Galenus. De venae sectione adversus Erasistrateos Romae degentes (De venae sect. adv. Erasistrateos Romae deg.) [n° 072 Fichtner]

Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Saignée contre les Érasistratéens de Rome
Bloodletting, against the Erasistrateans at Rome (Ven. Sect. Er. Rom.)
, 1970.
De venae sectione adversus Erasistrateos Romae degentes, 1826, vol. 11, p. 187-249. urn:cts:greekLit:tlg0057.tlg069.verbatim-lat1
Brain, 1986 (eng).

De venae sectione adversus Erasistrateos Romae degentes, 3, ed. Kühn, 1826, vol. 11, p. 199-211. urn:cts:greekLit:tlg0057.tlg069.1st1K-grc1:3

8. Ὅτι δὲ ὄντως Ἐρασίστρατος οὐ κέχρηται
9. τῇ φλεβοτομίᾳ, δῆλον ἐναργῶς ἐστὶν ἐκ τῶν ἐν τοῖς διαιρέσεων
10. βιβλίοις γεγραμμένων ἀῤῥώστων, ἐφ’ ὧν διηγούμενος
11. ἅπαντα τὰ πραχθέντα κατὰ τὴν θεραπείαν οὐδαμῆ φαίνεται
12. φλεβοτομίας μνημονεύων. ἅπαντας μὲν οὖν αὐτοὺς προχειρίζεσθαι
13. μακρὸν, ἀρκεῖ δ’ ἀναμνῆσαι μόνων ἐκείνων, ὧν ὀλίγον
14. ἔμπροσθεν ἔφην τοὺς πρεσβύτας ἰατροὺς μνημονεῦσαι. γέγραπται
15. δ’ αὐτῶν ὁ μὲν ἐν τῷ προτέρῳ τῶν διαιρέσεων, ὁ δ’
16. ἕτερος ἐν τῷ δευτέρῳ. καίτοι καὶ νῦν ἤδη καιρὸς αὐτὰς τὰς
17. λέξεις παραγράψαι, καθ’ ἃς ὁ Ἐρασίστρατος ἅπαντα διηγεῖται
18. τὰ γενόμενα τοῖς ἀῤῥώστοις. ἐν μὲν οὖν τῷ προτέρῳ τῶν
1. βιβλίων οὕτως ἔγραψε· τῇ ἐκ τῆς Χίου παιδίσκῃ τὰ μὲν
2. γενόμενα τῶν καθάρσεων τοπρῶτον ἐπεσχέθη ἐπὶ πλείω
3. χρόνον. ἔπειτα εἵπετο τὰ βηχία καὶ ἀναγωγὴ φλέγματος.
4. χρόνου δὲ προϊόντος αἵματος ἀναγωγὴ ἐγένετο, κατὰ τὴν
5. τῶν καθάρσεων περίοδον ἑαυτῇ ἠκολούθει, ἐνίοτε μὲν διὰ
6. μηνῶν δ΄, ὁτὲ δὲ διὰ δύο. εἰ δέ πως ταῖς ἡμέραις ἐν αἷς αἱ
7. καθάρσεις ἐγίνοντο καὶ ἡ ἀναγωγὴ συνέβαινεν, παρηκολούθει
8. ἐφ’ ἡμέρας τρεῖς ἢ τέσσαρας· ὥστε παντάπασιν
9. ἐμφαίνειν ὅτι ἀντὶ τῶν καθάρσεων ταύτην τὴν ἔκκρισιν λαμβάνει.
10. ἐπηκολούθει δὲ καὶ πυρετὸς ἐν ταύταις ταῖς
11. ἡμέραις· ἔπειτα ἀπεκαθίστατο. ταῦτα προειπὼν ὁ Ἐρασίστρατος
12. ἐφεξῆς γράφει περὶ τῶν ἰαμάτων αὐτῆς ὧδε· ἐν δὲ
13. τοῖς πρώτοις χρόνοις αὕτη ἐπεχείρησε θεραπεύεσθαι ποτήμασί
14. τε καὶ πυριάσεσι τῆς ὑστέρας καὶ προσθέτοις καὶ
15. τῇ ἄλλῃ διαίτῃ πρὸς ταῦτα ἁρμοζούσῃ. ἦν γὰρ δή τις
16. καὶ περὶ τὸ στόμα τῆς ὑστέρας οὐκ ἰσχυρὰ σκληρότης,
17. οὐδαμῶς δὲ οὐδὲν ὑπακουούσης τῆς θεραπείας, ἀλλὰ κατά
18. τινα μίαν περίοδον εἰς τὴν ὀσφὺν βάρους ἀπαντήσαντος,
1. ὑγρασίας δὲ οὐδεμιᾶς, οἵ τε πυρετοὶ συνεχέστεροι ἦσαν ἢ καὶ
2. τῷ σώματι ᾧ ἐνεδίδουν καὶ βῆχες ἠκολούθουν σφοδραί. τῆς
3. μὲν οὖν περὶ τὴν ὑστέραν θεραπείας ἀπέστημεν, ἐργῶδες
4. ὑπολαμβάνοντες εἶναι τῶν πυρετῶν μενόντων καθάρσεις
5. ποιεῖσθαι· τῇ δὲ λοιπῇ θεραπείᾳ χρώμεθα, ὡς εἰθίσμεθα
6. πρὸς τὰ τοιαῦτα τά τ’ ἄλλα καὶ πρὸς τὴν θεραπείαν περίοδον
7. τῶν καθάρσεων προσλαμβάνοντες ὑπεστέλλομεν τὰ σιτία,
8. καὶ ἡ μὲν τοῦ αἵματος ἀναγωγὴ οὐκ ἐγένετο ἀλλ’ ἢ ἅπαξ
9. ἐπὶ βραχύ. ἀλλὰ μέντοι οὐδὲν ἔφρασεν, ἀλλά που καὶ ἀνέτρεχον
10. ἤδη πυώδεις ἀναγωγαί. φλεβοτομίας λόγος ἐνταῦθα
11. οὐδεὶς, καὶ προσῆκον γ’ ἦν, ὡς ἅπαντες ἴσασιν οἱ τῶν ἔργων
12. τῆς τέχνης ἔμπειροι, τὴν ἀρχὴν τῶν βοηθημάτων ἀπὸ φλεβοτομίας
13. ποιεῖσθαι. ἴσως τις φήσει τούτων τῶν ἅπανθ’ ἑτοίμως
14. λέγειν οὐκ ὀκνούντων, ὡς οὐ παρ’ Ἐρασιστράτου τῆς θεραπείας
15. προσισταμένου ταῦτ’ ἐγένετο. διηγεῖται δὲ αὐτὰ νῦν
16. ἡμῖν ἕνεκα τοῦ μηδὲν τῶν πραχθέντων λαθεῖν. ἀλλ’ ἐξελέγξει
17. γε τούτους τὸ ἐπιφερόμενον, ἔνθα φησὶ, τῆς μὲν οὖν περὶ τὴν
18. ὑστέραν θεραπείας ἀπέστημεν, ἐργῶδες ὑπολαμβάνοντες εἶναι 
1. τῶν πυρετῶν μενόντων τὰς καθάρσεις ποιεῖσθαι, τῇ δὲ λοιπῇ
2. θεραπείᾳ χρώμεθα πρὸς τὰ τοιαῦτα, τά τε ἄλλα καὶ πρὸς
3. τὴν θεραπείαν περίοδον τῶν καθάρσεων προσλαμβάνοντες
4. ὑπεστέλλομεν τὰ σιτία. ἐν τούτοις γὰρ ὁ Ἐρασίστρατος
5. ἐνδείκνυται σαφῶς οὐχ ἑτέρων θεραπείαν διηγούμενος, ἀλλ’
6. ἑαυτὸν συναριθμῶν τε καὶ συνεπιγράφων ἅπασι τοῖς πραχθεῖσι
7. περὶ τὸν ἄνθρωπον. τὸ γὰρ ἀπέστημεν, καὶ ἀπολαμβάνοντες,
8. ἔτι τε τὸ χρώμεθα καὶ τὸ προσλαμβάνοντες,
9. ἔτι τε πρὸς τούτοις τὸ ὑπεστέλλομεν τὰ σιτία, προδήλως
10. ἐνδείκνυται δυοῖν θάτερον, ἤτοι γ’ αὐτὸν ἐξηγεῖσθαι τῆς
11. θεραπείας τὸν Ἐρασίστρατον ἢ τοῖς ὑφ’ ἑτέρου γιγνομένοις
12. ἀρέσκεσθαι. καὶ μὴν εἴπερ ἠρέσκετο τοῖς πραττομένοις, ἐναργὲς
13. ἂν εἴη τεκμήριον αὐτοῦ τῆς γνώμης ἣν εἶχε περὶ φλεβοτομίας.
14. τὸ γὰρ ὑποστέλλειν τὰ σιτία δυοῖν τούτοιν τὸ ἕτερον,
15. ἤτοι ἀφαιρεῖν τελέως ἢ μειοῦν. ὅπερ ἐπὶ τῆς νοσούσης ὁ
16. Ἐρασίστρατος ἔφη πεπρᾶχθαι, καθ’ ὃν καιρὸν τῆς καθάρσεως
17. περίοδος ἦν, ὡς ὡμολόγει τοῖς ἄλλοις συγγράμμασι ἅπασιν
18. αὐτοῦ, καὶ ταῖς φλεβοτομίαις μὲν οὐδαμόθεν χρώμενος, συμβουλεύων
1. δ’ ἀσιτεῖν. εἰ μή τι ἄρα κᾀνταῦθα φήσουσί γε
2. φλεβοτομεῖσθαι μὲν τὴν γυναῖκα, παραλελεῖφθαι δὲ ἐν τῇ διηγήσει
3. τὸ βοήθημα, νοούντων ἡμῶν αὐτὸ προσῆχθαι, κᾂν
4. μὴ ῥηθῇ. τί δή ποτ’ οὖν καὶ περὶ τῆς ἀσιτίας οὐκ ἐσίγησε,
5. νοεῖσθαί τε δυναμένων καὶ ταῦθ’ ὁμοίως; ὁ δ’ αὐτὸς λόγος
6. καὶ περὶ τῶν ποτημάτων καὶ τῆς πυριάσεως καὶ τῶν προσθέντων.
7. εἰ γὰρ μηδ’ ὅλως ἐγέγραπτο πρὸς Ἐρασίστρατον,
8. πάντως ἄν που συνήκαμεν ὑπὸ τῶν ἰατρῶν αὐτὰ πεπρᾶχθαι.
9. ὡς τό γε συνιέντων πεπραγμένον, εἰ καὶ μὴ ἐγέγραπτο,
10. κοινὸν ἁπάντων ἐστὶ τῶν βοηθημάτων. ἀλλ’ Ἐρασίστρατός
11. τε διηγεῖσθαι πάντα προὔθετο, σαφηνείας ἀκριβοῦς
12. ἕνεκεν, ἵνα μή τις τὴν ἐξουσίαν ἔχῃ τὰ μὲν προστιθέναι
13. τῶν βοηθημάτων, ὡς προσαχθέντα τῇ καμνούσῃ, τὰ
14. δ’ ἀφαιρεῖν, ὡς παραλειφθέντα, πρὸς τῷ καὶ μάχεσθαι τῇ
15. τούτων δόξῃ τὴν διήγησιν αὐτοῦ. εἰ γὰρ ὅλον ἐφλεβοτομήθη
16. τὸ γύναιον, ἡ ἀσιτία μάτην παρελαμβάνετο. μᾶλλον
17. δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐ μάτην μόνον, ἀλλὰ καὶ
1. πρὸς κακοῦ. δείξω γὰρ ὀλίγον ὕστερον τοῦτο, νῦν δὲ ὅτι
2. μάτην ἁρμόττει πρὸς τὸν ἐνεστῶτα λόγον. ἐπεὶ γὰρ ἐν
3. τῷ καιρῷ τῆς κατὰ περίοδον καθάρσεως ἐπὶ θώρακα
4. φερομένου τοῦ περιττοῦ κίνδυνος ἦν αἷμά τι πτύσαι τὴν
5. γυναῖκα, μειῶσαι τὸ πλῆθος ὁ Ἐρασίστρατος βουλόμενος ἐπὶ
6. τὴν ἀσιτίαν ἀφίκετο προδήλως ματαίαν οὖσαν, εἴπερ ἡ φλεβοτομία
7. παρείληπτο, καθ’ ἣν ἐν ἀκαρεῖ χρόνῳ ῥᾷστον ἦν ἐκκενῶσαι
8. τὸ περιττὸν τοῦ αἵματος. οἱ γοῦν θεραπεύοντες ἐν
9. Ῥώμῃ τὰς γυναῖκας αὐτῇ τοῦ συμβαίνοντος ἐμπειρίᾳ μάλιστα
10. ἐπείσθησαν, ἐπὶ μὲν τὴν φλεβοτομίαν ἔρχοντες κατὰ τὸν καιρὸν
11. ἐκεῖνον ᾧ ἐπίδοξος ἡ φορὰ γενέσθαι τῶν καταμηνίων, μήτε
12. δ’ ἡσυχίαν προστάσσειν μήτ’ ἀσιτίαν, ἀλλὰ καὶ μελίκρατον
13. διδόναι καὶ τροφῆς ὑγραινούσης δαψιλῶς καὶ λουτροῖς χρῆσθαι
14. συγχωρεῖν, ἐφ’ οἷς εἴωθεν εἰς ταυτὸν, ὅτε γε μετρίως
15. ἀφαιρεθῶσι τοῦ αἵματος, ἡ κάθαρσις ἐπιφαίνεσθαι, καὶ μάλισθ’
16. ὅτε κατ’ ἰγνὺν παρὰ σφυρὸν ἡ φλεβοτομία γένηται. ὡς εἴγε
17. φλεβοτομήσας τις ἀσιτεῖν προστάξειεν, οὐ μόνον ἐπίσχῃ τὸ
18. τῶν ἔμπροσθεν μηνῶν, ἀλλὰ καὶ τὰς ἀμέμπτως κενουμένας
1. ἐπισχεθήσειεν νῦν καθάρσεις. ξηραίνεται γὰρ ἐν ταῖς ἀσιτίαις
2. καὶ παχύτερον ἑαυτοῦ γίνεται τὸ αἷμα, καὶ διὰ τοῦτο δύσρουν
3. ἀποτελεῖται. λουομέναις δ’ αὐταῖς καὶ μελικράτου μὲν προσλαμβανούσαις,
4. ἐς ὕστερον δέ τινα σιτία καὶ πινούσαις οἴνου μήτε
5. αὐστηροῦ μήτε παχέος αἱ καθάρσεις ἐπιγίνονται. διὰ τοῦτο οὖν
6. ἔφην οὐ μόνον ἐκ περιττοῦ παραλαμβάνεσθαι τὰς ἀσιτίας ἐπὶ
7. ταῖς φλεβοτομίαις, ἀλλὰ καὶ πρὸς κακοῦ. τῇ δὲ ἐκ τῆς Χίου
8. παιδίσκῃ καὶ ἐξ αὐτῶν τῶν ἐπιγινομένων εὔδηλόν ἐστι παραλελεῖφθαι
9. τὴν φλεβοτομίαν· αἵματός τι γὰρ ἔπτυσεν, οὐκ ἂν,
10. εἴπερ ἐκενώθη, πτύσασα, καὶ μετὰ δυσπνοίας ἀπέθανε, οὐκ ἂν
11. οὐδὲ τοῦτο παθοῦσα. μεγίστην δὲ βάσανον ἡ φλεβοτομία
12. παρεῖχε κατὰ τοὺς ἡμετέρους καιροὺς ἐν Ῥώμῃ διὰ τὸ πλῆθος
13. τῶν γυναικῶν ὕδωρ ψυχρότατον ἀπὸ χιόνος πινουσῶν, ἤτοι μηδ’
14. ὅλως ἢ ἐλλειπῶς καθαίρεσθαι. ἀλλ’ ὅμως ταύτας ἰατροὶ φλεβοτομοῦντες
15. ὑγιαινούσας διαφυλάττουσιν, ὡς μήθ’ αἷμα
16. πτύσαι μήτε πλευρίτισι ἢ περιπνευμονίαις ἢ κυνάγχαις ἁλῶναι.
17. οὔκουν οὐδὲ ἐκ τῆς Χίου παιδίσκην ἤκουσαν ὑπ’ Ἐρασιστράτου
1. φλεβοτομηθῆναι. οὔτε γε ἂν ἐν τῇ τῶν ἄλλων διηγήσει
2. παρέλιπεν ὡς μικρόν τι βοήθημα τῆς φλεβοτομίας, οὔτ’ ἂν
3. ἐκεῖνος διὰ τὴν ἀσιτίαν, οὔτ’ ἂν ὅλως ἀπέθανεν ὑπὸ τοῦ
4. πλήθους ἡ γυνὴ πνιγεῖσα. περὶ μὲν δὴ ταύτης ἀποχρήσει
5. πρός γε τὸ παρόν. ἐπὶ δὲ τὸν Κρίτωνα μεταβάντες ἤδη παραγράψομεν
6. αὐτῇ λέξει τὴν Ἐρασιστράτου διήγησιν ὧν ἔπαθεν
7. ὁ ἄνθρωπος. ἔχει δὲ οὕτως· Κρίτωνι ἡ μὲν ἀρχὴ τῆς ἀῤῥωστίας
8. ἐγένετο πληθώρα. συνέβη δὲ αὐτὸν ἐμπεσεῖν εἰς πλήθη
9. συναγχικά. ἔστι δὲ τὸ γινόμενον φλεγμονὴ τῶν τε παρισθμίων
10. καὶ τῆς ἐπιγλωττίδος. συμβαίνει οὖν τοὺς εἰς ταῦτ’ ἐμπίπτοντας
11. πνίγεσθαι, καὶ ἐὰν μὴ θᾶττον βοηθῶνται, συντόμως
12. ἀπόλλυσθαι. ἐν τούτοις οὖν ὄντος τοῦ Κρίτωνος τῇ μὲν
13. πρώτῃ ἡμέρᾳ βοηθοῦμεν πυριῶντες σπόγγοις τὸν εἰθισμένον
14. τρόπον, ὁπότε διελείποιμεν τὰ καταπλάσματα ἐπιθέμενα,
15. ὥστε διὰ παντὸς ἐν θεραπείᾳ εἶναι. ἐδόθη δὲ αὐτῷ καὶ καταπότια
16. τὰ διὰ τοῦ καστορίου πρὸς τὸ τὴν κοιλίαν ὑπάγειν, καὶ
17. πρὸς τούτοις ὑπήκουσεν ἀστείως. οὐδένα λανθάνειν οἶμαι
18. τὴν ἐπιμέλειαν τῆς διηγήσεως ἁπάντων τῶν πραχθέντων 
1. ἐπὶ τοῦ Κρίτωνος. καὶ γὰρ διὰ τῶν σπόγγων πυρίαν εἶπε καὶ
2. τὴν τῶν καταπλασμάτων χρῆσιν, ἔτι τε τὴν τῶν καταποτίων.
3. ἆρ’ οὖν ὅτι μὲν ἐπυριάσθη διὰ τῶν σπόγγων ἐδήλωσε καὶ
4. τἄλλ’ ἑξῆς ἐπιμελῶς διηγήσατο, περὶ δὲ τῆς φλεβοτομίας
5. ἑκὼν ἐσιώπησεν, ὅτι μικρότερον ἦν δηλαδὴ τοῦτο τὸ βοήθημα.
6. μεμνῆσθαι δ’ οὐ προσήκει μοι τῶν πάνυ μικρῶν ἐν
7. τοιαύταις διηγήσεσιν. ἀλλά τοι κᾀνταῦθα μετ’ ὀλίγα πάλιν
8. αὐτὸς ὁ Ἐρασίστρατος ἐρεῖ. ἐφαίνετο οὖν ἡμῖν μετάστασιν
9. εἰληφέναι τὰ πάθη, ἐπί τε τὸν πνεύμονα καὶ τὸ ἧπαρ καταῤῥυῆσαι
10. μὲν αὐτῷ τὴν συνάγχην, αὐξηθῆναι δὲ τοὺς πυρετοὺς
11. ἄνευ τῇ καθ’ ὑποχόνδριον ἐντάσει τὴν μετάσχεσιν ἐλογίσατο
12. γεγενῆσθαι τῶν παθῶν. ἔνθα τε καὶ μάλιστα τὸν νοῦν προσέχειν
13. ἀξιῶ σκοπούμενον οἷόν τί σοι διὰ τῆς λέξεως ταύτης, ἐν
14. ᾗ φησὶ μετάστασιν εἰληφέναι τὰ πάθη, πότερον αὐτῶν τῶν
15. φλεγμαινόντων μορίων μεταβάντων ἢ τοῦ αἵματος, ὃ τὴν
16. φλεγμονὴν αὐτῶν εἰργάζετο, μεταῤῥυέντων. ἐμοὶ μὲν γὰρ δοκεῖ
17. τὸ πρότερον μὲν τῶν προειρημένων μηδὲ νοηθῆναι δύνασθαι,
18. τὸ δεύτερον δ’ ἐξ αὐτῶν εἶναι τὸ ἀληθές. ἐγὼ μὲν γὰρ ἐνίοτε
1. τὸ κατασκῆψαν εἰς τὸ μόριον πλῆθος ἴσχων, εἶτ’ αὐτὸ διώσασθαι
2. τῆς ἐν ἐκείνῳ δυνάμεως ἐφ’ ἕτερόν τι μεθίσταται.
3. τοῦτο τοίνυν φαίνεται καὶ τῷ Κρίτωνι συμβὰν, ἀλλ’ ὅμως
4. οὐδὲ τότε φλεβοτομίας ἐμνημόνευσεν ὁ Ἐρασίστρατος. ἀλλὰ
5. τί φησι; κατεπλάσσετο καὶ τὸν θώρακα ὅλως καὶ τὰ ὑποχόνδρια.
6. ὥσπερ δὲ ἐκ τῶν κατὰ τὴν ἐπιγλωττίδα καὶ τὰ παρίσθμια
7. μορίων ἡ τοῦ πλεονάζοντος αἵματος ἐπὶ τὰ κάτω χωρία
8. μετάστασις ἐγένετο, κατὰ τὸν αὐτὸν τρόπον αὖθις ἐκ τῶν
9. κάτω μερῶν ἐπὶ τὴν κεφαλὴν ἀνεχθέντος αὐτοῦ τοὺς μὲν
10. πυρετοὺς καὶ συνέβη λωφῆσαι, σύμπτωμα δ’ ἐπιγενέσθαι τὴν
11. τῶν νεύρων ἀρχὴν ἐνδεικνύμενον πάσχειν. ἄκουσον δὲ καὶ
12. ταύτης τῆς Ἐρασιστράτου ῥήσεως. ὄντος δ’ αὐτοῦ ἀπὸ μὲν
13. γὰρ τῆς ἀρχῆς δεκαταίου, ἀπὸ δὲ τῆς ἐπιστάσεως ἑκταίου, ὅ τε
14. πυρετὸς εὖ μάλα ἐπανῆκεν καὶ παραστροφή τις ἐγένετο τοῦ τ’
15. ἰνίου, ὀψὲ δὲ τῆς ὥρας ἀναισθησία τις ἐγένετο, ὥστε καὶ τὸ
16. οὖρον ἐκ τοῦ στρώματος προΐεσθαι, καὶ μετ’ οὐ πολὺ ἐπίστασις
17. τοῦ πυρετοῦ. εἶτα ἐπιφέρων φησίν· ἐφαίνετο οὖν ἡμῖν
18. πάλιν μετάστασιν εἰληφέναι τὰ πάθη ἐπὶ τὴν κεφαλὴν, καὶ
1. κατὰ μὲν αὐτὴν τὴν μετάστασιν ἐπανηκέναι τὸν πυρετὸν,
2. ὕστερον δὲ πάλιν ἐπιτετακέναι ἐμπαθῆ γενόμενον τῶν περὶ
3. τὴν κεφαλήν. εἴπωμεν ἤδη τι καὶ ἡμεῖς ἐπὶ τῇδε τῇ ῥήσει
4. πρὸς τὸν ἄνδρα. κάλλιστα λέγεις ὦ Ἐρασίστρατε μετάστασιν
5. ἐπὶ τὴν κεφαλὴν γεγονέναι τῶν παθῶν. ἄμεινον δ’ ἦν εἰ μὴ
6. τῶν παθῶν εἴποις, ἀλλὰ παθῶν αἰτίου πλήθους. ὥσπερ
7. οὐκ ἄν τις φαίη τὰ μέρη τοῦ σώματος αὐτὰ τὰ πάσχοντα
8. εἰληφέναι, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὰ πάθη. βέλτιον
9. γὰρ οἶμαι φάναι παύσασθαι μὲν τὰ πρότερα πάθη, γενέσθαι
10. δ’ αὖθις ἕτερα τῆς αἰτίας μεταστάσης, ἥτις ἦν, ὡς αὐτός
11. ἐν ἀρχῇ τῆς ὅλης διηγήσεως ἔφη, πληθώρα. ταύτην
12. οὖν εἴπερ ἐκένωσεν, οὐκ ἂν οὔθ’ ὁ κύων κατὰ τὴν ἐπιγλωττίδα
13. τούτων εἰς τὸ κάτω τὴν μετάστασιν ἔλαβεν οὔτ’
14. αὖθις ἐκεῖθεν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθη. ὥστε φαίνεται καὶ
15. Κρίτων ὁμοίως τῇ Χίᾳ γυναικὶ διὰ τὸ παραλειφθῆναι τὴν
16. φλεβοτομίαν ἀποθανεῖν. ἀλλὰ τοῦτο μὲν δοκεῖ καὶ αὐτὸς ὁ
17. Ἐρασίστρατος αἴθεσθαι. τί γὰρ φησί; τοῦτο ἐδόκει αἰτία
18. τῆς ἀπωλείας γενέσθαι τὰ ἐπὶ τὸν πνεύμονα ἐπενεχθέντα,
1. πλὴν ὅτι κακῶς οὐκ ἔφθασεν ἐκκενῶσαι ταῦτα, καίτοι γινώσκων
2. εὐθὺς ἐξ ἀρχῆς ὡς πληθωρικὴ διάθεσις εἴη περὶ τὸν
3. ἄνθρωπον. ἐὰν οὖν τις ἐθέλῃ κατασκευάζειν ὡς οὐκ
4. εἰκὸς ἦν Ἐρασίστρατον ἰατρὸν ἄριστον ὄντα, καὶ μέντοι καὶ
5. γνόντα Κρίτωνι μὲν ἐκ πληθώρας συμβῆναι τὰ πάθη, τῇ δὲ
6. ἐκ τῆς Χίου παιδίσκῃ διὰ τὴν τῶν ἐμμήνων ἐπίσχεσιν, ἑκόντα
7. παραλιπεῖν ἀφαίρεσιν τοῦ αἵματος, ἀλλ’ ἀφαιρεῖσθαι μὲν
8. αἵματος καὶ τοῦτον καὶ ἐκείνην, παραλελεῖφθαι δὲ ἐν τῇ
9. διηγήσει, τί κωλύει κᾀμὲ λέγειν ὅ τι περ ἂν ἄλλο βούλωμαι
10. τῶν κενωτικῶν βοηθημάτων, προσενηνέχθαι μὲν τοῖς κάμνουσι,
11. παραλελεῖφθαι δὲ ἐν τῇ διηγήσει; καὶ τίς νοῦν ἔχων
12. ἰατρὸς ἀνέξεται ταῦθ’ ἡμῶν λεγόντων; ὅπως γε καὶ τὰ μέχρι
13. θανάτου συμπτώματα ταῦτ’ αὐτοῖς φαίνεται διὰ πλῆθος γινόμενα
14. καὶ αὐτὸς ὁ θάνατος οὐ δι’ ἄλλην τινὰ αἰτίαν ἀκολουθήσας
15. ἢ τὴν τὸ μὴ κενωθῆναι τὸ πλῆθος; τίς δ’ ἀνέξεται
16. λεγόντων ἀνθρώπων τὰ μὲν μικρὰ τῶν πραχθέντων ὑπ’
17. Ἐρασιστράτου γεγράφθαι, φλεβοτομίαν καὶ κάθαρσιν ὑπ’
18. ἐλλεβόρου τε καὶ σκαμμωνίας, ὅτι παντί πως ἐπίδηλα,
19. παραλελεῖφθαι; εἰ γὰρ ἐκ τοῦ μόνον εἰπεῖν τὸ κοινὸν ὡς ἡ
1. πληθώρα κενώσεως δεῖται, δεδήλωται φλεβοτομία, διότι
2. τῶν κενωτικῶν ἢ βοηθημάτων, τί κωλύει καὶ τῶν ἄλλων
3. ἕκαστον ἐρῆσθαι τῶν κενωτικῶν; μὴ τοίνυν μόνην τὴν φλεβοτομίαν
4. ὑπ’ Ἐρασιστράτου προσῆχθαι τοῖς κάμνουσι λεγέτωσαν,
5. ἀλλὰ καὶ τἄλλα πάντα, κλυστῆρας, ἐμέτους, καθάρσεις,
6. λουτρὰ, γυμνάσια, τρίψεις, αἰωρήσεις, χρίσματα, θερμαίνοντα
7. καταπλάσματα, πάνθ’ ἑξῆς ὅσα ἐκεῖνος. εἰ δ’ οὐκ ἀρκεῖ μόνον ὅτι
8. κενωτέος ὁ κάμνων ἐστὶν, οὐδὲ τούτων τὸ τέλος ὑπάρχει τῆς
9. τῶν βοηθημάτων διδασκαλίας, ἀλλὰ πρῶτον μὲν προσθεῖναι
10. χρὴ τὸν τρόπον τῆς κενώσεως, εἶτα τὴν ὕλην εἰπεῖν δι’ ἧς
11. ἄριστα πραχθήσεται, καὶ ταύτῃ προσθεῖναι τὸν καιρὸν καὶ τὸ
12. μέτρον καὶ τρόπον τῆς χρήσεως, ὅτε κοινὸν εἰπὼν σκοπὸν τῶν
13. βοηθημάτων οὐδέ πως κατὰ μέρος οὐδὲν εἰρηκέναι. εἰ γὰρ
14. ἀρκεῖ τὸ κοινὸν εἰπεῖν, ἐκ περιττοῦ μνημονεύει καταπλασμάτων
15. τε καὶ ἀσιτίας καὶ πυρίας τῆς διὰ σπόγγων. εἰ τὸ μὲν
16. κατάπλασμά τε καὶ τὴν ἀσιτίαν οὐκ ἂν ἡμεῖς εὕροιμεν ἄνευ
17. τοῦ παρ’ ἐκείνου μαθεῖν; ἡ φλεβοτομία δὲ ἐστὶ δήλη πᾶσι,
18. κᾂν Ἐρασίστρατος μὴ λέγῃ.

Cliquer un n° de page pour en afficher l’image