17. Τὸ δὲ μήτε περὶ τοῦ μέτρου φλεβοτομίας
18. μήτε περὶ τῶν τμηθησομένων φλεβῶν ἀκούσαντάς τι τοὺς
1. νέους ἐπὶ βοηθήματος παραγίνεσθαι, μεγίστην οἴσει
2. βλάβην τοῖς κάμνουσιν, ὥσπερ ἔφην εὐθὺς κατ’ ἀρχάς. ἄμεινον
3. οὖν αὐτοῖς μηδ’ ὅλως ἐπιχειρεῖν φλεβοτομεῖν ἢ χωρὶς
4. τοῦ διορισθέντος περὶ τῶν εἰρημένων ἐπὶ βοήθημα παραγίνεσθαι.
5. πλείονες γὰρ οὕτως ἀπώλλοντο τῶν ἔμπροσθεν εἴτ’
6. ἀπολλυμένων διὰ τοὺς μὴ φλεβοτομοῦντας. οἱ μέν γε τότε
7. πρεσβῦται μηδ’ ὅλως φλεβοτομοῦντες ἄλλοις ἐχρῶντο κενωτικοῖς
8. βοηθήμασι ἐν μακροτέρῳ χρόνῳ ταυτὸν τῇ φλεβοτομίᾳ
9. δυναμένοις ἐργάζεσθαι, πλὴν εἴ που διὰ τὸ κύριον τοῦ πάσχοντος
10. μέρος ἢ τὴν τοῦ πλήθους ὑπερβολὴν ἔφθασεν ἀποθανεῖν
11. ὁ κάμνων. οἱ δὲ νῦν οἰόμενοι δεῖσθαι πᾶσαν ἀρχὴν
12. πυρετοῦ φλεβοτομίας οὐ σμικρὰ λυμαίνονται τοῖς νοσοῦσιν.
13. οὕτως γὰρ πεπείκασιν ἑαυτοὺς περὶ τοῦ βοηθήματος, ὡς εἰ καὶ
14. πρὸς Ἐρασιστράτου ἐγέγραπτο καθ’ ὃν ἐγὼ μικρὸν ἔμπροσθεν
15. ἐδήλωσα τρόπον, ἐνθεὶς αὐτὰς τῇ ῥήσει τὰς θ’ συλλαβὰς ὡς
16. γενέσθαι τὴν λέξιν τοιαύτην, ἄνωθεν γὰρ αὐτῆς ἄμεινον μνημονεῦσαι.
17. περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστῶν καὶ τὰς τῶν
18. φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων
1. τε καὶ σιτίων. χρηστέον δὲ φλεβοτομίᾳ. τοιαύτην γὰρ οἱ
2. νῦν εἶναι βούλονται τὴν Ἐρασιστράτου γνώμην οὐκ ἐπ’ ἀγαθῷ
3. τῶν καμνόντων, ἑτέρων μὲν ὑπαρχόντων καιρῶν καὶ σκοπῶν
4. ἀσιτίας, ἑτέρων δὲ φλεβοτομίας, οὓς ἐγὼ κατὰ τήνδε τὴν πραγματείαν
5. ἐρῶ πάντας ἐν τῇ προσήκῃ τάξει. νυνὶ μὲν γὰρ ὥσπερ
6. εἰ τοῖς πρεσβύταις ἔμπροσθεν πεπεισμένοι κενῆς ὑπήρξαντο
7. παλινῳδίας, οὕτω κᾀμοὶ παλινῳδητέον ἐστὶ ἐπενεκτέον τε
8. καὶ τοὺς νῦν ἀλόγως φλεβοτομοῦντας ἐπὶ τὸ μηδ’ ὅλως φλεβοτομεῖν.
9. ὡς γὰρ ὁ Πλάτων ἔλεγεν, ἧττον εἰκός ἐστι σφάλλεσθαι
10. τοὺς μηδ’ ὅλως ἐγχειροῦντας οἷς οὐκ ἴσασιν τῶν πραττόντων
11. ἃ μὴ γινώσκουσιν, ὅπερ οἱ νῦν ποιοῦσιν ἀναπεπεικότες
12. ἑαυτοὺς, οὕτω γὰρ ῥᾷστον εὑρεῖν πρῶτον μὲν οὓς χρὴ
13. φλεβοτομεῖν, εἶθ’ ἕκαστον τῶν ἄλλων. ὧν ἐν ἅπαντι
14. νοσήματι κατὰ τὴν ἀρχὴν ὡς ἀσιτίαν, οὕτω καὶ φλεβοτομίαν
15. παραλαμβάνουσι. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὑπηλλάχασι
16. τὴν Ἐρασιστράτου γνώμην. φλεβοτομοῦσι γὰρ καὶ
17. τρέφουσιν εὐθέως τοὺς φλεβοτομηθέντας, ἐκείνου τὸ φλεβοτομεῖν
18. ἀπαγορεύοντος, τὸ δὲ μὴ τρέφειν συμβουλεύοντος.
1. ἐπεὶ τοίνυν τὴν ἀλήθειαν οὗτοι τιμῶσιν, οὐκ Ἐρασίστρατον,
2. ἐπιδεικτέον αὐτοῖς ἐστὶν ὡς ὁ γεγραμμένος ὑπ’ αὐτοῦ λόγος
3. ἐν τῷ περὶ αἵματος ἀναγωγῆς οὐκ ἔστιν ἴδιος ἐκείνου τοῦ
4. πάθους, ἀλλὰ κοινὸς ἁπάσης φλεγμονῆς. ἔχει γοῦν ἡ ῥῆσις
5. οὕτως· ἐχόμενος γὰρ τούτων περὶ τὴν ἀναγωγὴν ἢ περὶ τὴν
6. φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι
7. δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι.
8. οὕτως ὁ λόγος ἔχει πτύουσιν αἷμα. διὰ τοῦτο κωλύει
9. φλεβοτομεῖσθαι τοὺς κάμνοντας. ἀλλ’ ὅτι φλεγμονὴν ὑπείληφεν
10. αὐτὸς ἀκολουθήσειν, ἐν ᾗ φησὶ προσφέρειν μὲν οὐ ῥᾴδιον,
11. ὅπερ ἐστὶν διδόναι σιτία, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον
12. ἀσιτήσαντι κίνδυνος καταλυθῆναι τὴν δύναμιν. οὐδὲ
13. ἐνταῦθ’ ἴδιον αἵματος ἀναγωγῆς ἐστι, δι’ ὃ φυλάξαιτ’ ἄν τις
14. τὴν φλεβοτομίαν, ἀλλὰ ἄμφω κοινὰ καὶ πρὸς τοὺς πυρετοὺς,
15. τό τε μὴ δοῦναι σιτία διὰ τὰς φλεγμονὰς, τό τε τοῦτο πραττόντων
16. ἐπὶ φλεβοτομίας κίνδυνος καταλυθῆναι τὴν δύναμιν.
17. εἰ δὲ προσέχοις τὸν νοῦν ἐπιμελέστερον, ὁ πρὸς Ἐρασιτράτου
1. λόγος εἰρημένος ἀπαγορεύειν σοι δόξει τὴν φλεβοτομίαν ἐπὶ
2. τῶν πυρεττόντων μᾶλλον ἢ τῶν αἷμα πτυόντων. ἐν ἀρχῇ
3. μὲν γὰρ τῆς ἀναγωγῆς τοῦ αἵματος οὐδέποτε φλεγμαίνει τὸ
4. ἐῤῥωγὸς ἀγγεῖον. αἱ δὲ ἀρχαὶ τῶν πυρετῶν ἐξ ἀνάγκης ἔχουσι
5. κατὰ τὸν Ἐρασίστρατον ἀρχὴν φλεγμονῆς. εἴπερ οὖν, ὡς
6. αὐτὸς ἐκεῖνος βούλεται, τοῖς ἐναργῶς φαινομένοις χρηστέον
7. ἐστὶ εἰς τὴν τῶν ἀδήλων πίστιν, ὅρα πολλὰ τῶν τραυμάτων
8. κολλησθῆναι φθάνοντα, πρὶν φλεβοτομηθῆναι. δυνατὸν οὖν ἐστὶ
9. καὶ τὴν ἐῤῥωγυῖαν φλέβα μηδ’ ὅλως φλεγμῆναι φθασάντων ἡμῶν,
10. τἄλλα πρᾶξαι προσηκόντως, ἐκκενῶσαί τε τοῦ μέλλοντος ἐργάζεσθαι
11. τὴν φλεγμονὴν αἵματος, ὁπόσον ἂν βουληθῶμεν. εἴπερ
12. οὖν ἐν ᾧ χρόνῳ φλεγμαίνει τὰ φλεγμαίνοντά φησιν Ἐρασίστρατος
13. ἀναγκαῖον εἶναι τὰς ἀσιτίας παραλαμβάνεσθαι καὶ
14. διὰ τοῦτο φοβεῖται προκαταλῦσαι τὴν δύναμιν τῇ φλεβοτομίᾳ,
15. πολὺ μᾶλλον αὐτὴν ἐπὶ τῶν πυρεσσόντων εὐλαβεῖσθαι προσήκει
16. τῶν ἀναγόντων αἷμα. τούτων μὲν γὰρ ἐγχωρεῖ πρὸ τού
17. φλεγμῆναι συμφῦναι τὴν ἐῤῥωγυῖνα φλέβα, καὶ μᾶλλον ὅταν
1. κενωθῶσι. τοῖς πυρέσσουσι δ’ ἀναγκαῖόν ἐστι φλεγμαίνειν
2. ἤδη τι μόριον. ὅτι δὲ ἐγχωρεῖ συμφῦναι τὸ ἀγγεῖον ἄνευ
3. τοῦ φλεγμῆναι πάρεστι μέν τινι κᾀπὶ τῶν ἄλλων ἁπάντων
4. τραυμάτων πεισθῆναι. πολλάκις οἴδαμεν ἐπὶ τῶν μονομαχούντων
5. ὅλον ἀναπτυγέντα μηρὸν ἢ βραχίονα κολληθέντα
6. πρὶν φλεγμῆναι, καὶ μᾶλλόν γε ὅτε, ὡς Ἱπποκράτης
7. ἔφη, δαψιλὲς αἷμα παραχρῆμα συμβῇ ῥυῆναι. πολλάκις δὲ
8. καὶ σύντρησιν εἰς τὰ κενὰ καλούμενα τοῦ θώρακος ἐντὸς
9. τῆς τρίτης ἡμέρας ἐθεασάμεθα κολληθεῖσαν. ἀλλὰ καὶ
10. πρώην τις ἐν παλαίστρᾳ πληγεὶς σφοδρῶς ἀνέβηξεν αἵματος
11. αὐτίκα κοτύλας ὡς δύο, φλεβοτομηθεὶς δὲ παραχρῆμα
12. καὶ τῶν ἄλλων ὡς ἐχρῆν γενομένων, οὔτε ἔβηξεν ἔτι
13. τελέως καὶ ὑγιής ἐστι, κᾀκ τούτων οἶμαί τινα συνορᾷν
14. ὡς ἐπὶ τῶν ἤδη φλεγμαίνειν ἠργμένων ἀπέχεσθαι χρὴ
15. μᾶλλον, εἴ τις Ἐρασιστράτῳ πείθοιτο φλεβοτομίας, ἤπερ
16. ἐφ’ ὧν οὐδέπω φλεγμαίνει.
⟨
(De venae sect. adv. Erasistrateos Romae deg.) [n° 072 Fichtner]
De venae sectione adversus Erasistrateos Romae degentes
Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Saignée contre les Érasistratéens de Rome
Bloodletting, against the Erasistrateans at Rome (Ven. Sect. Er. Rom.)
, 1970.
De venae sectione adversus Erasistrateos Romae degentes, 1826, vol. 11, p. 187-249. urn:cts:greekLit:tlg0057.tlg069.verbatim-lat1
Brain, 1986 (eng).
De venae sectione adversus Erasistrateos Romae degentes, 6, ed. Kühn, 1826, vol. 11, p. 222-227. urn:cts:greekLit:tlg0057.tlg069.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩