13. Ζητεῖται δὲ νῦν οὐχ ἁπλῶς τί βέλτιον ἐστὶν,
14. ἀλλ’ εἰ φαίνεται χρώμενος Ἐρασίστρατος τῷ βοηθήματι.
15. τοῦτο δ’ οἱ μὲν ἔμπροσθεν, ἡνίχ’ ἧκον εἰς Ῥώμην τὸ πρῶτον,
16. ἅπαντες ἠρνοῦντο τῶν Ἐρασιστράτου μαθητῶν, οἱ δὲ
17. δοκιμώτατοι, οὓς αὐτὸς οἶδα, νῦν ὡς σμικρῷ τινὶ παραλλάττουσιν
18. αὐτῶν. ἵνα γὰρ ἐάσας τοὺς ἄλλους Στράτωνος
1. μνημονεύσω, διὰ παντὸς μὲν Ἐρασιστράτῳ συγγενομένου,
2. γράψαντος δ’ ἐπὶ τῆς οἰκίας αὐτοῦ καὶ διὰ τοῦτο λεγομένου
3. δεδουλευκέναι τἀνδρὶ, τά τ’ ἄλλα, φησὶν ἐκεῖνος, Ἐρασίστρατον
4. ἐπαινεῖσθαι δίκαιόν ἐστι καὶ ὅτι χωρὶς φλεβοτομίας
5. ἐθεράπευεν ἃ μετὰ τοῦ φλεβοτομεῖν οἱ πρόσθεν
6. ἐπεχείρουν ἰᾶσθαι. καὶ μέντοι καὶ αὐτὸς ὁ Στράτων φαίνεται
7. διὰ τῶν ἰδίων συγγραμμάτων ἀεὶ τὰς θεραπείας χωρὶς
8. φλεβοτομίας ποιούμενος. καὶ τί θαυμαστὸν Ἐρασίστρατον
9. ἕπεσθαι τὰ πάντα Χρυσίππῳ τῷ Κνιδίῳ, προῃρημένον ἀποστῆναι
10. τοῦ φλεβοτομεῖν ὥσπερ κᾀκεῖνος; οὕτω δὲ καὶ Ἀριστογένης
11. καὶ Μήδιος, οἵ τ’ ἄλλοι πάντες οἱ ἀπὸ τοῦ
12. Χρυσίππου φαίνονται ποιοῦντες. ὅσον μὲν οὖν ἐπὶ τῇ
13. τῶν καμνόντων σωτηρίᾳ, πολὺ βέλτιόν ἐστι πεπεῖσθαι
14. φλεβοτομίᾳ χρῆσθαι τὸν Ἐρασίστρατον· ὡς δ’ ἐπὶ
15. τοῖς νῦν Ἐρασιστρατείοις, ἄμεινον μὴ πεπεῖσθαι. μανίας
16. γὰρ ἐσχάτης ἔργον οἴεσθαι διὰ τοῦτ’ Ἐρασίστρατον ἐφ’
17. ὧν εἰρήκαμεν ὀλίγον ἔμπροσθεν παθῶν σεσιγηκέναι τὴν
18. φλεβοτομίαν, ὅτι κενοῦσθαι τὰς φλέβας ἀξιοῖ καὶ τοῦτον
1. τίθεσθαι τῆς θεραπείας τὸν σκοπὸν, ὅγε τοι τούτῳ πεισθεὶς
2. ἐφ’ ὧν ἂν εὕροι παθῶν Ἐρασίστρατον ἀσιτίαν συμβουλεύοντα.
3. πρόδηλον γὰρ ὡς τοῦθ’ ἕπεται τοῖς ὁμότιμον
4. εἰποῦσιν εἶναι βοήθημα τὴν φλεβοτομίαν ταῖς ἀσιτίαις, εἰ δὲ
5. οὐκ ἔστιν ὁμότιμον, ἀλλὰ δεῖταί τινων διορισμῶν, οὓς ὁ
6. μαθὼν ἐξευρήσει, πηνίκα μὲν ἄμεινόν ἐστι διὰ φλεβοτομίας
7. μόνης τὴν κένωσιν ποιεῖσθαι, πηνίκα δ’ ἤτοι δι’ ἀσιτίας
8. μόνης ἢ δι’ ἀμφοτέρων, καταβάλλεται φανερῶς αὐτοὺς ὁ
9. λόγος. ἔγραψε γὰρ ὁ Ἐρασίστρατος τοὺς διορισμοὺς ἐκείνους,
10. εἴπερ, ὡς οὗτοι φασὶν, ἔδοξε περὶ τῆς φλεβοτομίας ὡς ὁ λόγος
11. αὐτῶν ἑαυτὸν περιτρέπει καθ’ ἑκάτερον. εἰ μὲν γὰρ ὁμότιμον
12. ἐστὶ, διὰ τοῦτο παρέλιπεν ὁ Ἐρασίστρατος ἔν τε τῇ περὶ τῶν
13. πυρετῶν πραγματείᾳ καὶ ταῖς ἄλλαις ὧν ὀλίγον ἔμπροσθεν
14. ἐμνημόνευσα γράψαι τι περὶ φλεβοτομίας. εἰ δ’ οὐκ ἐστὶν
15. ὁμότιμον πάντῃ τὸ τῆς φλεβοτομίας βοήθημα τῷ τῆς ἀσιτίας,
16. οὐκ ὀρθῶς αὐτοὶ λέγουσιν ἐξ ὧν ἐπὶ τῆς ἀσιτίας ἔγραψεν, ἐκ
17. τούτων ἡμᾶς χρῆναι τεκμαίρεσθαι περὶ τῆς φλεβοτομίας. καὶ
18. μὴν κατὰ τοῦτο πάλιν ὁ λόγος αὐτῶν ἑαυτὸν περιτρέπει, τὴν
1. ἀσιτίαν ἀποφαίνων ἄχρηστον. εἴπερ γὰρ ὅτι κενουμέναις ταῖς
2. φλεψὶ ἐν ταῖς ἀσιτίαις ἕπεται τὸ μειοῦσθαι τὰ πάθη, διὰ
3. τοῦτο αὐτὰς παραλειψόμεθα, πολλῷ βέλτιόν ἐστι ἅπαξ
4. ἐκκενώσαντας τὸ περιττὸν ἀποστῆναι τῶν ἀσιτιῶν, ἀηδίαν
5. τε πολλὴν παρεχουσῶν τοῖς κάμνουσι καὶ ἀγρυπνίαν καὶ ἄσην
6. ἐπιφερουσῶν, ἔτι τε στομάχου κάκωσιν καὶ χυμῶν διαφθορὰν
7. καὶ γαστρὸς, ἐνίοτε καὶ οὔρων ἐπίσχεσιν.
⟨
(De venae sect. adv. Erasistrateos Romae deg.) [n° 072 Fichtner]
De venae sectione adversus Erasistrateos Romae degentes
Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Saignée contre les Érasistratéens de Rome
Bloodletting, against the Erasistrateans at Rome (Ven. Sect. Er. Rom.)
, 1970.
De venae sectione adversus Erasistrateos Romae degentes, 1826, vol. 11, p. 187-249. urn:cts:greekLit:tlg0057.tlg069.verbatim-lat1
Brain, 1986 (eng).
De venae sectione adversus Erasistrateos Romae degentes, 2, ed. Kühn, 1826, vol. 11, p. 196-199. urn:cts:greekLit:tlg0057.tlg069.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩