9. Ἐκεῖνο δὲ πῶς εἴρηται; ἐκ Στυμαργέω οἰκέτιδος
10. οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ
11. στόμα πρὸς ἰσχίον καὶ σκέλος, ὀδύνη παρὰ σφυρὸν τμηθεῖσα
12. ἐράϊσε, καίτοι τρόμοι τὸ σῶμα περικατεῖχον. ἀλλ’ ἐπὶ τὴν
13. πρόφασιν χρὴ ἐλθεῖν καὶ τῆς προφάσιος τὴν τροφήν. Ἱπποκράτης
14. μὲν οὖν σοι τὴν πρόφασιν τοῦ νοσήματος ἐξετάζειν
15. κελεύει καὶ τῆς προφάσεως τὴν γένεσιν. ὅπερ εἴποις οὐκ ἂν
16. οἶμαί γε πλήθους αἵματος ἐνοχλοῦντος ἄλλο τι πρὸς τῆς φλεβοτομίας
17. εἰρήσεσθαι. ἐπὶ γοῦν τῆς προειρημένης γυναικὸς,
18. καίτοι τρομώδους οὔσης, οὐκ ἐμέλησε τέμνειν τὴν φλέβα,
1. μηδενὸς ἂν ἄλλου τολμήσαντος αἵματος ἀφελεῖν ἐν τρόμοις,
2. ὥσπερ οὐδὲ ἐν ὑδέροις οὐδ’ ἄλλῳ ψυχρῷ πάθει οὐδενί. δέον
3. γὰρ ἐν τοῖς τοιούτοις ψυγῆναι μὲν ἔτι καὶ μᾶλλον τὸ σῶμα
4. τῇ τοῦ θερμοῦ χυμοῦ κενώσει, καὶ πρότερον ἤδη τῷ πάθει
5. κατεψυγμένον σβεσθῆναι τὸ ἔμφυτον θερμόν. ἀλλ’ Ἱπποκράτης
6. σκεψάμενος, ὡς αὐτὸς λέγει, τὴν πρὸ τοῦ πάθους ὅτι
7. τὸ πλῆθος ἦν τοῦ αἵματος. οὐ γὰρ ἐκαθάρθη τὸ γύναιον τὴν
8. λοχείαν καλουμένην κάθαρσιν. ἡ τροφὴ τῆς προφάσεως, τοῦτ’
9. ἔστι ἡ γένεσις καὶ ἡ πρώτη αἰτία τοῦ μὴ καθαρθῆναι καλῶς
10. ἡ διαστροφὴ τῆς μήτρας· ἀπέστραπτο γὰρ πρὸς τὸ ἰσχίον.
11. ἐνδειξαμένης οὖν αὐτῷ τῆς μὲν ἐπισχέσεως τὴν κένωσιν, τῆς
12. δὲ ἐπὶ μήτραν ῥοπῆς τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι, τὴν
13. παρὰ σφυρὸν ἔταμε φλέβα. τοιοῦτος ἐν ἅπασιν ὁ Ἱπποκράτης.
14. ἀλλ’ ἵνα μὴ λυπῶ τοὺς Ἐρασιστρατείους ἐπιπλέον αὐτὸν
15. ἐπαινῶν, καὶ γάρ μοι δοκοῦσιν αὐτοί τε οὗτοι καὶ πρὸ αὐτῶν
16. ὁ Ἐρασίστρατος ἐριστικῶς ἔχειν πρὸς τὸν ἄνδρα, καταλείψωμεν
17. ἤδη τὰ Ἱπποκράτους. ἐν ἑτέρῳ γάρ μοι καιρῷ πᾶσαν
18. αὐτοῦ τὴν περὶ τὰς κενώσεις τέχνην ἔξεστι δηλῶσαι. μεταβήσωμεν
1. δὲ ἐπὶ τοὺς ἄλλους ἄνδρας ἑκατέρας αἱρέσεως, ἐμπειρικῆς
2. τε καὶ λογικῆς. οὐδὲ γὰρ τούτων οὐδένα εὑρίσκω τῆς
3. φλεβοτομίας ἀποστάντα. δογματικὸν μὲν γὰρ οἶδα καὶ Διοκλέα
4. καὶ Πλειστόνικον καὶ Διευχῆ καὶ Μνησίθεον, Πραξαγόραν
5. τε καὶ Φιλότιμον καὶ Ἡρόφιλον καὶ Ἀσκληπιάδην φλεβοτομοῦντας.
6. καίτοι φιλόνεικος οὕτως ἦν Ἀσκληπιάδης ὥστε
7. ὀλίγου δεῖν ἅπαντα κινῆσαι τὰ πρόσθεν δόγματα καὶ μήτ’
8. ἄλλου τινὸς τῶν πρὸ αὐτοῦ φείσασθαι μήθ’ Ἱπποκράτους, ὥστε
9. καὶ θανάτου μελέτην τὴν τῶν παλαιῶν ἰατρικὴν οὐκ
10. ὤκνησεν εἰπεῖν. ἀλλ’ οὐδ’ οὗτος ἐπὶ τοσοῦτον ἀναίσχυντος ὥστε
11. τολμῆσαι παντάπασιν ἐξελάσαι φλεβοτομίαν τῶν ἰατρικῶν βοηθημάτων·
12. ἀλλ’ οὐδέ τις οὔτε τῶν νεωτέρων οὔτε τῶν παλαιῶν,
13. οὐ Μαντίας, οὐκ Ἀθήναιος, οὐκ Ἀγαθῖνος, οὐκ Ἀρχιγένης,
14. οὐχ ὁ τῶν ἐμπειρικῶν χορός. καὶ τούτων μὲν οὐδὲν
15. τῷ λόγῳ προσεχόντων ἑπομένων καὶ ἀεὶ τῇ πείρᾳ καταγνοὺς,
16. ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν οὐδένα. τί ποτ’ οὖν οἱ διαφωνοῦντες
17. ἐν ἅπασι σχεδὸν τοῖς ἄλλοις ἐν τούτῳ συμπεφωνήκασιν; ἐμοὶ
18. μὲν γὰρ οὐδὲν εἶναι δοκεῖ πιστότερον ἀνυπόπτου συμφωνίας.
1. παραλείπωμεν δ’, εἰ βούλει, τούτους, ἵνα μηδὲ τῷ πλήθει τῶν
2. μαρτύρων δυσωπητὰ τὰ τῆς φύσεως, ἣν ἐπαινεῖς ἔργα ποιήσωμεν.
3. οὐχ αὕτη γυναῖκας μὲν ἁπάσας ἐφ’ ἑκάστῳ μηνὶ
4. κενοῖ τὸ περιττὸν ἀποχέουσα τοῦ αἵματος; ἔδει γὰρ, οἶμαι,
5. οἴκοι τὸ θῆλυ γένος οὔτ’ ἐν ἰσχυροῖς πόνοις διαιτώμενον
6. οὔθ’ ὁμιλοῦν ἡλίῳ καθαρῷ, καὶ δι’ ἄμφω ταῦτα πλῆθος ὑποτρέφον
7. ἴαμα φυσικὸν ἔχειν τοῦ πλήθους τὴν κένωσιν. ἓν μὲν
8. τούτοις ἦν τῆς φύσεως ἔργον· ἕτερον δὲ ἡ μετὰ τόκον κάθαρσις,
9. καίτοι καὶ ἡ κύησις αὐτὴ κένωσις ἦν. ἐκ τοῦ τῆς μήτρας
10. αἵματος τὸ κυούμενον τρέφεται. καὶ ἡ μετὰ τὴν κύησιν δὲ
11. τοῦ γάλακτος ἐν μαστοῖς γένεσις οὐ σμικρὰ κένωσις οὐδ’
12. αὐτὴ τῷ πλήθει. μία γὰρ ἀμφοτέρων ἡ οὐσία καταμηνίου τε
13. καὶ γάλακτος καὶ κοιναὶ, καθάπερ ἄν τις εἴποι, πηγαὶ τῶν
14. ὀχετῶν ἑκατέρων αἱ φλέβες εἰσί. διὰ τοῦθ’ ὅσαις δι’ ἡλικίαν
15. ἤδη τὸ καταμήνιον μηκέτ’ ἔρχεται, ταύταις οὐδ’ ἐν μαστοῖς
16. ἀθροίζεται γάλα. καὶ ὅσαι καθαίρεσθαι μὲν ὥρας ἔχουσι,
17. ἀλλὰ θηλάζουσιν, οὐ καθαίρονται. καὶ ἢν θηλαζούσῃ γυναικὶ
18. δι’ ὑστερῶν ὁρμήσῃ τὸ αἷμα, σβέννυται τὸ γάλα. καὶ τῶν
1. ζώων ὅσα μὴ κυΐσκεται, τούτοις οὐδὲ γάλα ἐστὶν, καὶ
2. ὅσοις γάλα ἐστὶ, ταῦτα κυΐσκεσθαι φύσιν ἔχει. εἰ δὲ καὶ μάθοις
3. ἡλίκων ἐκ ταύτης τῆς κενώσεως ἀπολαύει τὸ θῆλυ γένος ἀγαθῶν
4. καὶ ὅσα βλάπτεται μὴ κενούμενον, οὐκ οἶδα πῶς ὑπομενεῖς
5. ἔτι μὴ παντὶ τρόπῳ σπεύδων κενῶσαι πλεονάζον αἷμα.
6. γυνὴ οὐ ποδαγριᾷ, εἰ μὴ τὰ καταμηνία αὐτῆς ἐκλείπῃ, φησὶν
7. Ἱπποκράτης. καίτοι τί δέομαι τῶν Ἱπποκράτους φωνῶν
8. πρὸς ἄνθρωπον ἐχθρὸν Ἱπποκράτει; νομίζω τοίνυν αὐτὴν
9. λέγειν σοι τὴν ἀλήθειαν δι’ ἐμοῦ κήρυκος, οὔτε ποδάγραις
10. οὔτε ἀρθρίτισιν οὔτε πλευρίτισιν οὔτε περιπνευμονίαις
11. ἁλίσκεται γυνὴ καλῶς καθαιρομένη. ἀλλ’ οὐδὲ ἐπίληπτος οὐδὲ
12. ἀπόπληκτος οὐδὲ ἄπνους οὐδὲ ἄφωνος οὐδενὶ ἐν καιρῷ
13. ποτε γίνεται καθαιρομένη καλῶς. ἑάλω δέ ποτε φρενίτισιν
14. ἢ ληθάργοις ἢ σπασμοῖς ἢ τρόμοις ἢ τετάνοις ἐπιμηνίων
15. ἰόντων. εἶδες δέ ποτε μελαγχολῶσαν ἢ μαινομένην ἢ πτύουσαν
16. ἐκ θώρακος ἢ ἐμοῦσαν ἐκ γαστρὸς αἷμα, ἢ κεφαλαίᾳ
17. κάμνουσαν, ἢ συνάγχῃ πνιγομένην, ἤ τι τῶν μεγάλων καὶ ἰσχυρῶν
1. παθημάτων ὑπομένουσαν, εἰ καλῶς ἐκκρίνεται τὰ καταμηνία·
2. ἰσχομένων δ’ αὖ πάλιν ἕτοιμον ἐν παντὶ κακῷ γενέσθαι.
3. καὶ αἱ κενώσεις ἰάματα. καταλιπὼν δὲ ἤδη τὰς γυναῖκας
4. ἐπὶ τοὺς ἄνδρας ἐλθὲ, καὶ μάθε, πόσοι μὲν αἱμοῤῥοΐδι
5. τὸ περιττὸν εἰθισμένοι κενοῦσθαι, πάντες ἀπαθεῖς νοσημάτων
6. διατελοῦσι, πόσοι δ’ ἐπισχεθείσης τῆς κενώσεως ἐν χαλεπωτάτοις
7. ἐγένοντο. πότερον οὐδὲ τούτων ἀποκενώσεις τοῦ
8. αἵματος, οὐδ’ ἂν συναγχικοὶ γενόμενοι τύχωσιν, οὐδ’ ἂν
9. περιπνευμονικοί. ἀλλ’ ὑπὸ τοῦ μὴ ἀναθέσθαι τὰ κακῶς ἐγνωσμένα
10. περιόψει τοσούτους ἀπολλυμένους; σὺ μὲν ἴσως
11. τοῦτο δράσεις, ἐγὼ δ’ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ σπασμὸν
12. καὶ ὕδερον αἵματος κενώσει πολλάκις ἰασάμην. οὕτως γὰρ
13. ἥτε μακρὰ πεῖρα διδάσκει με, ὅ τε λόγος οὕτως ἐπὶ τὴν πρόφασιν
14. κελεύει ἔρχεσθαι καὶ τῆς προφάσεως τὴν ῥοπήν. ὅτι δὲ
15. καὶ ἡ πεῖρα, τὰ τῶν ἐμπειρικῶν ἀναγνοὺς εἴσῃ γράμματα.
⟨
(De venae sect. adv. Erasistr.) [n° 071 Fichtner]
De venae sectione adversus Erasistratum
Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Saignée contre Érasistrate
Bloodletting, against Erasistrateus (Ven. Sect. Er.)
De venae sectione adversus Erasistratum, 1826, vol. 11, p. 147-186. urn:cts:greekLit:tlg0057.tlg068.verbatim-lat1
Brain, 1986 (eng).
De venae sectione adversus Erasistratum, 5, ed. Kühn, 1826, vol. 11, p. 161-166. urn:cts:greekLit:tlg0057.tlg068.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩