Galenus. De venae sectione adversus Erasistratum (De venae sect. adv. Erasistr.) [n° 071 Fichtner]

Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Saignée contre Érasistrate
Bloodletting, against Erasistrateus (Ven. Sect. Er.)
De venae sectione adversus Erasistratum, 1826, vol. 11, p. 147-186. urn:cts:greekLit:tlg0057.tlg068.verbatim-lat1
Brain, 1986 (eng).

De venae sectione adversus Erasistratum, 4, ed. Kühn, 1826, vol. 11, p. 156-161. urn:cts:greekLit:tlg0057.tlg068.1st1K-grc1:4

11. Ἐγὼ μὲν οὖν ᾤμην, ἐπειδὴ ἅπαξ τὸ κενούμενον
12. ὡμολόγηται, ῥᾷστόν τε ἤδη καὶ ἑτοιμότατόν ἐστιν
13. τεμεῖν τὴν φλέβα· καὶ γὰρ ἂν τάχιστα οὕτω καὶ αὐτὰς μόνας
14. τὰς φλεγμονὰς ἐξεκενώσαμεν, ὡς αἵ γε ἀσιτίαι πρὸς τῷ χρόνου
15. δεῖσθαι μακροῦ καὶ ὅλην τὴν ἕξιν κενοῦσιν ὁμοίως· τὸ
16. δὲ οὐ χρή. τί γὰρ ἄν τις κενοίη τὸ μὴ δεόμενον κενώσεως ἢ
17. τί τὰς σάρκας ἐκτήκοι, παρὸν ἀποχεῖν τοῦ αἵματος; ἵνα
18. τἄλλα ὅσα ταῖς μακραῖς ἀσιτίαις ἐξ ἀνάγκης ἕπεται κακὰ παραλείπω, 
1. τήν τε δύναμιν κάμνουσαν καὶ τοὺς χυμοὺς ἐπὶ τὸ
2. χολῶδες καὶ πικρὸν τρεπομένους καὶ καρδιωγμοὺς πολλοὺς
3. καὶ ἄσην καὶ διαχώρημα ἰσχόμενον, καὶ πάνθ’ ἁπλῶς τὰ
4. περιττώματα δριμύτερα γιγνόμενα, ὧν οὐδὲν ὁ Ἐρασίστρατος
5. ἰδὼν, ὥσπερ οἱ τυφλοὶ, λείας ὁδοῦ καὶ πλατείας καὶ
6. εὐθείας ἐγγὺς οὔσης πολλάκις στενὴν καὶ τραχεῖαν καὶ
7. μακρὰν ἑλόμενοι περιέρχονται· καὶ αὐτὸς οὕτω παρακειμένην
8. ὁδὸν σύντομον ἱκανῶς καὶ ἄλυπον παριδὼν ἐπὶ
9. μοχθηρὰν καὶ μακρὰν ἐλήλυθεν, τοῦτο μόνον θεασάμενος,
10. εἰ ἐφ’ ὃ βούλεται ἄγει αὐτὸν ἡ ὁδὸς, οὐκ ἔτι δὲ εἰ
11. ταχέως καὶ ἀλύπως. ἄγει μὲν γὰρ ἐπὶ τὴν τοῦ πλήθους
12. κένωσιν καὶ ἡ ἀσιτία, σύμφημι τοῦτο, ἀλλ’ ἐν χρόνῳ τε
13. μακρῷ σὺν τῷ λυπῆσαι πολλά. καὶ ὅμως τηλικοῦτον βοήθημα
14. παραλιπὼν ὁ σοφὸς Ἐρασίστρατος, ὃν ἀξιοῦσί τινες
15. Ἱπποκράτει παραβάλλειν, οὐκ αἰδεῖται μηδὲν πιθανόν τι καὶ
16. εὔλογον, ἀλλ’ ἀπομνημονεύσας ὥσπερ τινὸς τῶν φαυλοτάτων
17. τε καὶ οὐδενὸς ἀξίων. ἀλλ’ οὐχ Ἱπποκράτης, ὦ Ἐρασίστρατε,
18. μηδέν τι χείρων ἰατρός σου περὶ φλεβοτομίας
1. οὕτως ἐπεγίνωσκεν· ἀλλ’ ἃ σὺ θαυμάζεις λόγῳ, ταῦτ’ ἔργῳ
2. ποιῶν εὑρίσκεται. θαυμάζεις μὲν γὰρ τὴν φύσιν, ὡς τεχνικήν
3. τε ἅμα καὶ προνοητικὴν τοῦ ζώου, μιμῇ δ’ αὐτὴν
4. οὐδαμοῦ· ἢ διὰ τί πολλάκις ἰδὼν αἵματος κενώσει τὴν
5. φύσιν ἰασαμένην πολλὰ νοσήματα, τοῦτο οὐδ’ ἐφ’ ἑνὸς
6. ἔπραξας οὐδὲ πώποτε; τί δὲ σιγᾷς τὰ τῆς φύσεως ἔργα,
7. ἣν ἐπαινεῖς; διὰ τί παρὰ μὲν Ἱπποκράτει πολλὰ τοιαῦτα
8. εὑρίσκων γεγραμμένα, Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων
9. ῥαγέντων λύσις· ἀπὸ χολῆς μελαίνης εἰς ὅμοιον αἱμοῤῥοΐδες·
10. αἱμοῤῥαγίαι λαῦροι τὰ πολλὰ ῥύονται ἐκ ῥινῶν·
11. παρὰ σοὶ δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ἄχρι λόγου μόνου ἐπαινουμένη
12. ἡ φύσις, ἔργον δ’ οὐδὲν οὐδαμοῖ φύσεως γεγραμμένον;
13. ἤρκει μοι τὰ τῆς φύσεως μόνης ἔργα μαθεῖν· ἱκανὸς
14. ἂν ἦν ἐκ τούτου ὁρμώμενος εὑρίσκειν τὸ δέον. ἆρά μοι
15. συγχωρήσουσιν οἱ θαυμάζοντές σε τὸ παριστάμενον εἰπεῖν,
16. ἢ παντάπασιν ἀνόητός μοι δοκεῖς εἶναι ἢ μικρὰ τοῖς τῆς
17. φύσεως ἔργοις ὡμιληκέναι. τὸ γὰρ ἢ μηδ’ ὅλως γινώσκειν
18. αὐτὰ ἢ μὴ ζηλοῦν γινώσκοντα θατέρῳ τοῖν δυοῖν ἔνοχόν
1. ἐστιν· ἢ γὰρ ἐν οἴκῳ τινὶ καθειργμένος ἔγραφες ταῦτα,
2. μηδένα μηδεπώποτε θεασάμενος ἄῤῥωστον· ὅθεν εἰκότως
3. ἀγνοεῖς τὰ τῆς φύσεως ἔργα, ἐθαύμασας μὲν ἀεὶ οὐκέτ’
4. ἐμιμήσω δεύτερον ἐσχάτως ἀνόητος. εἶτ’ εἰ τοίνυν γράφειν
5. ἐπιχειρεῖς, τὸν νόμον τοῦ γράφειν ὑπερβάς· ἐχρῆς σε πρῶτον
6. γράψαι μοι τὰ τῆς φύσεως ἔργα, δεύτερον δ’ ἐξηγήσασθαι,
7. τίνα μὲν ὁλοκλήρως καὶ ἀπηρτισμένως τοῖς οἰκείοις
8. λόγοις κινουμένη δρᾷ, τίνα δ’ ἐλλιπῶς ὑπὸ τῶν κατὰ τὰς
9. νόσους αἰτιῶν κωλυομένη. ὁδὸς γὰρ αὕτη πρὸς εὕρεσιν
10. ἰαμάτων, ἵνα ἐκμαθὼν τὰ καλῶς ὑπ’ αὐτῆς ἀποτελούμενα
11. τούτοις ἐπικουρεῖν δύνωμαι, τὸ λεῖπον προστιθείς· ἢ μηδ’
12. ὅλως κινουμένης, καὶ γὰρ καὶ τοῦτό ποτε πάσχει τῇ ῥώμῃ
13. τῶν νοσωδῶν αἰτιῶν νικηθεῖσα, τὸ πᾶν αὐτὸς ἐκπορίζωμαι·
14. τούτων οὐδὲν ἐπέδειξας. ἴσως γὰρ, ὅπερ φασὶν, ὀλιγωρεῖς
15. μὲν τοὺς ἀῤῥώστους. θεᾶσθαι, μένων δ’ οἴκοι τὸ
16. δόξαν ἔγραφες. ἀλλ’ εἰ καὶ μὴ αὐτὸς ἐθεάσω, τὰ γοῦν
17. ὑφ’ Ἱπποκράτους ἐνῆν ἀναγινώσκοντί σοι μανθάνειν ὅσα
18. μὲν ὁλοκλήρως καὶ ἀνελλιπῶς καὶ ὡς αὐτὸς ἐκεῖνος εἴωθεν
1. λέγειν, ἀρτίως ἡ φύσις κινουμένη κρίνονται· πῶς δ’ ἂν
2. αὐτὴν κάλλιστά τις μιμήσαιτο, μηδὲ ἐγχειροῦσαν κρίσει· καὶ
3. πῶς ἐπιχειρούσῃ μὲν, ἀλλ’ ἐνδεῶς κινουμένῃ βοηθητέον. εἰ
4. γὰρ ἐν τούτοις ἐγυμνάσω, τοιαῦτα ἂν ἤκουόν σου συμβουλεύοντος,
5. οἷα καὶ Ἱπποκράτους ἀκούω, τὰ κρινόμενα καὶ τὰ
6. κεκριμένα ἀρτίως μὴ κινέειν, μηδὲ νεωτεροποιεῖν μήτε φαρμακίῃσι
7. μήτε ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ’ ἐᾷν. τοῦτο μέν σοι
8. φύσεως ὁλοκλήρως κινουμένης παράγγελμα· τὸ δὲ ἐφεξῆς
9. τούτῳ κινουμένης μὲν ἐπὶ κρίσιν, ἀλλ’ ἐνδεῶς· διὰ τοῦτο
10. αὐτῇ συνεργεῖν παρακελευόμενος ἐρεῖ· ἃ δεῖ ἄγειν, ταῦτα ἄγειν
11. ὅπῃ ἂν μάλιστα ῥέπει διὰ τῶν ξυμφερόντων χωρίων.
12. βούλεται μὲν γὰρ ἡ φύσις τηνικαῦτα τὸ λυποῦν ἀπώσασθαι,
13. μὴ δυναμένη δ’ ἐπιθεῖναι τῷ ἔργῳ τὸ τέλος ὑπ’ ἀῤῥωστίας,
14. ἡμῶν βοηθῶν δεῖται. διὰ τοῦτο καὶ πλευριτικοὺς θεραπεύων
15. κατὰ τὴν ῥοπὴν τῶν χυμῶν κενοῖ. τί γὰρ φησίν; ἀλλ’ εἰ μὲν
16. ἡ ὀδύνη ἐς κληϊδα, ἢ ἐν βραχίονι βάρος, ἢ περὶ μαζὸν, ἢ
17. ὑπὲρ τῶν φρενῶν, τέμνειν χρὴ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔσω
1. καὶ μὴ ὀκνεῖν συχνὸν ἀφαιρεῖν, ἔστ’ ἂν ἐρυθρότερον πολλῷ
2. ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀμφότερον
3. γὰρ γίνεται. ἢν δὲ ὑπὸ φρένας ᾖ τὸ ἄλημα, ἐς δὲ τὴν κληϊδα
4. μὴ σημήνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἑλλεβόρῳ ἢ
5. πεπλίῳ. πάλιν δ’ ἔν τινι τῶν νεφριτικῶν παθημάτων συνδρομῇ
6. προειπὼν καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ἀρχὴ μηροῦ
7. κατ’ ἰξὺν ἐπιφέρει, ἰγνὺν τέμνειν, τοῦτ’ ἐστὶ τὴν ἐν ἰγνύῃ
8. τέμνειν φλέβα.

Cliquer un n° de page pour en afficher l’image