ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ ΠΡΟΣ
ΕΡΑΣΙΣΤΡΑΤΕΙΟΥΣ ΤΟΥΣ ΕΝ ΡΩΜΗΙ.
1. Ὅτε τὸ πρῶτον ἧκον εἰς Ῥώμην, εὗρόν
2. τινας ἰατροὺς εἰς τοσοῦτον φυλαττομένους φλεβοτομίαν ὥστε
3. ἐνίοτε διὰ πλῆθος ἀνθρώπου πνιγομένου, μηδὲ τότε χρῆσθαι
4. τῷ βοηθήματι. καί τινα γυναῖκα τῇ μὲν ἡλικίᾳ σχεδὸν
5. ἐτῶν κά, ἐξ ἐπισχέσεως τῆς ἐμμήνου καθάρσεως ἐρυθρόν τε
6. τὸ πρόσωπον ἔχουσαν καὶ βήττουσαν ἀτρέμα καὶ δυσπνοοῦσαν
7. ἤδη που σμικρὰ διαδοῦντας ἐρίοις δεσμοῖς τὰ κῶλα καὶ
8. ἀσιτεῖν κελεύοντας, οὔτε δὲ αὐτοὺς φλεβοτομοῦντας ἡμᾶς τε
1. κωλύοντας· ἐπεὶ ᾧ συνήθες εἶναι τοῖς οἰκείοις τῆς γυναικὸς
2. καὶ πρεσβύτεραι μᾶλλον ἐπιστεύοντο. πείθειν μὲν αὐτοὺς ἔτι
3. περὶ τῆς φλεβοτομίας οὐδὲ ἐπεχείρησα, προσανηρώτησα δ’ εἰ
4. μὴ κωλύοιεν ἐρεθίζειν ἐπὶ μήτραν τὸ αἷμα τοῖς τοῦτ’ ἐργάζεσθαι
5. δυναμένοις φαρμάκοις. ὡς δὲ συνεχώρησαν, ἑτοίμως
6. τὴν συνήθη τῇ καμνούσῃ μαιεύτριαν ἐξευρὼν ἐπὶ τὴν
7. χρῆσιν αὐτῶν προὔτρεπον. ἡ δὲ κεχρῆσθαι καθ’ ὃν ἐχρῆν
8. καιρὸν ἔλεγεν, ἡνίκα ἐπίδοξος ἡ ἔμμηνος ἦν ἔσεσθαι κάθαρσις.
9. ἐμέμνητό τε τῶν φαρμάκων ἃ προσήνεγκε τῇ
10. γυναικὶ, δοκίμων ἁπάντων ὄντων, ὡς μὴ δόξαι τινὰ τῇ
11. τούτων ἀσθενείᾳ τὴν βοήθειαν ἄπρακτον γενέσθαι. ταῦτά
12. τε οὖν ἐγὼ πυθόμενος, ἔτι τε πρὸς τούτοις ὅτι τέταρτος
13. εἴη μὴν πεπλησμένος τῆς ἐπισχέσεως τοῦ αἵματος, αὖθις
14. ἐντυχὼν τοῖς ἰατροῖς ἐπεχείρουν πείθειν ἐπὶ τὴν φλεβοτομίαν
15. ἀφικέσθαι. μὴ βουληθέντων δὲ θαυμάζων εἰ διὰ μὲν
16. τῆς μήτρας ἐκκενῶσαι τὸ περιττὸν αἷμα σπουδάζουσιν, ἀναστομώσαντες
17. δηλαδὴ φλέβας ἐνταῦθα πολλὰς, ἄλλης δέ
1. τινος φλεβὸς τμηθείσης ἡγοῦνται βλαβερὰν ἔσεσθαι τὴν
2. κένωσιν. τῶν δὲ εἰπόντων ὑπὸ μόνης τῆς ἀσιτίας κενωθῆναι
3. δύνασθαι τὸ πλεονάζον αἷμα, χωρὶς τοῦ προσαχθῆναι βοήθημα
4. τοιοῦτον, σιωπήσας ἀπηλλαττόμην, οὐδὲν χρηστὸν
5. ἐλπίζων ἐπὶ τῇ γυναικὶ, διά τε τὴν βῆχα καὶ τὴν δύσπνοιαν.
6. ἢ γὰρ αἷμά τι πτύσσειν αὐτὴν ἐκ θώρακος ἢ πνεύμονος,
7. ἀγγείου ῥαγέντος, ἢ πάντως γε συναγχικὴν ἢ πλευριτικὴν ἢ
8. περιπνευμονικὴν ἔσεσθαι προσεδόκουν. ἐβουλόμην τε μᾶλλον,
9. ὡς ἐν κακῶν αἱρέσει, πλευριτικὴν γενέσθαι τὴν γυναῖκα, δεδιὼς
10. τῆς μὲν ἐν συνάγχῃ τε καὶ περιπνευμονίᾳ τὴν ὀξύτητα τοῦ κινδύνου,
11. τῆς δὲ ἐν τῷ πνεύμονι ῥήξεως ἀγγείου τὸ θανατῶδες, ὅπερ
12. οὖν καὶ συνέβη γενέσθαι. βηξάσῃ γὰρ αὐτῇ συντονώτερον αἷμα
13. συνανήχθη. καὶ ἤδη καὶ τῶν ἰδιώτων οὐχ ὀλίγοι τοῖς κωλύσασι
14. φλεβοτομηθῆναι τὴν ἄνθρωπον ἐμέμφοντο. καὶ πάντως,
15. εἰ καὶ μὴ πρόσθεν, ἀλλὰ νῦν γοῦν ἤλπιζον αἰδεσθέντας
16. αὐτοὺς συγχωρῆσαι τῷ βοηθήματι. τῶν δὲ μηδὲ τότε ἐπιτρεπόντων,
17. ἀλλὰ τά τε τῶν κώλων δεσμὰ ἐπεσφίγγειν σφοδρότερον
1. ἀξιούντων, ἐρεθίζειν τε διὰ μήτρας, ἐπιμένειν τε
2. ταῖς ἀσιτίαις, ἐγὼ μὲν ἐχωρίσθην, ὡς ἂν μηδὲν ἀνύσειν ἐλπίζων
3. διά τε τὴν ἡλικίαν τῶν ἀνδρῶν καὶ τὴν δόξαν. ἡ γυνὴ
4. δ’ ἀπέθανεν οὐ μετὰ πολὺν χρόνον, ἀνιάτῳ δυσπνοίᾳ συσχεθεῖσα.
5. καὶ μὲν δὴ καὶ συναγχικῶν ὑπὸ τῶν αὐτῶν τούτων
6. ἰατρῶν κωλυθέντων φλεβοτομῆσαι διὰ ταχέων ἀποθανόντων.
7. καὶ πάλιν ἄλλον τινα ἦρος ὥρᾳ, δι’ ὅλου μὲν τοῦ χειμῶνος
8. ἐμπεπλησμένον ἄνευ γυμνασίων, ἐρυθροὺς δὲ οὕτω τοὺς
9. ὀφθαλμοὺς ἔχοντα καὶ τὸ πρόσωπον ὅλον, ὡς εἰ καί τις μὲν
10. ἐρείσας χαμαὶ τὴν κεφαλὴν, ὑψηλὰ δ’ ἀνατείνας τὰ σκέλη,
11. χρονίσει ἐν τούτῳ τῷ σχήματι, πεμπταῖος οὗτος δυσπνοήσας
12. ἐπνίγη. τετάρτην ἐπὶ τούτων γυναῖκα τῆς ἐμμήνου καθάρσεως
13. ἐπεσχημένης οὐκ ὀλίγου χρόνου κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ
14. θάνατον ἐποδήγουν οἱ τῆς φλεβοτομίας ἐχθροὶ, τὰς τρεῖς μὲν
15. ἡμέρας ἐν πρώτοις ἐν ἀσιτίᾳ φυλάξαντες· καὶ γὰρ καὶ ὁ πυρετὸς
16. ἦν αὐτῇ συνεχής· τῇ τετάρτῃ δὲ δόντες αὐτῇ ὀλιγοστόν
17. τι ῥοφήματος, εἶτα τῇ πέμπτῃ πάλιν ἀσιτεῖν κελεύσαντες,
18. ἐν ᾗ καὶ παροξυνθεῖσα σφοδρότερον ἀνεπήδα τε παραφρονοῦσα
1. καὶ διὰ τῶν θυρῶν ἐκτὸς ἔθει κεκραγυῖα, καὶ μόγις αὐτὴν οἱ
2. παρόντες ἠδύναντο κατέχειν. ἀλλὰ ταύτην γε ἡ φύσις ἔσωσεν,
3. αἷμα ἐκ μυκτήρων ἐκχέασα πάμπολυ. καὶ ἦν θαυμάσαι
4. τε ἅμα καὶ διδαχθῆναι πηλίκην ἔχει δύναμιν εἰς τὴν τῶν
5. τοιούτων παθημάτων ἴασιν αἵματος ἀφαίρεσις. αὐτίκα γὰρ
6. ἐπὶ τῇ διὰ τῶν μυκτήρων αἱμοῤῥαγίᾳ πάντων ἀπήλλακτο τῶν
7. συμπτωμάτων ἡ γυνή. ἔμπροσθεν μὲν οὖν ἐδεδίειν εἰς λόγους
8. ἰέναι τοῖς ἰατροῖς, εἰκάζων ἃ μέλλουσιν ἐρεῖν εἰς τὸ μὴ χρῆσθαι
9. τῇ φλεβοτομίᾳ. φανερῶς δὲ δοξάσης ἅπασι σωθῆναι
10. τῆς γυναικὸς ἐπὶ τῇ κενώσει τοῦ αἵματος, ἀνέμνησα αὐτοὺς
11. τῶν ἀποθανόντων, ὡς εἰ καί τις ἐκείνους ἐφλεβοτόμησεν,
12. ἴσως ἂν ἐσώθησαν, ἔλεγόν τε τινὰς ἐπὶ τούτων λογισμοὺς,
13. οἱ δὲ περιέπλεκον μὲν ἄνω καὶ κάτω τοὺς λόγους ἑλίττοντες,
14. ἐπέραινον δ’ οὐδὲν, ἀλλὰ καὶ τελευτῶντες ἐπὶ τὸν Ἐρασίστρατον
15. κατέφευγον, ἐν μὲν τῷ πρώτῳ περὶ αἵματος ἀναγωγῆς βιβλίῳ
16. φάσκοντες ἀποδεδεῖχθαι πρὸς αὐτοῦ κάλλιον εἶναι τοῦ φλεβοτομεῖν
17. τὸ διαδεῖν τὰ κῶλα, κατά τε τὴν περὶ τῶν πυρετῶν
1. πραγματείαν, μηδὲ ἐπιμνησθῆναι τὴν ἀρχὴν τῆς φλεβοτομίας
2. αὐτὸν, ὡς ἂν ὧν δὴ ἔδειξεν ἐν τῷ περὶ αἵματος ἀναγωγῆς
3. μεμνημένον. καὶ γὰρ ἂν ἦν, ἔφασαν, γελοῖος εἰ παραιτησάμενος
4. τῆς φλεβοτομίας ἐπὶ τοῦ μάλιστα δεῖσθαι δοκοῦντος πάθους
5. ἔμελλεν ἔτι περὶ τῶν ἄλλων ἐρεῖν. τὸν αὐτὸν δὲ τοῦτον
6. Ἐρασίστρατον οὐ μόνον ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ
7. σεσιγηκέναι περὶ τῆς φλεβοτομίας ἔλεγον, ἀλλὰ κᾀν ταῖς
8. ἄλλαις ἁπάσαις. οὔτε γὰρ ἐν τῇ τῶν κατὰ τὴν κοιλίαν παθῶν
9. οὔτε ἐν τῇ τῶν παρέσεων οὔτε ἐν τῇ περὶ ποδάγρας,
10. ἀλλ’ οὐδὲ ἐν τῇ τῶν ὑγιεινῶν κεχρῆσθαι φλεβοτομίᾳ. καίτοι
11. τὸ πλῆθός γε τοῦ αἵματος ἐν τοῖς ὑγιεινοῖς συγγράμμασι
12. μάλιστα αὐτὸν αἰτιᾶσθαι τῶν νόσων. ἐμοῦ δ’ ἀποθαυμάζοντός
13. τε τὰ λεγόμενα καὶ τοσοῦτον ἔτι προσανερωτήσαντος
14. αὐτοὺς, εἰ μηδέποτε χρηστέον ἐστὶ φλεβοτομίᾳ, μηδ’ ἂν
15. περιπνευμονικός τις εἴη ἢ συναγχικῶς πνιγόμενος τύχοι, μηδ’
16. ἂν ἐξ ἐπισχέσεως ἐμμήνου καθάρσεως ἢ αἱμοῤῥοΐδος ἐπὶ θώρακα
17. ὠθεῖται τὸ πλεονάζον αἷμα. καὶ πρὸς τούτοις ἀπεκρίναντο
18. προχειρισάμενοι τοὺς ἐν τοῖς τῶν διαιρέσεων βιβλίοις
1. Ἐρασιστράτῳ γεγραμμένους ἀῤῥώστους, καὶ μάλιστα αὐτῶν
2. τὸν Κρίτωνα καὶ τὴν ἐκ τῆς Χίου παιδίσκην. τὸν μὲν γὰρ ἐξ
3. ἀρχῆς συναγχικῶς ἐνοχλούμενον, ἅμα δὲ καὶ πληθωρικὸν
4. ὄντα, καθάπερ αὐτὸς ὁ Ἐρασίστρατος ἔγραψεν· τὴν δὲ τῶν
5. καταμηνίων ἐπεσχημένων καὶ τοῦ πλήθους ὁρμήσαντος ἐπὶ
6. πνεύμονα μὴ φλεβοτομῆσαι τὸν ἄνδρα. λεγόντων δ’ αὐτῶν ἔτι
7. ταῦτα Τεύθρας τις ἐμὸς πολίτης ἅμα καὶ συμφοιτητὴς, ἦν
8. δὲ πάνυ τὸν τρόπον ἐλεύθερος, οὐ κάμψεις, ἔφη, τούτους ποτὲ,
9. τοὺς μηδὲ ἄχρι τοσούτου σωφρονοῦντας, ὡς μεμνῆσθαι τῶν
10. δι’ Ἐρασίστρατον ἀποθανόντων. διὰ τί γὰρ ἄλλο, ἔφη, τοὺς
11. προκεχειρισμένους ὑπ’ αὐτῶν ἀῤῥώστους ἀποθανεῖν συνέβη,
12. πλὴν ὅτι παρελείφθη τὸ τῆς φλεβοτομίας βοήθημα; διὰ τί δὲ
13. ἄλλο τοὺς πρῲ ὑπὸ τούτων κωλυθέντας κενωθῆναι; καὶ
14. πάντας ἑξῆς αὐτοὺς ὀνόματι κατέλεξεν ἅμα ταῖς διαθέσεσιν
15. αἷς ἔσχον, ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα. καὶ ταῦτα
16. μειδιῶν ἀνελιττόμενος τὴν χεῖρα καὶ βίαιον ἐπισπασάμενος
17. ἀπῆγε τῶν ἰατρῶν. τῇ δ’ ὑστεραίᾳ προκομίσας τὰ τῶν διαιρέσεων
1. Ἐρασιστράτου βιβλία τοῖς φιλοσόφοις ἅπασιν ἀνεγίνωσκε,
2. ἅμα μὲν ἐπιδεικνὺς ὅτι δι’ Ἐρασίστρατον ἀπέθανον
3. ἥ τε ἐκ τῆς Χίου παιδίσκη καὶ Κρίτων ἅμα προσκαλούμενος
4. τοὺς πρεσβύτας ἰατροὺς εἰς διάλογον. ἐκεῖνοι μὲν οὖν οὐκ
5. ἀφικνοῦντο, μικρότερον ἑαυτῶν εἶναι νομίζοντες ἁμιλλᾶσθαι
6. νεανίσκῳ. συνέβη γάρ πως ἐν ἐκείνῳ τῷ χρόνῳ καθ’ ἑκάστην
7. ἡμέραν εἰς τὰ προβαλλόμενα λέγειν ἐν πλήθει. προεβλήθη
8. μὲν οὖν ὑπό τινος, εἰ δεόντως Ἐρασίστρατος οὐ κέχρηται
9. φλεβοτομίᾳ. διῆλθον δ’ , ὡς ἔδοξε τοῖς τότε ἀκούσασιν, ὠφελιμώτατον
10. πρόβλημα. διὸ καὶ παρεκάλεσεν ὁ Τεύθρας ὑπαγορεῦσαι
11. μεταλελεγμένα τῷ πρὸς αὐτοῦ πεμφθησομένῳ παιδί.
12. καὶ γάρ τοι καὶ μέλλων εἰς τὴν Ἰωνίαν ἐπιδημῆσαι καὶ ἐξορμήσασθαι
13. πάντως ἔφασκεν ἔχειν αὐτὰ βούλεσθαι. ἐγὼ μὲν
14. οὖν ἐπείσθην τε τῷ ἑταίρῳ καὶ τὸν λόγον ὑπηγόρευσα.
15. συνέβη δ’ ἐκπεσεῖν εἰς πολλοὺς τὸ βιβλίον, οὐ κατὰ τὴν
16. γνώμην ὑπ’ ἐκείνου διαδοθὲν. ὁ γάρ τοι λόγος οὐ συγγράμματι
17. πρεπόντως, ἀλλ’ ἀκουστηρίῳ συνέκειτο, δεηθέντος τοῦ
1. φίλου καθ’ ὃν ἐῤῥέθη τρόπον, οὕτως αὐτὸν ὑπαγορευθῆναι.
2. ἀλλὰ καὶ τοιοῦτος ὢν καὶ πολλὰ λείποντα ἔχων ὡς τὸ τέλεον,
3. ὅμως ἔοικεν ἠνυκέναι μεῖζόν τι τῆς ἐλπίδος. ἐπὶ γὰρ τοὐναντίον
4. ἀφιγμένοι πάντες εἰσὶν οἱ νῦν ὀνομάζοντες ἑαυτοὺς Ἐρασιστρατείους,
5. ἐφεξῆς τε φλεβοτομοῦσιν ἅπαντας, οὐ μόνον
6. οὓς ὀλίγον ἔμπροσθεν εἶπον, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν πυρέττοντας.
7. ὥστε κατὰ τὸν Στησίχορον ἔοικα δεήσεσθαι παλινῳδίας
8. τινὸς, ἐν ᾗ παρακαλέσω τοὺς ἄνδρας ἐπὶ μὲν τῶν
9. κατὰ τοὺς λόγους διατριβῶν ἐρίζειν εἰς ὅσον βούλονται, φείδεσθαι
10. δὲ τῶν ἀῤῥώστων ἀποθεμένους τὸ σφοδρὸν τοῦτο τῆς
11. ἐφ’ ἑκάτερον ὁρμῆς. οὔτε γὰρ ἐπέχεσθαι χρὴ φλεβοτομίας διὰ
12. παντὸς, οὐδ’ ἡγεῖσθαι πάντας ὅσους ἂν Ἐρασίστρατος ἀσιτεῖν
13. κελεύῃ δεῖσθαι φλεβοτομίας, ὅπερ οἱ νῦν Ἐρασιστράτειοι
14. φασίν. οὐ μὴν οὐδὲ ῥᾷστον εἶναι πάντας τοὺς χρῄζοντας
15. τοῦ βοηθήματος διαγνῶναι, καθάπερ οὐδὲ τὸ μέτρον εὑρεῖν
16. ἢ τὴν τμηθησομένην φλέβα καὶ τὸν καιρόν. τόν τε Ἐρασίστρατον
17. αὐτὸν διὰ τοῦτο οἶμαι παραλιπεῖν ἐφ’ ἑκάστου τῶν
1. παθῶν, ὥς γε σαφῶς ἐν τῷ μάλιστα δεομένῳ φλεβοτομίας
2. ἐκώλυσε χρῆσθαι. ἀλλά τοι, φασὶν, ἀσιτεῖν κελεύων ἐν τοῖς τῆς
3. φλεγμονῆς καιροῖς αὐτοῖς ἔγραψε κατὰ λέξιν ὧδε· κενούμεναι
4. γὰρ φλέβες ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα
5. εἰς τὰς ἀρτηρίας. τούτου δὲ συμβαίνοντος ἧττον αἱ φλεγμοναὶ
6. ἔσονται. εἴπερ οὖν ὡς κενωτικὸν βοήθημα τὴν ἀσιτίαν
7. συμβουλεύει, πολὺ δήπου, φασὶ, μᾶλλον ἐπὶ φλεβοτομίας
8. ἀφίξεται. ὅτι μὲν οὖν ἐπὶ φλεβοτομίαν ἐχρῆν ἔρχεσθαι
9. μᾶλλον αὐτὸν ἔνθα ταχέως κενῶσαι βούλεται, κάλλιστα
10. λέγουσι, πλὴν ὅτι κᾀνταῦθα παραλείπουσι τοὺς κωλύοντας
11. ἐνίοτε σκοποὺς, ὧν τοῦ λόγου προϊόντος ἐγὼ
12. μνημονεύσω.