10. καὶ τὴν ἐπιτήδειον ὑφηγήσασθαι χρῆσιν. ἀλλὰ σύ γε τούτων
11. ἤδη τῶν φαρμάκων, ὧν ἐμνημόνευσα κατὰ τὸ βιβλίον
12. τοῦτο, τὰς συμμετρίας τε καὶ σκευασίας ἔχεις παρ’ ἡμῶν
13. λαβών. ὅταν γε μὴν ἐπὶ πλέον ἐκτακῇ τὸ δέρμα κατὰ
14. τὰς ἐκπυήσεις, ὡς ῥακῶδες γενέσθαι, δυσκόλλητον ἀποτελεῖται
15. τοῖς ὑποκειμένοις σώμασιν· ὥστ’ ἀναγκαῖον
16. εἶναι, τῇ καλουμένῃ κατὰ πλάτος ἀγωγῇ θεραπεύεσθαι τὸ
17. ἕλκος.
⟨
(Ad Glauc. de med. meth.) [n° 070 Fichtner] [GalLat]
Ad Glauconem de medendi methodo
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
Ad Glauconem de medendi methodo, 1826, vol. 11, p. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
Daremberg, 1854 (fra); Johnston, 2016 (eng).
Ad Glauconem de medendi methodo, 2.9, ed. Kühn, 1826, vol. 11, p. 115-124. urn:cts:greekLit:tlg0057.tlg067.1st1K-grc1:2.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩