16. Μὴ τοίνυν ἔτι φιλονεικεῖν Ἱπποκράτει μόνῳ
17. δόκει κενοῦν αἷμα παραινοῦντι, κᾂν εἰς τρόμον, κᾂν εἰς ὕδερον,
1. κᾂν εἰς ἄλλο τι ψυχρὸν πάθος ἢ ἀνὴρ δι’ ἐπίσχεσιν
2. αἱμοῤῥοΐδος ἢ γυνὴ δι’ ἐμμηνίων ἐμπέσοι, ἀλλὰ καὶ τοῖς ἀπὸ
3. τῆς ἐμπειρίας ἅπασιν ἰατροῖς καὶ τῷ βίῳ τῶν ἀνθρώπων·
4. ἀνατρέπειν γοῦν μοι δοκεῖς τὸν κοινὸν ἁπάντων λογισμόν.
5. οὐκ ἂν φαίης κατὰ φύσιν εἶναι παντὶ τῷ λογίσασθαι κενοῦν
6. αἵματος διὰ πλῆθος. τίς οὐκ οἶδεν ὅτι τἀναντία
7. τῶν ἐναντίων ἰάματα; μὴ γὰρ Ἱπποκράτους ἡ γνώμη μόνου,
8. κοινὴ πάντων ἀνθρώπων ἐστίν. ἀλλά μοι δοκεῖς ὑπὸ τῆς
9. πρὸς Ἱπποκράτη φιλονεικίας καὶ τῶν ἄλλων ἀνοητότερος
10. εἶναι. ταῦτα γοῦν ὁσημέραι τῆς φύσεως ποδηγούσης αὐτὰ καὶ
11. τὴν ἔνδειαν προσφοραῖς ἰᾶται καὶ τὰς πλησμονὰς κενώσεσι
12. καὶ τὸ κρύος θάλψεσι καὶ τὰς θάλψεις ἐμψύξεσι. τί γάρ ἐστι
13. τροφὴν προσενέγκασθαι ἄλλο γε ἢ τὸ πλῆθος ἐκπορίσασθαι;
14. τί δ’ ἀποκρῖναι κόπρον ἢ ἔντερον πεπληρωμένον ἐκκενῶσαι;
15. τί δ’ οὐρῆσαι ἢ κύστεως πλησμονὴν ἰάσασθαι; ταῦτα μὲν
16. ζῶα καὶ κρύει πονούμενα φωλεοὺς ἑαυτοῖς καί τινας ἀλεεινὰς
17. εἰς τὴν γῆν καταδύσεις ἐκπορίζεται· καὶ τῷ θάλπει κάμνοντα
1. θέρους ὥρᾳ νήχεται μὲν ἐν ὕδατι ψυχρῷ, διατρίβει δ’ ἐν
2. τόποις συσκίοις τε καὶ προσηνέμοις. ἔγωγε κύνα πολλάκις
3. εἶδον ἔμετον ἐπιτηδεύοντα καὶ τὴν Αἰγυπτίαν ὄρνιθα κλυστῆρα
4. μιμησαμένην, ἀνθρώποις δὲ αὐτά τε ταῦτα, ὡς ἂν
5. λόγῳ χρωμένοις, εὐμηχανώτερα ἅπαντα. κάλεσον οὖν ἰδιώτην
6. ἰατρικῆς ἐπὶ ἄῤῥωστον εὐέκτην, νέον, πολύαιμον ὑπὸ συνάγχης
7. ἢ περιπνευμονίας πνιγόμενον, εἶτ’ ἐροῦ τὸν ἄνθρωπον
8. εἴ τι πρὸς τὸ πάθος ἐπινοεῖ, τίς οὕτως ἀνόητος ὡς μὴ κένωσιν
9. αἵματος εἰπεῖν; ἀλλ’ Ἐρασίστρατος ὑπὸ τῆς πρὸς Ἱπποκράτη
10. φιλονεικίας οὐδὲ τὰς κοινὰς ἁπάντων ἀνθρώπων
11. ἐννοίας φαίνεται διασώζων, ἀλλ’ ἔτι καὶ τῶν γεράνων ἀνοητότερος
12. εὑρίσκεται. μακρῷ τοιγαροῦν καὶ ταύτας, ὡς ἀετοὺς
13. μέχρι περάτων γῆς πετομένους ἐστὶν ἰδεῖν, ὑποφευγούσας ἐν
14. μέρει κρύος τε καὶ θάλπος, ἰωμένας τε διὰ παντὸς τοῖς ἐναντίοις
15. τὰ ἐναντία. τοῦτο μὲν οὖν, ὅπερ ἔφην, οὔπω τῆς Ἱπποκράτους
16. ἄξιον τέχνης, ὡς χρὴ κενοῦν αἵματος οἷς διὰ πλῆθος
17. αἵματος ὁ κίνδυνος. ὅτῳ δὲ χρὴ τρόπῳ τὴν κένωσιν ποιεῖσθαι
1. καὶ ἐν ὅτῳ καιρῷ καὶ μέχρι τοσοῦτον, μᾶλλον ἐβουλόμην ἄν
2. μοι διαλέγεσθαι. τὸ γὰρ ἐπίστασθαι πηνίκα μὲν χρὴ τέμνειν
3. τὴν ἐν τῷ μετώπῳ φλέβα, πηνίκα δὲ τὰς παρὰ τοὺς κανθοὺς
4. τῶν ὀφθαλμῶν ἢ τὰς ὑπὸ τῇ γλώττῃ ἢ τὴν ὠμιαίαν
5. ὀνομαζομένην, ἢ τὴν διὰ μασχάλων, ἢ τὰς κατ’ ἰγνύας ἢ
6. παρὰ σφυρὸν, ὑπὲρ ὧν ἁπασῶν ἐδίδαξεν Ἱπποκράτης, τοῦτον
7. ἐγὼ νομίζω τὸν λογισμὸν ἰατρῶν εἶναι. τὸ δ’ ὅτι χρὴ τὰ
8. ἐναντία τοῖς ἐναντίοις ἰᾶσθαι καὶ ὡς τῷ πλήθει ἡ κένωσις
9. ἐναντίον, τοσούτῳ δέω θαυμάζειν ὥστε καὶ τοῖς ἀλόγοις
10. ζώοις μετεῖναι φημὶ τῆς ἐννοίας. εἰ δὲ βούλει μικρὸν ἀνοίξας
11. τὰ ὦτα, μᾶλλον δὲ τὴν ψυχὴν, ἀληθῆ λόγον καταδέξασθαι
12. τῆς πρὸς Ἱπποκράτη δυσμενείας· ἐπιλαθόμενος, εἴποιμ’ ἄν
13. σοί τι τῆς ἐκείνου τέχνης ἄξιον. ἄχρι μὲν γὰρ τοῦδε καὶ Διοκλῆς
14. ἠπίστατο καὶ Πλειστόνικος, Ἡρόφιλός τε καὶ Πραξαγόρας
15. καὶ Φιλότιμος ἄλλοι τε πολλοὶ τῶν ἰατρῶν· οὐκ αὐτοὶ
16. μὲν ἐξεῦρον, ἑπόμενοι δὲ Ἱπποκράτει, πηνίκα χρὴ τέμνειν
17. ἑκάστην ὧν εἶπον φλέβα. ὅτι δ’ ἀπὸ χολῆς μελαίνης εἰς
1. ὅμοιον αἱμοῤῥοϊδι, τοῦτο οὐκ ἔτι πάντες γιγνώσκουσι, καίτοι
2. σαφῶς Ἱπποκράτους διδάξαντος, ἀλλ’ ὅσοι γνησίως ὡμίλησαν
3. αὐτοῦ τοῖς γράμμασιν, οὗτοι μόνοι πῶς μὲν αἱμοῤῥοῒς γίγνεται
4. μεμαθήκασι παρ’ αὐτοῦ, πῶς δὲ καὶ δυσεντερία, πῶς δὲ καὶ
5. κιρσὸς, ὅτι τε οὐ διὰ παντὸς ἕκαστον τούτων συνιστάμενον
6. κωλυτέον, ἀλλ’ ὅτι ὅτε συνεργητέον, ἢ τῆς φύσεως ἡσυχαζούσης,
7. αὐτῇ τὸ πᾶν διατρεπτέον, ὅτε οὕτω συμφέρει τοσοῦτον
8. ἀποδέουσιν οἱ ταῦτα μαθόντες τὴν δυσεντερίαν καὶ κιρσὸν καὶ
9. αἱμοῤῥοΐδα πρὸ τοῦ καιροῦ σπεύδειν ἰᾶσθαι, ὥστε αὐτοὶ
10. μηχανῶνται μηδ’ ὅλως ὄντα ποιῆσαι. καὶ ἔγωγε πολλοὺς οἶδα
11. καὶ μελαγχολήσαντας καὶ ἄλλως ἐκμανέντας ἐπὶ τοιαύταις
12. κενώσεσιν ἰατρῶν ἀμαθείᾳ κωλυθείσαις. οἱ δέ τινες αὐτῶν
13. πλευρίτισι καὶ νεφρίτισιν ἑάλωσαν, ἄλλοι δὲ αἵματος ἤμεσαν
14. ἐκ γαστρὸς, ἢ ἐκ θώρακος ἀνέβηξαν, ἢ παραπληγίαις ἢ ὑδέροις
15. ἀπώλοντο. ταῦτ’ ἐγὼ χρῆναι γινώσκειν φημὶ τὸν ἰατρόν.
16. αὕτη μεγάλη περὶ τὰς κενώσεις τέχνη.
⟨
(De venae sect. adv. Erasistr.) [n° 071 Fichtner]
De venae sectione adversus Erasistratum
Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Saignée contre Érasistrate
Bloodletting, against Erasistrateus (Ven. Sect. Er.)
De venae sectione adversus Erasistratum, 1826, vol. 11, p. 147-186. urn:cts:greekLit:tlg0057.tlg068.verbatim-lat1
Brain, 1986 (eng).
De venae sectione adversus Erasistratum, 6, ed. Kühn, 1826, vol. 11, p. 166-170. urn:cts:greekLit:tlg0057.tlg068.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩