Galenus. De venae sectione adversus Erasistratum (De venae sect. adv. Erasistr.) [n° 071 Fichtner]

Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Saignée contre Érasistrate
Bloodletting, against Erasistrateus (Ven. Sect. Er.)
De venae sectione adversus Erasistratum, 1826, vol. 11, p. 147-186. urn:cts:greekLit:tlg0057.tlg068.verbatim-lat1
Brain, 1986 (eng).

De venae sectione adversus Erasistratum, 3, ed. Kühn, 1826, vol. 11, p. 152-156. urn:cts:greekLit:tlg0057.tlg068.1st1K-grc1:3

18. Ἄριστα οὖν μοι δοκῶ διαθέσθαι τὸν
1. λόγον, εἰ τἄλλα παραλιπὼν ἀπ’ αὐτῶν ἀρξαίμην τῶν Ἐρασιστράτῳ
2. δοκούντων· εἰρήσεται δ’ ὡς ἔνι μάλιστα διὰ βραχυτάτων.
3. ἀρέσκει δὲ αὐτῷ πνεύματος μὲν ἀγγεῖον εἶναι τὴν
4. ἀρτηρίαν, αἵματος δὲ τὴν φλέβα· σχιζόμενα δ’ ἀεὶ τὰ μείζω
5. τῶν ἀγγείων εἰς ἐλάττονα μὲν τὸ μέγεθος, ἀριθμὸν δὲ πλείω
6. καὶ πάντῃ τοῦ σώματος ἐνεχθέντα, μηδένα γὰρ εἶναι τόπον
7. ἔνθα μὴ πέρας ἀγγείου κείμενον ὑπάρχει, εἰς οὕτω σμικρὰ
8. πέρατα τελευτᾷν, ὥστε τῇ μύσει τῶν ἐσχάτων στομάτων κρατούμενον
9. ἐντὸς αὐτῶν ἴσχεσθαι τὸ αἷμα· καὶ διὰ τοῦτο καίτοι
10. παρακειμένων ἀλλήλοις τοῦ στόματος τοῦ τε τῆς φλεβὸς
11. καὶ τῆς ἀρτηρίας, ἐν τοῖς ἰδίοις ὅροις μένειν τὸ αἷμα μηδαμόθι
12. τοῖς τοῦ πνεύματος ἐπεμβαῖνον ἀγγείοις. μέχρι μὲν δὴ
13. τοῦδε νόμῳ φύσεως διοικεῖσθαι τὸ ζῶον· ἐπεὶ δέ τις αἰτία
14. βίαιος ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τὸ αἷμα μεταχθῆναι,
15. αὐτὸ νοσεῖν ἀναγκαῖον ἤδη. αἰτίας δὲ καὶ ἄλλας τινὰς καὶ
16. οὐδεμιᾶς ἐλάττω τὸ πλῆθος εἶναι τοῦ αἵματος, ὑφ’ οὗ διατείνεσθαι
17. μὲν τὸν χιτῶνα τῆς φλεβὸς, ἀναστομοῦσθαι δὲ τὰ
18. πρότερον μεμυκότα πέρατα, μεταχεῖσθαι δὲ εἰς τὰς ἀρτηρίας
19. τὸ αἷμα, κᾀντεῦθεν τῷ παρὰ καρδίας φερομένῳ πνεύματι
1. προσκόπτον καὶ ἐνιστάμενον, ἀλλοιοῦντι τὴν ἐκείνου κίνησιν,
2. ἡνίκ’ ἂν ἐγγὺς ᾖ καὶ κατ’ εὐθὺ τῆς ἀρχῆς καὶ τοῦτ’ εἶναι τὸν
3. πυρετόν· ὠθούμενόν τε ὑπ’ αὐτοῦ πρόσω σφηνοῦσθαι κατὰ
4. τὰ πέρατα τῶν ἀρτηριῶν καὶ τοῦτ’ εἶναι τὴν φλεγμονήν.
5. οὕτω μὲν ἐπὶ πλήθει φλεγμονὴν ἐργάζεται τῷ λόγῳ τῷδε, ἐπὶ
6. τραύμασι δὲ φλεγμονὴν αἰτιᾶται μὲν, κᾀνταῦθα τὴν παρέμπτωσιν
7. ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τοῦ αἵματος, αὐτῆς
8. δὲ τῆς παρεμπτώσεως αἰτίαν εἶναί φησι τὴν πρὸς τὸ κενούμενον
9. ἀκολουθίαν. ὅταν γὰρ τῶν ἐν τῷ τετρωμένῳ μέρει
10. διαιρεθεισῶν ἀρτηριῶν ἐκχυθῇ, κατὰ τὴν τρῶσιν ἅπαν τὸ
11. πνεῦμα καὶ κίνδυνος ᾖ κενὸν γενέσθαι τόπον, ἕπεσθαι
12. κατὰ τὰς συναναστομώσεις τὸ αἷμα, τοῦ κενουμένου πνεύματος
13. τὴν βάσιν ἀναπληροῦντος· ἀνεωγότος μὲν οὖν τοῦ πνεύματος
14. ἐκχεῖσθαι, κλεισθέντος δὲ καὶ μύσαντος ἔνδον ὠθούμενον
15. ὑπὸ τοῦ παρὰ καρδίαν ἐπιπεμπομένου πνεύματος
16. ἀθροίζεσθαι πάλιν ἅπαν ἐν τοῖς περὶ τὸ τραῦμα τόποις, καὶ
17. τὴν φλεγμονὴν οὕτως ἐργάζεσθαι. ἄγε δὴ, συγχωρήσομεν γὰρ
18. αὐτὸν κατά γε τὸ παρὸν ἀληθεύειν ἅπαντα περί τε πυρετοὺς
19. καὶ φλεγμονὰς, καίτοι γ’ ὅτι μηδὲν αὐτῶν ἀληθές ἐστιν ἐν
1. ἑτέροις ἀπεδείξαμεν, ἐφεξῆς ἡμᾶς διδαξάτω τὰ ἰάματα. φησὶ
2. γοῦν αὐτὸς ἔν τε ἄλλοις πολλοῖς, κᾀν τῷ τρίτῳ περὶ πυρετῶν
3. κατὰ λέξιν οὕτω· περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ
4. τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν
5. ῥοφημάτων· καὶ γίνονται ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς
6. ποιοῦσαι τῶν φλεγμονῶν διὰ πληθώραν. διδομένων οὖν
7. ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ τῆς πέψεως καὶ
8. ἀναδόσεως τὰς καθ’ αὑτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουμένων
9. τῶν ἀγγείων τῆς τροφῆς, ἐπὶ πλέον τε ἰσχυροτέρας συμβήσεται
10. τὰς φλεγμονὰς γίνεσθαι. ταῦτα μὲν ὑπὲρ τῶν περὶ
11. πλήθει χωρὶς τραύματος γιγνομένων φλεγμονῶν· ὑπὲρ δὲ τῶν
12. ἐπὶ τραύμασιν ἐν πρώτῳ πάλιν περὶ πυρετῶν ὧδέ πώς φησιν.
13. ἀκόλουθοι δὲ καὶ θεραπεῖαι τούτοις εἰς τὸ ἀφλέγμαντα
14. πάντα γίνεσθαι τὰ τραύματα· καὶ τῶν φαρμάκων τὰ μὲν
15. περιχριόμενα ἐπὶ τοὺς ὑγιεῖς τόπους ἀποστύφοντα καὶ μύοντα
16. κωλύει τὴν συνίωσιν τοῦ ἄνωθεν κεχυμένου αἵματος ἐπὶ τοὺς
17. διῃρημένους τόπους γίνεσθαι. ἐν δὲ τοῖς ἀπαθέσι τόποις πολλῶν
18. ἀνεστομωμένων ἀρτηριῶν τε καὶ φλεβῶν εἰς τοὺς αὐτοὺς
19. τόπους μετάληψις γίνεται εἰς τὰς φλέβας τοῦ παρεμπεπτωκότος
1. αἵματος εἰς τὰς ἀρτηρίας. εἶτα ἐφεξῆς πάλιν ἀκόλουθον τούτοις
2. καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ
3. τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες τῆς
4. τροφῆς ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα εἰς τὰς
5. ἀρτηρίας. τούτου δὲ συμβαίνοντος ἧττον αἱ φλεγμοναὶ
6. ἔσονται. οὐκοῦν ὅτι μὲν χρὴ κενῶσαι τὸ πλῆθος καὶ ὅτι δέξασθαι
7. πάλιν εἰς ἑαυτὰς αἱ φλέβες οὐκ ἂν δύναιντο τὸ αἷμα
8. μεσταὶ τυγχάνουσαι καὶ διατεταμέναι, συμφωνεῖται τοῦτό γε
9. καὶ αὐτῷ τῷ Ἐρασιστράτῳ. τὸ δὲ ὅτῳ χρὴ τρόπῳ κενῶσαι
10. αὐτὰς τὸ ἀμφισβητούμενόν ἐστιν.

Cliquer un n° de page pour en afficher l’image