Galenus. De venae sectione adversus Erasistratum (De venae sect. adv. Erasistr.) [n° 071 Fichtner]

Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Saignée contre Érasistrate
Bloodletting, against Erasistrateus (Ven. Sect. Er.)
De venae sectione adversus Erasistratum, 1826, vol. 11, p. 147-186. urn:cts:greekLit:tlg0057.tlg068.verbatim-lat1
Brain, 1986 (eng).

De venae sectione adversus Erasistratum, 9, ed. Kühn, 1826, vol. 11, p. 179-186. urn:cts:greekLit:tlg0057.tlg068.1st1K-grc1:9

 

13. Καίτοι μάτην πολλὰ κάμνω παρὸν ὑπομνῆσαί
14. σε τὸν λόγον. εἰ γὰρ οὐκ αὐτὸς ἡμᾶς ἐδίδαξας ἐν τῷ
15. προτέρῳ τῶν ὑγιεινῶν, ἔνθα γένεσιν τοῦ κατὰ τὰς φλέβας
16. πλήθους προειπὼν ἐφεξῆς γράφεις ἰάματα, σκοπὸν μὲν αὐτῶν
17. ἁπάντων κένωσιν θέμενος, ἄλλην δ’ ἄλλῳ συμφέρειν φάσκων·
1. πλὴν ἀλλά γε κενοῦντα τὴν πληθώραν, οὕτως γὰρ ἀξιοῖς
2. καλεῖν τὸ ἐν ταῖς φλεψὶ τροφῆς πλῆθος καὶ γυμνάσια καὶ λουτρὰ
3. πλείω καὶ λεπτὴν διαίταν εἶναι κελεύεις. οὐ ταυτὸν δὲ πᾶσι
4. συμφέρειν φῂς βοήθημα κενωτικὸν, ὅτι μήτε πάντες εἰθισμένοι
5. χρῆσθαι πᾶσιν, ἀλλ’ οἱ μὲν λουτροῖς μᾶλλον, οἱ δὲ γυμνασίοις,
6. οἱ δὲ τοῖς μετὰ δεῖπνον ἐμέτοις, καὶ ὅτι μὴ τοῖς αὐτοῖς
7. ἅπαντες εὐάλωτοι νοσήμασιν, ἀλλ’ ὁ μέν τις ἐπιληψίαις, ὁ
8. δ’ αἵματος πτύσεσι, ὁ δὲ τοῖς καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν.
9. οὐκ οὖν οὔτε τὸν ἐπίληπτον ἐπιχειρήσομεν βαλανείοις κενοῦν,
10. ὡς σὺ φῂς, ὀρθῶς τοῦτο κελεύων, οὔθ’ ᾧ τι φόβος ἀγγεῖον
11. ἐν θώρακι ῥαγῆναι γυμνάσομεν. κίνδυνος γὰρ δηλαδὴ
12. ταῖς τῶν γυμνασίων συντονίαις, εἰ καὶ μὴ πλῆθος ἦν, ἀλλ’ ὡς
13. διὰ ἀσθένειαν κατὰ θώρακα ῥαγῆναι γυμνασομένῳ. ὅπως
14. οὖν αὐτὸν ἰασόμεθα δίδαξον ἡμᾶς. ὅτι μὲν γὰρ κενωτέον
15. ἐστὶν ὁμολογεῖς καὶ σύ. κενωτικὰ δ’ εἴχομεν βοηθήματα
16. γυμνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν δίαιταν. ἀλλὰ γυμνασίοις
17. μὲν οὐδ’ αὐτὸς ἀξιοῖς χρῆσθαι. περὶ δὲ λουτρῶν σὺ μὲν
18. ὅλως οὐδὲν εἶπας, οὔτ’ εἰ χρηστέον οὔτ’ εἰ μὴ χρηστέον ἐπὶ
1. τῶν οὕτως ἐχόντων. ἐγὼ δ’ ἐρῶ τὸ φαινόμενον αὐτὸ καὶ τῇ
2. πείρᾳ κεκριμένον, εἰ δέ τι χρὴ καὶ περὶ σοῦ μαντεύσασθαι,
3. καὶ σοὶ τάχα ἂν δόξαν. σὺ γοῦν αὐτὸς ἐν τῷ περὶ αἵματος
4. ἀναγωγῆς συγγράμματι διαδέσμοις τε ἅμα καὶ ἀσιτίαις
5. χρώμενος ὑπὸ τούτων μὲν ἀντισπόσαι τοῦ πλήθους, τοῦ δὲ
6. κενῶσαι βαλανείοις οὐ χρή. λογίζομαι γάρ σε φθέγγοντα τὸ
7. λουτρὸν ἐπὶ τῆς ἐῤῥωγυίας ἤδη φλεβὸς, οὐδ’ ἔφης, εἰ ἐπίδοξος
8. ἡ ῥῆξις, ἐθελῆσαι ἂν χρήσασθαι. εἰ δὲ καὶ μὴ σὺ οὕτως
9. ἐγίνωσκες, ἀλλ’ ἐμοὶ τὸ φαινόμενον ἤρκει. μεγίστη γὰρ αἱμοῤῥαγίαις
10. ἁπάσαις ἡ ἐκ βαλανείου βλάβη καὶ ἡ αἰτία πρόδηλος, εἴ γε
11. δὴ χεῖται μὲν τὸ αἷμα καὶ εἰς ἀτμοὺς λύεται καὶ πνεύματα τοῦ
12. τε θερμαινομένου, ὥστε καὶ εἰς κίνησιν προτρέπεσθαι καὶ
13. εἰς ὄγκον αἴρεσθαι. μαλακὰ δὲ καὶ ἀσθενῆ ταῖς θερμολουσίαις
14. ἀποτελεῖται τὰ σώματα. πῶς δὴ οὖν οὐκ ἂν ῥᾷστα
15. πάθοι αὐτά γε μαλακώτερα γενόμενα καὶ τοῦ ῥηγνύντος αὐτὰ
16. κίνησίν τε ἅμα καὶ ὄγκον προσλαβόντος; οὐκ οὖν οὐδὲ ἐν
17. βαλανείοις ἐπιχειρήσομεν κενοῦν οἷς φόβος δι’ αἵματος πλῆθος 
1. ῥαγῆναι τὰς φλέβας. εἰς λοιπὸν τὸ τρίτον συγκλειόμεθα τῶν
2. κενωτικῶν βοηθημάτων τὴν λεπτὴν δίαιταν. ἄγε δὴ, ἐπειδὴ
3. ταύτην αὐτὸς σὺν τρισὶ τρόποις ἐργάζῃ, λεπτὰ ἢ μικρὰ
4. καὶ ἄτροφα σιτία προσφέρων ἢ οὐδ’ ὅλως προσφέρων ἢ ἐμεῖν
5. ἀπὸ δείπνου κελεύων. ἴδωμεν οὖν ὅπως λεπτῶς διαιτήσομεν.
6. ἆρά γε μετὰ δεῖπνον ἐμεῖν κελεύσαντες; ἀλλ’ εἰς τὴν ἐν τοῖς
7. γυμνασίοις συντονίαν εὐλαβηθείημεν, εἴ πού γέ τι κατὰ τοὺς
8. ἐμέτους ἀδεῶς χρησόμεθα. τοῦτο μὲν οὐδ’ ἂν ἰδιώτην λάθοι.
9. λοιπὸν οὖν ἢ ἀσιτίαν προστάξομεν ἢ μικρὰ καὶ ἄτροφα σιτία
10. δώσομεν. ἀλλ’ εἰ καὶ μὴ ἰσχυρῶς τὰ τοιαῦτα, τρέφει γοῦν.
11. ἡμεῖς δ’ οὐ προσθεῖναι νῦν, ἀλλ’ ἀφελεῖν βουλόμεθα. λοιπὸν
12. ἄρα τὴν ἐπίπονον καὶ μοχθηρὰν ὄντως ὥσπερ τινὰ ἱερὰν
13. ἀγκύραν εἰς ἅπαντα πάθη διαρκῆ παραληψόμεθα λιμοκτονίαν.
14. εἶτα δηλαδὴ σκώψομεν Ἀπολλώνιον καὶ Δέξιππον ἐπὶ
15. λιμαγχονίᾳ; καίτοι καὶ τοῦτ’ αὐτὸς αὐτὸς ἐδίδαξε, βούλομαι μᾶλλον
16. ὑπομνῆσαι. καὶ γὰρ αὐτός μοι δοκεῖς αἰσθάνεσθαι περὶ τῆς
17. ἀσιτίας ὡς οὐ κενωτικοῦ βοηθήματος. ἀποδείξας δὲ πρότερον
1. ὅ βούλομαι, τηνικαῦτα δὴ καὶ τῆς παρὰ σοῦ μαρτυρίας
2. μνημονεύσω. ἡ ἀσιτία οὐ δήπου τῶν ὄντων τι πραγμάτων
3. ἐστὶν, οὐ μᾶλλον ἢ τυφλότης ἢ κωφότης, ἀλλὰ πάντα τὰ
4. τοιαῦτα στερήσεις τῶν ὑπαρχόντων εἰσί. αὐτὸ μὲν γὰρ τὸ
5. προσενέγκασθαι σιτία τῶν ὄντων ἐστὶν, ὅθεν αὐτὴν καὶ τοὔργον
6. εὑρήσεις ὑπάρχειν θρέψιν τοῦ σώματος. τὸ μὴ προσενέγκασθαι
7. οὐ ταὐτὸν τῶν ὑπαρχόντων ἐστὶν, οὔτ’ ἔργον αὐτοῦ
8. δεῖξαι δυνήσῃ, καθάπερ ἱδρώτων μὲν καὶ φλεβοτομίας καὶ
9. κλυστῆρος κένωσιν, ἐδεσμάτων δὲ θρέψιν. μέση τοίνυν
10. ἀμφοῖν ἐστὶν ἡ ἀσιτία τοῦ τε κενοῦν καὶ τοῦ τρέφειν.
11. οὔτε γὰρ τρέφει οὔτε κενοῖ. πῶς οὖν, φησὶν, ἀπέθανον πολλοὶ
12. κατ’ ἔνδειαν ἀπορίᾳ σιτίων; οὐ τῇ τῶν σιτίων ἀπορίᾳ, φήσομεν,
13. ἐπεὶ οὕτω γ’ ἂν οὐδὲ τὰ φωλεύοντα ζῶα τροφῆς ἀποροῦντα
14. διαρκεῖν ἐδύνατο. διαρκεῖ δέ γε, καὶ τοῦτ’ αὐτὸς ὁ
15. Ἐρασίστρατος λέγει καὶ τὴν αἰτίαν προσθίτησιν. ἅπαν γὰρ,
16. φησὶ, τὸ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν,
17. ἀλλ’ ἢ πλέον ἢ ἧττον, ὡς ἂν καὶ μανότητος ἔχει. τοῦ δ’
1. ἧττόν τε καὶ μᾶλλον γίνεσθαι μανὴν τὴν ἐπιφάνειαν ἄλλαι
2. τέ τινες αἰτίαι καὶ οὐδεμιᾶς ἐλάττους αἱ κατὰ θερμασίαν
3. καὶ ψύξιν καὶ ἡσυχίαν καὶ κίνησιν τροπαὶ τοῦ σώματος.
4. θερμοῦ μὲν γὰρ ὄντος τοῦ περιέχοντος ἀέρος καὶ τοῦ
5. ζώου γυμναζομένου πλεῖστον ἀποῤῥεῖν· ἐπὶ δέ γε τοῖς ἐναντίοις
6. κρύει τοῦ περιέχοντος καὶ ἀκινησίᾳ τοῦ ζώου πυκνοῦσθαι
7. μὲν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀποῤῥεῖν δὲ ἢ μηδὲν ἢ
8. παντάπασιν ὀλίγον. καὶ διὰ τοῦτο μὴ δεῖσθαι τροφῆς τὰ
9. φωλεύοντα. ἅτε γὰρ ψυχρῶν μὲν καὶ ἀργῶν καὶ παχέων
10. τῶν καθ’ ὅλον τὸ σῶμα διὰ τὴν ἡσυχίαν γιγνομένων,
11. πυκνουμένης δὲ τῆς ἐκτὸς ἐπιφανείας ἐν τῷ χειμερινῷ κρύει,
12. καθ’ ἣν ὥραν φωλεύει τὰ ζῶα, μηδὲν ἐκτὸς ἀποῤῥεῖν.
13. οὐκοῦν οὐδὲ τοῦ πληρώσοντος τὸ κενούμενον δεῖσθαι.
14. χρεία δ’ ἦν αὐτῇ τροφῆς καὶ διὰ τοῦτ’ ἐπ’ αὐτὴν ἔρχεται
15. τὰ ζῶα τὴν ἐκ τῆς κενώσεως ἔνδειαν ἰώμενα. σαφὲς οὖν
16. ὅτι τῆς μὲν ἐνδείας ἡ καθ’ ὅλην τὴν ἐπιφάνειαν κένωσις
17. αἰτία καὶ χρεία σιτίων ὑπὲρ τοῦ τὸ κενούμενον ἀναπληρῶσαι.
1. τῆς οὖν αἰτίας ἀπολλυμένης δι’ ἣν ὅλως ἐδεῖτο
2. τὰ ζῶα σιτίων, ἀνάγκη πᾶσα καὶ τὴν χρείαν συναπόλλυσθαι,
3. καὶ διὰ τοῦτο οὐ δεῖται τὰ φωλεύοντα σιτίων, ὅτι
4. μηδὲ προσθέσεως. σαφῶς οὖν ἐμάθομεν ὡς οὐχ ἡ ἀσιτία
5. κενοῦν πέφυκεν, ἀλλ’ ἡ τοῦ δέρματος μανότης. εἰ δὲ
6. τοῦτο πυκνώσαις ἡσυχίᾳ καὶ κρύει, τί τῆς λιμαγχονίας ἔτ’
7. ὄφελος; καὶ μὴν ἀναγκαῖον ἄμφω φυλάξασθαι, καὶ τὰ γυμνάσια
8. καὶ πᾶσαν ἀλέαν, ᾧ κίνδυνος αἷμα πτύσαι. τὰ μὲν
9. γὰρ τῇ συντονίᾳ ῥηγνύναι πέφυκε τὰς φλέβας· αἱ θερμασίαι
10. δὲ καθ’ ὃν λόγον καὶ τὰ λουτρά. μὴ θερμαίνων
11. μὲν ἄρα κενώσεις τὸ σῶμα, θερμαίνων δὲ ἢ γυμνασίοις
12. ἢ λουτροῖς μέγιστα βλάψεις τὴν πρὸς τὸ ῥήγνυσθαι τῶν
13. φλεβῶν αὐτῶν ἐπιτηδειότητα. τί δὴ λοιπὸν ἔτι συμβουλεύσομεν
14. τοῖς ὧδε κάμνουσιν; αἱ μὲν γὰρ ἀσιτίαι χωρὶς
15. τοῦ γυμνάζεσθαι τὸν ἄνθρωπον ἢ ἄλλως ὁπωσοῦν θερμαίνεσθαι
16. κενοῦν οὐ δύνανται. φλεβοτομίαν δὲ, ὡς ἐοίκαμεν,
17. ἐσχάτως φεύγομεν, ὥσπερ, οἶμαι, καὶ τὰς ἰσχυρὰς
18. καθάρσεις. θαυμαστή γε ἡ εὐπορία τῶν κενωτικῶν βοηθημάτων
1. εἰς ἀσιτίαν κατακλεισθέντων. εἰ μὲν μόνῃ χρησόμεθα,
2. πλεῖον οὐδὲν ἕξομεν, οὐ γὰρ κενοῖ μόνη. σὺν ᾗ
3. κενοῦν πέφυκε, μείζονας ταῦτα τὰς ἄλλας βλάβας τῆς ἐκ τοῦ
4. κενοῦν ὠφελείας ἔχει.

Cliquer un n° de page pour en afficher l’image