17. Τὸ δ’ ὅσον χρὴ κενοῦν αἵματος πλεονάζοντος
18. οὐδὲν μέγα. τί δήποτ’ οὖν παρεῖδεν ὁ Ἐρασίστρατος
1. αὐτὸ καθάπερ τι τῶν μεγάλων; ἢ τί ληροῦσιν οἱ πρὸς ἅπαν
2. ἐρίζειν ἑτοιμότατοι τῆς κενώσεως ἄγνωστον εἶναι φάσκοντες,
3. ὥσπερ καὶ τῶν ἄλλων βοηθημάτων ταυτὸν κατηγοροῦντες;
4. ἢ τίνος ὦ πρὸς θεῶν ἀκριβῶς οἴονται τὸ μέτρον λαβεῖν, ὡς
5. μήθ’ ὑπερβάλλειν τὸ ποσὸν μήτ’ ἐλλείπειν; ἆρά γε κλυστῆρος,
6. ἢ τῶν καθαιρόντων τινὸς φαρμάκων, ἢ τῶν οὔρησιν κινούντων,
7. ἢ τροφῆς ἢ πόματος οὐδενὸς τῶν πάντων; ὥρα τοίνυν αὐτοῖς
8. εἰς ἅπαντα τὴν ὑποψίαν ἐκτείνουσιν ἡσυχάζειν περὶ πᾶν.
9. τί ποτ’ οὖν αὐτὸς ὁ Ἐρασίστρατος καθαίρουσι χρῆται φαρμάκοις
10. καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννὺς, ἄλλοις τέ τισι
11. καὶ χολερικοῖς. ἐνταῦθα μέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν
12. διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθημα μηδενὶ τῶν
13. ἔμπροσθεν ἐγνωσμένον, μόνον διαρκὲς εἰς ἴασιν χολερικῶν ἤδη
14. θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτῷ
15. καιρῷ, ἀλλ’ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ
16. βοηθήματος. καὶ οὐ μέμφομαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο
17. τοῦ καιροῦ. θαυμαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς μὲν
1. αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολμηρὸς ἱκανῶς
2. ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦτ’ αὐτὸν, οὐκ ὀξύτης καιροῦ κατέπληξεν,
3. οὐ τοῦ μέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ
4. κινδυνῶδες, ἀλλ’ οὕτως οἴεται σαφῶς τε ἅμα καὶ ἀκριβῶς
5. αὐτό τε τὸ μέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστ’ οὐ μόνον
6. ἰατροῖς, ἀλλ’ ἤδη καὶ ἰδιώταις χρησίμους εἶναι τὰς ὑποθήκας
7. νομίζει. οἷς δ’ ἄν τινα δέοι τῶν πρεσβυτέρων ἰατρῶν ἐπαινέσαι
8. τῆς εὑρέσεως, ἐνταῦθα παντάπασιν ἀποδιδράσκει. φέρε
9. δὴ καὶ τοῦτο αὐτοῖς ἐπιδείξομεν, ὡς παντὸς οὑτινοσοῦν βοηθήματος
10. ἐν φλεβοτομίᾳ τὸ μέτρον εὐληπτότερον. εἰ καὶ γὰρ
11. χρόας μεταβολὴν ἔνεστι πολλάκις τεκμήρασθαι καὶ διχῶς
12. τοῦτο ποιῆσαι, ποτὲ μὲν τοῦ ῥέοντος αἵματος, ποτὲ δὲ καὶ
13. τοῦ κάμνοντος αὐτοῦ. καὶ λειποθυμία ἐπὶ πολλῶν παθῶν
14. ὅρος ἐστὶ κενώσεως, καὶ ὁ τόνος τῆς ῥύσεως τοῦ αἵματος
15. ὀκλάζων, καὶ οἱ σφυγμοὶ τρεψάμενοι. καὶ μόνης ταύτης κενώσεως
16. αὐτοκράτορα τὴν ἐξουσίαν ἔχει ὁ ἰατρὸς παύειν ὅτε
17. βούλοιτο, τῶν δ’ ἄλλων οὐδεμιᾶς. ἀλλ’ εἴθ’ ὑπήλατον φάρμακον
1. δώσεις, εἴτε ἐμετήριον, εἴτε οὔρων κενωτικὸν, εἴτε
2. θώρακος, εἴτε κεφαλῆς καθαρτικὸν, πρώτη δόσις ἐπὶ σοὶ, τὰ
3. δ’ ἐφεξῆς ἡ τύχη βραβεύει καὶ μέγας ὁ κίνδυνος ἐπὶ φαρμάκων
4. καθαιρόντων δόσεσιν ἢ μὴ κινηθῆναι τὴν κάθαρσιν ἢ μὴ
5. ῥᾳδίως ἐκκριθῆναι τὸ συῤῥοῦν εἰς τὴν κοιλίαν, ἢ μετὰ πόνων
6. καὶ δήξεων καὶ στρόφων καὶ καταψύξεως καὶ ἀσφυξίας καὶ
7. λειποθυμίας ἐκκρίνεσθαι, ἢ ταραχθῆναι μὲν ὅλον τὸ σῶμα
8. σφοδρῶς, ὀλίγον δὲ κενωθῆναι ἢ ὑπερκενωθῆναι. καὶ γὰρ αὖ
9. καὶ τοῦτο γίνεται πολλάκις ἐν τῷδε, κακῶν ἔσχατον. οὐ γὰρ
10. ὥσπερ ἐπὶ τῆς φλεβὸς τῆς διῃρημένης ἐπιθεὶς τὸν δάκτυλον
11. εὐθὺς ἔπαυσας, τὸ ῥέον εἰς τὴν γαστέρα παύειν. ἀλλ’ ὅμως
12. οὐδεὶς ἰατρῶν ἀφίσταται δόσεως φαρμάκων, εὐλαβείᾳ τῶν ἐπιγιγνομένων
13. συμπτωμάτων, ἀλλ’ ὡς σφαλεὶς νῦν οὕτω μηκέτι
14. χρῆσθαι προνοεῖται. τί λέγω καθαρτικὰ καὶ φαρμάκων ἰσχυρῶν
15. μνημονεύων διατρίβω, σιτίου παντὸς ἡ διαμαρτία τοῦ
16. μέτρου μέγιστα βλάπτει; θεάσασθαι δέ ἐστιν ἐναργῶς τῆς
17. βλάβης τὸ μέγεθος ἐν τοῖς ὑπερίνοις μὲν καὶ ἀσθενέσι, ταχείας
1. δὲ ἀναθρέψεως δεομένοις. ἐν οἷς τὸ μὲν ἔλαττον ἐνδεῶς τρέφον
2. μαραίνει τὴν δύναμιν, τὸ δ’ ὑπερβάλλον, ἄχθος ὂν τῇ
3. φύσει μᾶλλον ἢ τροφὴ, τελέως ἀπέπνιξέ τε κατέσβεσεν. ἆρ’
4. οὖν ἀποστήσει καὶ τοῦ σιτίου διδόναι, διότι τὸ μέτρον δύσληπτον;
5. οὕτω μέν γε καὶ τοῦ ἰατρεύειν ἀποστήσῃ παντάπασιν.
6. ὡς οὐδὲν γὰρ εὕροις τῶν κατ’ ἰατρικὴν ὃ μὴ σὺν μέτρῳ
7. τινὶ τὴν χρείαν παρέχει. φλεβοτομίας δὲ καὶ μόνης οὐδὲ
8. τοῦτ’ ἔχεις μέμψασθαι. ἄμφω τοῦ μέτρου αἱ διαμαρτίαι
9. μεγάλα βλάπτουσιν· αἱ μὲν γὰρ ὑπερβολαὶ βλαβερώταται, τίς
10. δ’ οὐ φησίν; ἀλλ’ οὐκ ἀναγκαῖον ὑπερβάλλειν ἐν ᾧ τοὐλάττονα
11. κίνδυνον. ἔστω γὰρ, εἰ τύχοι, τριῶν κοτυλῶν ἡ σύμμετρος
12. ἀφαίρεσις, εἰ μὲν δ΄ ἀφέλοις, ἔβλαψε μέγιστα· δύο δ’ εἰ ἐκκενώσαις,
13. ὠφέλησε μὲν ἱκανῶς, ἔβλαψε δ΄ οὐδέν. ἔνεστι μὲν
14. γάρ σοι τὴν μίαν ἢ κλυστῆρσιν ἢ ἀσιτίαις ἢ τρίψεσιν ἢ ἱδρῶσιν
15. ἐκκενῶσαι. πρὸς τὸ μηδ’ εἰ αὖθις αἵματος ἀφελεῖν
16. ἐθέλοις κεκωλύσθαι. ἀλλὰ τί πολλὰ λέγω φιλοτιμούμενος
17. ἀντιπαρεξάγειν ἀνθρώποις ἀμαθέσιν, οἳ πρὸς τὸ μηδὲν
1. ἐχόμενον λόγου φλυαρεῖν οὐδὲ τὰ πρὸς αὐτῶν ἐπαινούμενα
2. γινώσκουσι. θαυμάζουσι μὲν γὰρ τοὺς Ἐρασιστράτου λόγους
3. καὶ τοὔνομα ἐπ’ ἐκείνου ἀπ’ ἐκείνου τίθενται, προσαγορεύοντες
4. Ἐρασιστρατείους, οὕτω δὲ αὐτῶν ἀμαθεῖς εἰσὶν
5. ὥστε πάντα μᾶλλον ἢ τὴν ἐκείνου γνώμην ἐξηγοῦνται. περὶ
6. γοῦν φλεβοτομίας οὕτω μακρὰ καὶ ἀλλόκοτα ληροῦσιν, ὡς
7. ἄν τινα μὴ τὴν ἀμάθειαν αὐτῶν μόνον, ἀλλ’ ἤδη καὶ τὴν
8. ἀναισχυντίαν θαυμάσαι. σαφῶς γὰρ αὐτοῦ λέγοντος Ἐρασιστράτου
9. ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐν ᾧ καὶ μόνῳ
10. φλεβοτομίας ἐμνημόνευσε, ὅτι Χρύσιππος ὑπὲρ τοῦ διαρκέσαι
11. τὸν κάμνοντα ταῖς ἀσιτίαις ἀναγκαίως παραληφθησόμενον
12. διὰ τὰς φλεγμονὰς οὐκ ἀφῄρει τοῦ αἵματος, αὐτοὶ
13. πάντα μᾶλλον ἢ ταῦτα λέγουσιν. εἶτ’ οὖν ἐμὲ βούλει
14. προσέχειν ἀνθρώποις Ἐρασιστράτου φλυαροῦσιν, αὐτὰς
15. ἔχοντα Ἐρασιστράτου φωνάς; οὐδενὶ τὸν τρόπον ἡγοῦμαι
16. προσήκειν. ἀκούσωμεν οὖν αὐτοῦ τῶν φωνῶν. πολὺ,
17. φησὶ, βέλτιον ὁ Χρύσιππος ἐποίει, οὐ μόνον τὸ παρὸν
18. ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων.
1. ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ φλεγμονὴν
2. κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι δὲ
3. καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. σαφῶς
4. γὰρ ἐνταῦθα τὸν κατ’ ἔνδειαν κίνδυνον εὐλαβεῖσθαί φησιν
5. αὐτὸν, ὃν ἐξ ἀνάγκης ἀκολουθήσειν οἴεται πλείονι χρόνῳ, διὰ
6. τὴν φλεγμονὴν λιμαγχονουμένου τἀνθρώπον.
⟨
(De venae sect. adv. Erasistr.) [n° 071 Fichtner]
De venae sectione adversus Erasistratum
Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Saignée contre Érasistrate
Bloodletting, against Erasistrateus (Ven. Sect. Er.)
De venae sectione adversus Erasistratum, 1826, vol. 11, p. 147-186. urn:cts:greekLit:tlg0057.tlg068.verbatim-lat1
Brain, 1986 (eng).
De venae sectione adversus Erasistratum, 7, ed. Kühn, 1826, vol. 11, p. 170-176. urn:cts:greekLit:tlg0057.tlg068.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩