Galenus. De venae sectione adversus Erasistrateos Romae degentes (De venae sect. adv. Erasistrateos Romae deg.) [n° 072 Fichtner]

Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Saignée contre les Érasistratéens de Rome
Bloodletting, against the Erasistrateans at Rome (Ven. Sect. Er. Rom.)
, 1970.
De venae sectione adversus Erasistrateos Romae degentes, 1826, vol. 11, p. 187-249. urn:cts:greekLit:tlg0057.tlg069.verbatim-lat1
Brain, 1986 (eng).

De venae sectione adversus Erasistrateos Romae degentes, 7, ed. Kühn, 1826, vol. 11, p. 228-233. urn:cts:greekLit:tlg0057.tlg069.1st1K-grc1:7

1. Δῆλον δ’ οὐδὲν ἧττον τοῦδε καὶ ὅτι τὰς
2. φλεβοτομίας ὁ Ἐρασίστρατος οὔτε σὺν ταῖς ἀσιτίαις οὔτε
3. πρὸς αὐτῶν παραλαμβάνει. ἀλλὰ γὰρ εἰς τοσοῦτον ἥκουσι
4. τινὲς φιλονεικίας ἢ ἀνοίας ὥσθ’ ὅταν ἀκούσωσι τῶν τοιούτων
5. λόγων, λύειν μὲν αὐτοὺς οὐδ’ ὅλως ἐγχωροῦσι. ὥσπερ
6. δὲ μηδενὸς εἰρημένου λόγων ἀρχὴν ἰδίαν ποιοῦνται τὴν λέξιν
7. ἐκείνην μόνην προχειριζόμενοι, καθ’ ἣν ὁ Ἐρασίστρατός φησιν·
8. ἀκόλουθόν ἐστι μηδὲν προσφέρειν κατὰ τοὺς τῆς φλεγμονῆς
9. καιρούς. κενούμεναι γὰρ αἱ φλέβες ῥᾷον παραδέξονται τὸ
10. παρεμπεπτωκὸς αἷμα εἰς τὴν ἀρτηρίαν. τούτου δὲ συμβαίνοντος
11. ἧττον φλεγμοναὶ ἔσονται. κᾄπειτ’ ἐπ’ αὐτῇ λέγουσιν
12. αὐτὸ πρόδηλον εἶναι τὴν ἐκ τῆς φλεβοτομίας χρείαν. ὅπου
13. γὰρ καὶ αὐτὴν τὴν ἀσιτίαν ὡς κενωτικὸν βοήθημα παραλαμβάνει,
14. πολὺ δήπου μᾶλλόν, φασὶν, ἐπὶ τὴν φλεβοτομίαν ἀφίξεται,
15. πρὸς οὓς ἐάν τις εἴπῃ δι’ ὧν λέγουσιν οὐ τομίαν τὸν
16. Ἐρασίστρατον ἐπιδεικνύειν αὐτοὺς, ἀλλὰ τὸ τῆς εἰρημένης
17. ἐπὶ τῆς ἀσιτίας ἀκόλουθον εἶναι τῷ καὶ τῇ φλεβοτομίᾳ χρῆσθαι
1. καταγελῶντες, εἶτα σὺ μὲν, φασὶ, γινώσκεις τὸ ἀκόλουθον,
2. Ἐρασίστρατος δ’ οὐκ ἐγίνωσκεν; ἀγύμναστος ἦν δηλαδὴ
3. τὸν λογισμὸν, ὃν γεγύμνασαι σὺ μᾶλλον ἐκείνου, καὶ εἴπερ
4. ἔζη, συνεβουλεύσαμεν ἂν αὐτῷ παρὰ σὲ φοιτᾷν, ἵν’ ἐθισθῇ
5. γινώσκειν ἀκόλουθόν τε καὶ μαχόμενον. ἔπειτ’ ἐντεῦθεν
6. ἐκτραπόμενοι συνείρουσι τοὺς ἀσελγεῖς εἰς ὕβριν τῶν προσδιαλεγομένων,
7. οὕτω πολλοὺς ἐφεξῆς ὡς μηκέτ’ ἂν ἐπιτρέπειν
8. φθέγξασθαι μηδενὶ, καὶ τοῦτ’ αὐτοῖς ἐστὶ τὸ τέλος τῆς συνουσίας.
9. ἀλλ’ ἡμῖν γε νῦν οὐχ ὡς ἄν τις ἀμείψαιτο τὸν
10. ὑπαρξάμενον λοιδορεῖσθαι ζητοῦμεν, ἀλλὰ πρῶτον μὲν εἰ Ἐρασίστρατος
11. ἐχρήσατο φλεβοτομίᾳ, δεύτερον δὲ περὶ τῆς δυνάμεως
12. τοῦ βοηθήματος. ἑκατέρου δ’ αὐτῶν ἀποδείξεις εἰσὶν
13. ἴδιαι· τοῦ μὲν μὴ χρῆσθαι φλεβοτομίᾳ τὸν ἄνδρα τά τε
14. συγγράμματα αὐτοῦ καὶ τῶν μαθητῶν οἱ ἀξιοπιστόταται καὶ
15. τοῦ Χρυσίππου διδασκαλεῖον ἅπαν, τῆς δὲ τῶν βοηθημάτων
1. δυνάμεως οὐκ ἔτι ταῦτα, προτάσεις δέ τινες ἀληθεῖς ἅμα
2. τοῖς οἰκείοις συμπεράσμασι. εἰ δὲ ἐάσας τις ταῦτα πάντα τὴν
3. ἀκολουθίαν μόνην ἐπικελεύεσθαι βούλοιτο, κινδυνεύσει τὰ
4. σαφῶς ὑπ’ Ἐρασιστράτου γεγραμμένα, μηδ’ ὅλως οἴεσθαι
5. γεγράφθαι. πρόσχες γοῦν μοι τὸν νοῦν ἐντεῦθεν ἀρξάμενος,
6. ἐν ᾧ περὶ αἵματος ἀναγωγῆς αὐτὸς ἐπαινῶν Χρύσιππον,
7. ὡς καλῶς ἀντὶ τῆς φλεβοτομίας τοῖς διαδέσμοις τῶν κώλων
8. χρώμενον ἔγραψεν αὐτοῖς ὀνόμασι ταυτί· τὸ δὲ αὐτὸ
9. τοῦτο βούλονται ποιεῖν καὶ φλεβοτομοῦντες τοὺς ἀνάγοντας
10. αἷμα. ἀλλὰ πολὺ βέλτιον ὁ Χρύσιππος οὐ μόνον τὸ
11. παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου
12. φροντίζων, ἐχόμενον περὶ τὴν ἀναγωγὴν ὃ περὶ τὴν φλεγμονὴν
13. κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι
14. δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι.
15. οὐκ ἔτι προσέθηκεν ἐνταῦθα τὴν αἰτίαν δι’ ἣν ἐν
16. τοῖς τῆς φλεγμονῆς καιροῖς ἀσιτίαν ἀξιοῖ. λέλεκτο γὰρ
17. αὐτῷ περὶ τοῦδε κατ’ ἐκείνην τὴν ῥῆσιν ἐν ᾗ φησίν·
1. ἀκόλουθον δὲ καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις
2. ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς· στερνούμεναι γὰρ
3. αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς
4. αἷμα εἰς τὰς ἀρτηρίας. τούτου δὲ συμβαίνοντος
5. ἧττον αἱ φλεγμοναὶ ἔσονται. ὥστε τὴν ἀσιτίαν ἐν τοῖς τῆς
6. φλεγμονῆς καιροῖς διὰ τοῦτο ἐπαινεῖ, διότι κενοῖ τὰς φλέβας.
7. ἀλλὰ ἐὰν ἑνώσεις τοὺς εἰρημένους δύο λόγους, εἷς
8. ἔσται τοιοῦτος. ὀρθῶς ὁ Χρύσιππος οὐκ ἐφλεβοτόμει τοὺς
9. ἀνάγοντας αἷμα διὰ τὸ χρῄζειν αὐτοὺς ὀλίγον ὕστερον
10. κενωτικοῦ βοηθήματος τῆς ἀσιτίας. οὕτως δ’ αὐτὸς πάλιν
11. ὁ λόγος, κἂν διὰ συντομωτέρων λεχθῇ, τοιοῦτός τις ἔσται.
12. οὔκουν χρὴ κενοῦν τοὺς ἀνάγοντας αἷμα διὰ τὸ μικρὸν
13. ὕστερον ἐν τοῖς τῆς φλεγμονῆς καιροῖς κενώσεως χρῄζειν.
14. ἔτι δὲ σαφέστερον οὕτως ἂν ῥηθείη. πρὸ τοῦ καιροῦ τῆς
15. φλεγμονῆς οὐ δεῖ κενοῦσθαι τὰς φλέβας, ὅτι κενουμένων
16. αὐτῶν αἱ φλεγμοναὶ παύονται. καὶ μὴν πρόδηλός γε ὁ λόγος
17. οὗτος ἐναντιοῦται πρὸς ἑαυτῶν. πλὴν οὖν εἴ τις αὐτῷ 
1. βοηθῶν ἰταμῶς δύο ταῦτα εἰσηγοῖτο, τό τε βέλτιον εἶναι
2. κενοῦν τὸ σῶμα κατὰ τὸν τῆς φλεγμονῆς καιρὸν οὐ πρόσθεν,
3. ἀσιτίαν τε μᾶλλον ἢ φλεβοτομίαν, ἀλλ’ ἐᾷν. ταῦτα
4. λέγοντα οὔτε ἀποδεδεῖχθαι τὸ προκείμενον φήσομεν οὔθ’
5. ὁμολογούμενον ὑπάρχον ἑαυτῷ. διαφέρεται γοῦν τοὺς.
6. λόγους τὰ μέρη μὴ σώζοντα τὴν ἀκόλουθον. ἐναργῶς γὰρ
7. φαίνεται πᾶσιν ἀνθρώποις. ὅσοι γὰρ ἔχουσιν νοῦν τε καὶ
8. σμικρὸν ὥστε σκοπεῖν ὡς θεμένῳ, τὸ παρεμπεπτωκὸς εἰς
9. τὰς ἀρτηρίας αἷμα διὰ τοῦ κενῶσαι τὰς φλέβας εἰς τὴν
10. οἰκείαν ἐπανάγειν χώραν, ὅτι τάχιστα τοῦτ’ εἶναι πρακτέον.
11. ἐναργὲς δὲ καὶ ὅτι βοηθήματι κενωτικῷ χρηστέον
12. ἐλαχίστῳ τε χρόνῳ τὴν κένωσιν ἣν ποιήσασθαι δυναμένων
13. καὶ χωρὶς τοῦ κακῶσαι τὸ σῶμα. δέδεικται γὰρ ὀλίγον
14. ἔμπροσθεν ὅσα βλάπτουσιν αἱ ἀσιτίαι πολλάκις τοὺς κάμνοντας.
15. ἐξεῖναι γοῦν τινὶ λέγειν οὑτωσὶ, γελοιοτάτους ἐγὼ
16. νομίζω τοὺς ὑπολαμβάνοντας Ἐρασίστρατον ἐπὶ τῶν ἀναγόντων
17. αἷμα χρῆσθαι φλεβοτομίᾳ. ὅπου γὰρ ἀσιτίαν ὡς
18. κενωτικὸν ἐπαινεῖ βοήθημα, πολὺ δήπου μᾶλλον αὐτὴν
1. ἐπαινέσει τὴν φλεβοτομίαν. ὅπου δὲ κατὰ τὸν τῆς φλεγμονῆς
2. καιρὸν ἡγεῖται δεῖν ἔτι κενοῦν, εὔδηλον ὅτι μᾶλλον
3. ἀρχομένης αὐτῆς ἢ μελλούσης ἐπαινέσει τὴν κένωσιν. οὐ
4. γὰρ οὕτω γ’ ἦν ἀμαθὴς Ἐρασίστρατος, ὅτι θᾶττον πολὺ
5. ἐκ τῶν ἀρτηριῶν εἰς τὰς φλέβας ἐπανάξει τὸ αἷμα κατὰ
6. τὴν ἀρχὴν τῆς παρεμπτώσεως, οὔτε σφηνούμενον ἤδη σφοδρῶς,
7. οὔτ’ ἐξικμασμένον ὑπὸ τῆς πυρετώδους θερμότητος,
8. διὰ τοῦτο παχὺ γεγενημένον. ὁ ταῦτα λέγων ἄρ’ οὐκ εἶναι
9. γελοῖον ἑαυτὸν ἀποφαίνων οὐκ ἐκείνοις οἷς ἐγκαλεῖ.
10. γεγραφότος γὰρ αὐτοῦ τοῦ Ἐρασιστράτου μὴ χρῆσθαι φλεβοτομίᾳ,
11. διότι φυλάττειν ἄμεινον ἐστὶν ἐν τῷ τῆς φλεγμονῆς
12. παραληφθήσεσθαι.

Cliquer un n° de page pour en afficher l’image