Galenus. De venae sectione adversus Erasistrateos Romae degentes (De venae sect. adv. Erasistrateos Romae deg.) [n° 072 Fichtner]

Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Saignée contre les Érasistratéens de Rome
Bloodletting, against the Erasistrateans at Rome (Ven. Sect. Er. Rom.)
, 1970.
De venae sectione adversus Erasistrateos Romae degentes, 1826, vol. 11, p. 187-249. urn:cts:greekLit:tlg0057.tlg069.verbatim-lat1
Brain, 1986 (eng).

De venae sectione adversus Erasistrateos Romae degentes, 5, ed. Kühn, 1826, vol. 11, p. 220-222. urn:cts:greekLit:tlg0057.tlg069.1st1K-grc1:5

3. Τὸ δὲ μήτε τούτων τι γράψαι καὶ τὴν
4. χρείαν ὅλην ἀνελεῖν τοῦ βοηθήματος, ἐπὶ δὲ πάθους ὃ μάλιστα
5. χρῄζειν αὐτοῦ πεπίστευται, πῶς οὐκ ἄν τις ἐναργὲς εἶναι
6. φαίη γνώρισμα τοῦ μηδέποτε Ἐρασίστρατον κεχρῆσθαι τῷ
7. βοηθήματι; τί γὰρ οὖν δύσκολον, ἡνίκα ἔγραφεν ἐν τῇ τῶν
8. πυρετῶν θεραπείᾳ κατὰ λέξιν ὧδε· περὶ μὲν οὖν τὰς ἀρχὰς
9. τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον
10. ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ σιτίων, ἐνταῦθα
11. προσγράψαι, χρηστέον δὲ φλεβοτομίᾳ; ὥσθ’ ὅλην αὐτοῦ τὴν
12. ῥῆσιν γενέσθαι τοιάνδε· περὶ μὲν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν
13. καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν
14. προσφορὰν ῥοφημάτων τε καὶ σιτίων, χρηστέον δὲ φλεβοτομίᾳ.
15. γίνονται γὰρ ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι
16. φλεγμοναὶ διὰ πληθώραν. διδομένων οὖν ἐν τοῖς τοιούτοις
17. καιροῖς προσφορῶν καὶ τῆς πέψεώς τε καὶ ἀναδόσεως τὰς κατ’
18. αὐτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουμένων τε τῶν ἀγγείων
1. τῆς τροφῆς, ἔτι γε πλείστας τε καὶ ἰσχυρὰς συμβήσεται τὰς
2. φλεγμονὰς γίνεσθαι. βέλτιον οὖν μήτε διδόναι σιτία καὶ
3. τέμνειν φλέβα. τοιαύτη μὲν ἂν ἡ ῥῆσις ἐγένετο, βουληθέντος
4. αὐτοῦ ὥσπερ ταῖς ἀσιτίαις, οὕτω καὶ τῇ φλεβοτομίᾳ χρῆσθαι.
5. μὴ προσγράψαντος δὲ πῶς ἄν τις πιστεύσειε ἐπαινεῖν τὸν ἄνδρα
6. τὴν χρῆσιν τοῦ βοηθήματος; ὅτε δὲ μηδ’ ἐν ἄλλῃ τινὶ πραγματείᾳ
7. θεραπευτικῇ φαίνεται τοῦτο ποιεῖν, ἔτι καὶ μᾶλλον
8. ἄν τις πιστεύσειεν ὑπὸ τῆς γνώμης αὐτοῦ. τίς γὰρ ἂν δύναιτο
9. πεισθῆναι τὸν μακρολογώτατον Ἐρασίστρατον ὀκνῆσαι προσθεῖναι
10. συλλαβὰς ἤτοι δ΄ ἢ έ κᾂν ἅπαξ που τῶν γεγραμμένων
11. αὐτῶν πραγματειῶν; ἐγὼ μὲν οὖν εἰ καὶ μηδὲν ἐσώζετο
12. Ἐρασιστράτου βιβλίον, ἀλλ’ ἤδη πάντα ἀπολώλει, καθάπερ
13. τὰ Χρυσίππου κινδυνεύει παθεῖν, τοῦτο τοῖς μαθηταῖς ἂν
14. αὐτοῦ μᾶλλον ἐπίστευσα περὶ τοῦ διδασκάλου λέγουσιν ἢ
15. τοῖς μήτ’ Ἐρασίστρατον αὐτὸν ἰδοῦσι, ποτὲ μήτε
16. μαθητὴν αὐτοῦ, μήτε τῶν ὡς ἐκείνου φοιτησάντων ἢ τῶν
17. τούτοις συγγενομένων. ἀλλὰ μετὰ τοσαύτας ἐτῶν γενεὰς 
1. ἀποφαινομένων τολμηρῶς ὑπὲρ ὧν οὔτ’ εἶδον οὔτε ἰδόντος
2. τινὸς ἤκουσαν οὔτε ἀνέγνωσαν Ἐρασίστρατον γράψαντα
3. οὐδ’ ἄχρι τεττάρων ἢ πέντε συλλαβῶν, ὡς ἔφην. τὸ μὲν
4. γὰρ τεμεῖν φλέβα δ΄ συλλαβῶν, φλεβοτομία δὲ αὕτη έ. τὸ
5. δ’ εἰς τὴν ῥῆσιν αὐτοῦ παραγραφὲν ὀλίγον ἔμπροσθεν ὑπ’
6. ἐμοῦ, τὸ, χρηστέον δὲ φλεβοτομίᾳ, διὰ θ΄ λέγεται συλλαβῶν.
7. παυσάσθωσαν οὖν ἤδη λωβώμενοι τοῖς γε μανθάνουσι τὴν
8. τέχνην καὶ τοῖς νοσοῦσιν αὐτοῖς οἱ λέγοντες Ἐρασίστρατον
9. κεχρῆσθαι μὲν τῆ φλεβοτομίᾳ, λόγον δ’ οὐδένα πεποιῆσθαι
10. περὶ αὐτῆς, ὡς παραδήλου πᾶσιν οὔσης μᾶλλον ἢ τῆς τῶν
11. καταπλασμάτων τε καὶ λαχάνων ἑψήσεως. εἰ γὰρ διὰ τοῦτο
12. φλεβοτομήσουσιν οἱ μανθάνοντες τὴν τέχνην, διότι καθάπερ
13. ἐν ταῖς ἀσιτίαις αἱ φλέβες κενούμεναι λύουσι τὰς φλεγμονὰς,
14. οὕτω καὶ αἱ φλεβοτομίαι πάντας ἑξῆς φλεβοτομήσουσιν
15. ὅσους Ἐρασίστρατος ἀσιτεῖν κελεύει. καὶ τοῦτο μὲν ἔτι
16. σμικρὸν.

Cliquer un n° de page pour en afficher l’image