Galenus. De venae sectione adversus Erasistratum (De venae sect. adv. Erasistr.) [n° 071 Fichtner]

Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Saignée contre Érasistrate
Bloodletting, against Erasistrateus (Ven. Sect. Er.)
De venae sectione adversus Erasistratum, 1826, vol. 11, p. 147-186. urn:cts:greekLit:tlg0057.tlg068.verbatim-lat1
Brain, 1986 (eng).

De venae sectione adversus Erasistratum, 8, ed. Kühn, 1826, vol. 11, p. 176-179. urn:cts:greekLit:tlg0057.tlg068.1st1K-grc1:8

7. Καὶ οὐ δέομαι πάλιν ἐνταῦθα ληρούντων
8. Ἐρασιστρατείων διὰ τί προσφέρειν τροφὰς τοῖς φλεγμαίνουσιν
9. ἀνθρώποις εἶπεν, ἀλλ’ αὐτὸν Ἐρασίστρατον ἐξηγούμενον
10. ἑαυτὸν ἔχω δι’ ὧν ἔμπροσθεν ἐμνημόνευσα ῥήσεων. ἐκ μὲν
11. τοῦ τρίτου περὶ πυρετῶν ὑπὲρ τῶν ἐπὶ πλήθει γινομένων
12. φλεγμονῶν· ἐκ δὲ τοῦ πρώτου περὶ τραύματος. ἐν ἀμφοτέροις
13. γὰρ βιβλίοις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ὑπὸ τῶν ἀσιτιῶν
14. κενουμένας τὰς φλέβας ἐπιτηδειοτέρας ἔσεσθαι φησὶ πρὸς
15. τὸ πάλιν εἰς αὐτὰς δέξασθαι τὸ παρεγχυθὲν αἷμα. τί γὰρ
16. φησίν; ἀκόλουθον δὲ τούτοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς
17. τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι
18. γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέχονται τὸ 
1. παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. ὡς κενωτικὸν οὖν
2. βοήθημα ἡ ἀσιτία φλεγμονὰς λύεται. οὐ γὰρ δι’ ἄλλο τι
3. φησὶν αὐτὴν ἐπὶ τῶν φλεγμαινόντων παραλαμβάνειν ἢ ὅτι
4. κενούμεναι αἱ φλέβες ῥᾷον παραδέξονται τὸ παρεμπεμπτωκὸς
5. αἷμα εἰς τὰς ἀρτηρίας. εἶτα, ὦ πρὸς θεῶν, κενῶσαί
6. τις τὰς φλέβας βουλόμενος, ἐνὸν ἀλύπως καὶ ταχέως τοῦτο
7. ποιῆσαι, μακρὰ κάμνει. οὐκ οἶδα πῶς ἄν τις μᾶλλον ἑαυτῷ
8. περιπίπτων εὑρεθείη. οὐ φλεβοτομῶ, φησὶν, ἵν’ ὁ κάμνων
9. ἐξαρκέσῃ τὰς διὰ τὰς φλεγμονὰς ἀσιτίας. τίνος δὲ χάριν τὰ
10. φλεγμαίνοντα λιμαγχονεῖς; ἵνα κενώσω, φησὶ, τὰς φλέβας. τί
11. οὖν οὐκ ἀπ’ ἀρχῆς ἐκένους; ἐγὼ μὲν οὖν ἐλεῶ τῶν ἁμαρτημάτων
12. τὸν ἄνδρα. πρὸς γὰρ οἷς ἐναντίοις ἐστὶν, οὐ
13. τοῖς φαινομένοις μόνον κατὰ τὴν τέχνην ἔργοις, ἀλλὰ
14. καὶ τοῖς ἑαυτοῦ λόγοις, ἔτι καὶ τοῦτο ἀγνοῶν εὑρίσκεται,
15. τίνος ἕνεκεν ἀσιτίαι παραλαμβάνονται, καίτοι τὴν
16. χρείαν αὐτῶν ἱκανῶς τε ἅμα καὶ σαφῶς Πραξαγόρας ἔφθανεν
17. γεγραφέναι, πρὸς τὸ μηδὲ Ἱπποκράτην παραλιπεῖν,
18. μηδὲ Διοκλέα, οὐδὲ οὕτω χρηστὸς ὥσθ’ ὑπὲρ τοῦ κενῶσαι
1. τὰς φλέβας οἴεται τὰς ἀσιτίας παραλαμβάνεσθαι καὶ
2. ταύτῃ μόνον βοηθεῖν. εἶτα, πρὸς Διὸς, κενωτικοῦ δεόμενος
3. βοηθήματος ἐπὶ τὸ πάντων ἀσθενέστατον ἀφῖξαι, παρελθὼν
4. τὰ δραστικὰ καὶ ταχέως ἄγειν ἐφ’ ᾧ βούλει δυνάμενα. ἀλλ’
5. ἔστω, συγχωρείσθω σοι καὶ τοῦτο τὰς ἐπὶ τραύμασι φλεγμονὰς
6. οὕτω θεραπεύειν ὡς τὰς ἐπὶ πλήθει, τί ποιήσομεν αὐτὸ
7. τὸ πλῆθος ἐν ταῖς φλεψὶν ἔτι μένον καὶ διατεῖνον αὐτὰς, εἰς
8. δὲ τὰς ἀρτηρίας οὕτω παρὸν ὅπως ἰατέον; ἐγὼ μὲν γὰρ
9. ᾤμην ἐπὶ τῶν τοιούτων ἁπάντων ἑτοιμοτάτην εἶναι τὴν διὰ
10. φλεβὸς κένωσιν. ἐπὶ θώρακα φερέσθω τὸ πλῆθος, κινδυνευέτω
11. τι τῶν ἐν τούτῳ ῥαγῆναι ἀγγείων, οὐδ’ οὕτως φλεβοτομήσομεν,
12. ἀλλ’ ἐρίοις δηλαδὴ διαδήσομεν τὰ κῶλα; καὶ
13. τοῦθ’ ἱκανόν. εἰ τῷ πρὸς θεῶν ἀντισπαστικῷ βοηθήματι χρώμενοι
14. οὐκ ἴστε ὅτι πολὺ τούτου δραστικώτερον ἀντισπάσεως
15. φλεβοτομία. πολλῶν γοῦν ἀνεπισχέτως αἱμοῤῥαγούντων
16. τεμόντες φλέβα τὴν αἱμοῤῥαγίαν ἐστήσαμεν. Ἐρασίστρατον
17. δ’ οἶμαι καὶ τοῦτ’ ἀγνοεῖν. οὐδὲ γὰρ τὸ τυχόν ἐστιν εἰδέναι
1. ποίας ἐπὶ ποίοις μέρεσιν αἱμοῤῥαγοῦσι τμητέον φλέβας.
2. ὅταν οὖν αὕτη τὰ μέγιστα δρᾷ ὧν νῦν δεόμεθα, παρῆκε τὸ
3. κενοῦν καὶ τὸ ἀντισπᾷν. τί μέλλεις ἔτι καὶ τρίβεις τὸν χρόνον
4. καὶ τὸν ἄνθρωπον ἐπιτρίβεις, ἐνὸν κερδῆσαι καὶ τὴν ῥῆξιν
5. αὐτὴν τῶν ἀγγείων καὶ τὴν ἐπὶ ταύτῃ φλεγμονὴν καὶ τὰς
6. ὑπὲρ τοῦ τὴν φλεγμονὴν ἰάσασθαι παραλαμβανομένας λιμαγχονίας;
7. εἰ γὰρ τὸ πλῆθος ἐργάζεται τὴν ῥῆξιν, ἐκκενώσας τὸ
8. ἐργαζόμενον κωλύσεις τὸ ἐσόμενον· εἰ δὲ τοῦτο, καὶ τὴν
9. ἐπὶ τῇ ῥήξει φλεγμονήν· εἰ δὲ τοῦτο, οὐδὲ τῶν ἀσιτιῶν ἔτι
10. χρεία. σὺ δέ μοι δοκεῖς ὥσπερ ἐπιθυμῶν ἀσιτίαν συμβουλεύειν
11. αὐτὸς ἐργάζεσθαι πάθη χρῄζοντα λιμαγχονίας. τί δεινὸν ἦν
12. τὸ λυπῆσον κενώσαντα μηδὲ ἔχειν πρᾶγμα;

Cliquer un n° de page pour en afficher l’image