18. Ἡ δ’ αἰτία δι’ ἣν οὐκ ἐχρῆτο φλεβοτομίᾳ,
19. τὸ μὲν ἀληθέστατον φάναι, τάχ’ ἄν τῳ δόξειε μαντείας δεῖσθαι.
1. τί γὰρ ἄν τις εἰδείη πῶς Ἐρασίστρατος ἐγίνωσκεν
2. ὑπὲρ ὧν αὐτὸς οὐδὲν ἐμνημόνευσε διεξοδικῶς; ὅμως δ’ οὖν
3. ἐτόλμησάν τινες ἀπομαντεύσασθαι τῆς γνώμης αὐτοῦ. κατάφωροι
4. δ’ εἰσὶν ἁμαρτάνοντες οὐχ ἥκιστα ἐξ ὧν πρὸς ἀλλήλους
5. διαφέρονται. δοκεῖ γὰρ αὐτῶν οὐδενὶ τὰ αὐτὰ, καὶ τὸ
6. πάντων δεινότατον, ὅτι μηδ’ αὐτοῖς τοῖς συμφοιτηταῖς μὲν
7. τοῦ Ἐρασιστράτου, μαθηταῖς δὲ Χρυσίππου τοῦ Κνιδίου,
8. οὗπερ δὴ πρώτου τὸ δόγμα τοῦτ’ ἦν, μὴ χρῆσθαι φλεβοτομίᾳ·
9. οὐδὲ γὰρ ἐκείνοις ὁμολογεῖται περὶ τῆς Χρυσίππου
10. γνώμης οὐδέν. ἀλλὰ τὰ μὲν ὑπό τε Ἀποιμάντου καὶ Στράτωνος
11. εἰρημένα καταγέλαστα. καὶ γὰρ τὸ σχάσαι τὴν
12. φλέβα δύσκολον εἶναί φασιν καὶ τὸ διαγνῶναι καὶ τὸ διαιρῆσαι
13. τὴν ἀρτηρίαν αὐτὴν, μετὰ δ’ ἐν τούτῳ κακὸν ἀποβαίνει,
14. εἰ ἀντὶ φλεβὸς ἀρτηρίαν διαιρεῖσθαι συμβαίνει· καὶ ὅτι δείσας
15. τις ἔθανεν, ὁ μὲν καὶ πρὸ τοῦ τμηθῆναι τὸ ἀγγεῖον, ὁ δὲ καὶ
16. τμηθεὶς οὐκ ἀνεκομίσθη· καὶ ὅτι ἡμοῤῥάγησέ τις ἀνεπισχέτως·
17. τὰ δ’ ὑφ’ ἑτέρων λεγόμενα, τῶν μὲν, ὅτι τοῦ μέτρου τῆς
1. κενώσεως ἐστοχάσθαι χαλεπὸν, ὥστε ἀναγκαῖον ἢ ἐνδεῶς
2. κενώσαντι μηδὲν εἶναι πλέον ἢ τὸ σύμμετρον ὑπερβαλόντι
3. μεγίστην ἀκολουθῆσαι βλάβην. τί γὰρ ἂν ἀποδέοι, φασὶ, σφαγῆς
4. ἄμετρος φλεβοτομία; τῶν δὲ, ὅτι παρέμπτωσις τοῦ
5. πνεύματος ἐκ τῶν ἀρτηριῶν εἰς τὰς φλέβας γένοιτ’ ἂν, ἀκολουθήσει
6. γὰρ ἐξ ἀνάγκης κατὰ τὰς συναναστομώσεις τοῦ αἵματος
7. κενουμένου τὸ πνεῦμα· τῶν δ’, ὅτι τοῦ πάθους τῆς
8. φλεγμονῆς ἐν ἀρτηρίαις συνισταμένου, περιττὸν ἐκκενοῦν
9. τὰς φλέβας. τὰ δὲ τοιαῦτα κᾂν εἴ τινι ἔδοξεν εἶναι πιθανὰ,
10. κατά γε τὴν ἀλήθειαν αὐτὴν οὔτε πιθανὸν οὐδὲν ἔχει καὶ
11. ψευδῆ φανερῶς ἐστι· πολλῷ γὰρ ἂν ἦσαν πιθανώτεροι ταῦτα
12. λέγοντες ἅπερ ἑτέροις τισὶν ἐκ τῆς τῶν χυμῶν φύσεως ὁρμωμένοις
13. εἴρηται. καὶ τάχ’ ἂν ἴσως καὶ δέοιτό τις πρὸς ἐκείνους
14. λόγου πλείονος, ἀλλ’ οὐ νῦν καιρός· εἰς μακρόν τε γὰρ οὕτω
15. λόγον μῆκος ἐκπεσεῖν ἀνάγκη, καὶ ἄλλως οὐδὲν κατεπείγει τὰ
16. μήθ’ ὑπ’ Ἐρασιστράτου μήθ’ ὑπ’ ἄλλου τινὸς τῶν Χρυσίππου
17. μαθητῶν εἰρημένα νῦν ἐπιχειρεῖν ἐξελέγχειν.
⟨
(De venae sect. adv. Erasistr.) [n° 071 Fichtner]
De venae sectione adversus Erasistratum
Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Saignée contre Érasistrate
Bloodletting, against Erasistrateus (Ven. Sect. Er.)
De venae sectione adversus Erasistratum, 1826, vol. 11, p. 147-186. urn:cts:greekLit:tlg0057.tlg068.verbatim-lat1
Brain, 1986 (eng).
De venae sectione adversus Erasistratum, 2, ed. Kühn, 1826, vol. 11, p. 150-152. urn:cts:greekLit:tlg0057.tlg068.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩